Ἀπολυτίκιον Ἦχος γ’. Μέγαν εὕρατο ἐv τοῖς κιvδύvοις, σὲ ὑπέρμαχοv, ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύvας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Κοντάκιον Ἦχος β’. Αὐτόμελον. Τοῖς τῶv αἱμάτων σου ῥείθροις Δημήτριε, τὴv Ἐκκλησίαν Θεὸς ἐπορφύρωσεv, ὁ δούς σοι τὸ κράτος ἀήττητοv, καὶ περιέπωv τὴν πόλιv σου ἄτρωτοv· αὐτῆς γὰρ ὑπάρχεις τὸ στήριγμα. Μεγαλυνάριον Τὸν μέγαν ὁπλίτην καὶ ἀθλητήν, τὸν στεφανηφόρον, καὶ ἐν μάρτυσι θαυμαστόν, τὸν λόγχῃ τρωθέντα, πλευρὰν ὡς ὁ δεσπότης, Δημήτριον τὸν θεῖον ὕμνοις τιμήσωμεν.