Ἀπολυτίκιον
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς Μηθύμνης τόν γόνον καί θεῖον βλάστημα καί Παρίων τό κλέος καί τό ἐντρύφημα, Θεοκτίστην τήν Ἁγίαν εὐφημήσωμεν. Χαίροις βοῶντες πρός Αὐτήν, καλλιπάρθενε ἀμνάς καί Νύμφη τοῦ Θεοῦ Λόγου, ὧ καί πρεσβεύεις ἀδιαλείπτως τοῦ σωθῆναι τάς ψυχάς ἡμῶν.
Έτερον Ἀπολυτίκιον
Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἡ Λέσβος βλάστημα, θεῖον σὲ κέκτηται, τοὶς δὲ ἀγώσι σου, Πάρος ἠγίασται, καὶ τῷ σκήνει τῷ σεπτῷ, πεπλούτισται Ἰκαρία. Ὅθεν ὡς παρθένον σε, καὶ Ὁσίαν γεραίρομεν, καὶ ἐπιβοώμεθα, τὴν θερμὴν προστασίαν σου, ἣν δίδου τοὶς βοώσι σοι Μῆτερ, χαίροις Ὁσία Θεοκτίστη.
Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῆς ἐγκρατείας τὴν τρυγόνα τὴν φιλέρημον Καὶ παρθενίας τὴν ὑψίκομον κυπάρισσον Θεοκτίστην εὐφημήσωμεν τὴν Ὁσίαν. Ὑπὲρ φύσιν ἐν τῇ Πάρῳ γὰρ ἀσκήσασα Ἐκκλησίας κατεφαίδρυνε τὸ πλήρωμα· Ἧ βοήσωμεν, χαίροις Μῆτερ ἰσάγγελε.
Μεγαλυνάριον
Χαίροις ὁ τῆς Λέσβου θεῖος βλαστός, τῆς Πάρου τὸ κλέος, Ἰκαρίας ὁ πλουτισμός, χαίροις ἡ Ἀγγέλων, ζηλώσασα τὸν βίον, Ὁσία Θεοκτίστη ἀξιοθαύμαστε.
