Μετάβαση στο κύριο περιεχόμενο

Αναρτήσεις

Προβολή αναρτήσεων από Σεπτέμβριος, 2026

Ὁ Ἱερὸς Ναὸς Παναγίας Πρωτοσεπτεμβριανὴς Σωτῆρας ἐνορίας Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

  Ἐπιμέλεια Φωτογραφικοῦ Ὑλικοῦ Μιχάλης Κάββαλος 

Ἀπολυτίκιο Ἀρχῆς της Ἰνδίκτου ἀρχὴ τοῦ νέου Ἐκκλησιαστικοῦ ἔτους 1 Σεπτεμβρίου

  Ἀπολυτίκιο. Ἦχος β’. Ὁ πάσης Δημιουργός τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδὶᾳ ἐξουσίᾳ θέμενος, εὐλόγησον τὸν στέφανον, τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε. Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ὁ τῶν αἰώνων Ποιητὴς καὶ Δεσπότης, Θεὲ τῶν ὅλων Ὑπερούσιε ὄντως, τὴν ἐνιαύσιον εὐλόγησον περίοδον, σώζων τῷ ἐλέει σου, τῷ ἀπείρῳ Οἰκτίρμων, πάντας τοὺς λατρεύοντας, σοὶ τῷ μόνῳ Δεσπότῃ, καὶ ἐκβοῶντας φόβῳ Λυτρωτά· Εὔφορον πᾶσι, τὸ ἔτος χορήγησον. Μεγαλυνάριον. Ἄναρχε Τρισήλιε Βασιλεῦ, ὁ καιρῶν καὶ χρόνων, τὰς ἑλίξεις περισκοπῶν, εὐλόγησον τὸν κύκλον, τῆς νέας περιόδου, τὰς ἀγαθάς σου δόσεις, πᾶσι δωρούμενος.

Ἀπολυτίκιο Παναγίας της Παμμακαρίστου 1 Σεπτεμβρίου

  Ἀπολυτίκιο Ἦχος δ΄.  Ταχὺ προκατάλαβε. Πανήγυριν σήμερον ἐπικροτοῦμεν φαιδράν, ἰδοὺ γὰρ προτίθεται, ὦ Παμμακάριστε, Εἰκών Σου ἡ πάνσεπτος, ἤνπερ καρδίας πόθῳ, προσερχόμενοι πάντες, Δέσποινα προσκυνοῦμεν, καὶ θερμῶς Σοι βοῶμεν· ῥῦσαι ἡμᾶς κινδύνων καὶ περιστάσεων. Κοντάκιον  Ἦχος δ΄.  Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ. Ἐν Χριστομάρτυρος ναῷ Γεωργίου, ἀπανταχόθεν οἱ πιστοὶ συνελθόντες, τὴν ἱεράν Σου Δέσποινα, πρὸς δόξαν τοῦ Θεοῦ, σήμερον πανήγυριν, πανευλαβῶς τελοῦμεν· πόθῳ δ’ ἀσπαζόμενοι, τὴν σεπτήν Σου Εἰκόνα, Σοὶ μελῳδοῦμεν πάντες ἐν χαρᾷ· χαῖρε Παρθένε, σεμνὴ Παμμακάριστε. Μεγαλυνάριον Τῆς Ἀειπαρθένου Σεμνῆς Μητρός, τῆς Παμμακαρίστου, τὴν χαρμόσυνον ἑορτήν, σήμερον τελοῦντες, ἐν μέσῳ Ἐκκλησίας, τὴν ἄχραντον Εἰκόνα, πάντες τιμήσωμεν.