Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικὸς Κανῶν Ἁγίου Καλλινίκου Μητροπολίτου Ἐδέσσης

 Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Καλλίνικον Μητροπολίτην Εδέσσης

Ποίημα του Μητροπολίτου Εδέσσης Πέλλης καὶ Αλμωπίας Ιωήλ


Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Ἐδεσσαίων εὐκλεὴς ποιμενάρχης, καὶ Ἐκκλησίας ἐγκαλλώπισμα νέον, Καλλίνικε πανόλβιε, πιστῶν ὁδηγέ, ῥῦσαι τοὺς τιμῶντάς σε, ἐκ ποικίλων κινδύνων, νοσημάτων σώματος, καὶ ψυχῆς ἀλγημάτων, ὡς παῤῥησίαν ἔχων πρὸς Χριστόν, τὸν ζωοδότην, φιλάνθρωπον Κύριον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχὶς·
Καλλίνικε πρόσδεξαι ἐμὴν δέησιν. Ἰωήλ

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Καλλίνικε πάτερ τοὺς ὑμνητάς, τοὺς σοὺς ταῖς λιταῖς σου, πρὸς τὸν Κύριον Ἰησοῦν, μὴ παύσῃ ἀεὶ διαφυλάττων, ἀπὸ παντὸς ὀλεθρίου συμπτώματος.

Ἀνύσας τὸν βίον σου εὐσεβῶς, ἀνήχθης εἰς ὕψος, χαρισμάτων ὑπερφυῶν, διὸ τοὺς πρὸς σὲ καταφυγόντας, τῆς σωτηρίας τὴν τρίβον ὑπόδειξον.

Λιμὴν ἀσφαλείας γενοῦ ἡμῖν, τοῖς μέλπουσι πάτερ, ἐν Ἐδέσσῃ καὶ ἀλλαχοῦ, τὴν σύμφωνον γνώμην τῆς ψυχῆς σου, καὶ θεαρέστους σου πράξεις Καλλίνικε.

Θεοτοκίον
Λαὸν τὸν Ὀρθόδοξον Μαριάμ, τῇ θείᾳ σου σκέπῃ, διαφύλαξον ἐκ πολλῶν, αἱρέσεων ὄντως ψυχοφθόρων, ἐπινοιῶν τοῦ ἀλάστορος δαίμονος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰοβόλους τοξεύσεις, συκοφαντῶν Ἅγιε, τῇ ὑπομονῇ σου καὶ πίστει, πάσας ἀντέκρουσας, διὸ Καλλίνικε, ἐπιδρομὰς τοῦ βελίαρ, καθ’ ἡμῶν πρεσβείαις σου, πάσας ἀπόστησον.

Νοῦν ψυχὴν καὶ καρδίαν, ὡς Ἱεράρχης παρέδωκας,
τῷ Ἀρχιερεῖ τῷ μεγάλῳ, Χριστῷ Καλλίνικε, διὸ καὶ εἴληφας, τῆς ποιμανσίας τὸ δῶρον, ὃ παράσχου ἅπαντι, τῷ κλήρῳ Ἅγιε.

Ἰατὴρ δαιμονῶντος, ταῖς σαῖς εὐχαῖς Ἅγιε, ἐν τῷ Ἀγρινίῳ ἐδείχθης, πάτερ Καλλίνικε, ὅθεν βοῶμεν νῦν, οἱ ταπεινοί σου ἱκέται, ἐκ τοῦ πολεμήτορος, ἡμᾶς προστάτευσον.

Θεοτοκίον.
Κακοήθειαν Μῆτερ, τοῦ πονηροῦ δράκοντος, τοῦ ἀεὶ ἡμᾶς πολεμοῦντος, καὶ διαβάλλοντος, παῦσον δυνάμει σου, καὶ μηχανὰς καὶ τὰ βέλη, ὡς καὶ τὴν ἀναίδειαν, αὐτῶν Πανάμωμε.

Διάσωσον, ἀπὸ κινδύνων Καλλίνικε ἱεράρχα, τοὺς ἐν πίστει ζητοῦντας τὴν σὴν μάκαρ βοήθειαν, σὺ γὰρ ὑπάρχεις, ἡμῶν πατὴρ θεοφόρε.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ποιμὴν συνετός, καὶ κῆρυξ ἱερώτατος, καὶ φύλαξ στεῤῥός, τῆς Ὀρθοδόξου πίστεως, Καλλίνικε μακάριε, ἀνεδείχθης δυνάμει τοῦ Πνεύματος· ὅθεν Πάτερ μὴ παύσῃ ταῖς λιταῖς, ἡμᾶς ἀπαλλάττων ἐκ τῶν θλίψεων.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπαξίως Καλλίνικε, ἐπὶ θρόνον ἤρθης τῆς Μητροπόλεως, τῆς Ἐδέσσης ἣν πρεσβείαις σου, φύλαττε ἐκ πάσης περιστάσεως.

Πρακτικαῖς ὑποθήκαις σου, καὶ πολλῇ ἀγάπῃ τοὺς προσιόντας σοι, καθ’ ἡμέραν ἐπεστήριξας, οὓς καὶ νῦν Καλλίνικε βοήθησον.

Ῥώμην δίδου Καλλίνικε, τοῖς ἀσπαζομένοις τὸ σὸν εἰκόνισμα, καὶ αἰτοῦσι καὶ τὴν χάριν σου, ἐν τῷ βίῳ τούτων ἀξιότιμε.

Θεοτοκίον.
Ὁλοθύμως Πανάχραντε, σοὶ τὸ χαῖρε ἅπαντες ἀναμέλπομεν,
καὶ ἐν πίστει ἐξαιτούμεθα, τῶν ἀσθενειῶν ἡμῶν τὴν ἴασιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στόμα τοῦ Χριστοῦ, ἀνεδείχθης καὶ διδάσκαλος, κατηχήσας τὸν φιλόχριστον λαόν· διὸ βίον ἡμῖν ἔμπνευσον θεάρεστον.

Δώρησαι ἡμῖν, ταῖς πρεσβείαις σου Καλλίνικε, τὴν πρὸς Κύριον σεμνὴν ὑπακοήν, καὶ ἐλπίδα παραδείσου ἀξιάγαστε.

Ἔπαρον σοφέ, φοβιῶν τὰ ἐνεργήματα, τῶν ἐν πίστει τὴν σὴν κλῆσιν σταθηρῶς, καθ’ ἡμέραν κεκλημένων ἱερώτατε.

Θεοτοκίον.
Ξένη καὶ φρικτή, ἡ λοχεία σου Πανύμνητε, ἡ βαστάσασα τὸν Κτίστην του παντός, ὃν ἱκέτευε ὑπὲρ τῶν ἀνυμνούντων σε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀκύμαντον, ταῖς λιταῖς σου Ἅγιε, τοῖς ἱκέταις σου Καλλίνικε δίδου, τὴν ἐπὶ γῆς διαβίωσιν Πάτερ, καὶ τῆς ψυχῆς εὐρωστίαν καὶ ἄνεσιν, σὺ γὰρ Καλλίνικε σεμνέ, ἐγεγόνεις εἰρήνης τὸ πρότυπον.

Ἰῶνται, ἐξ ὀδυνῶν τοῦ σώματος, καὶ ἐξ ἄλλων τῆς ψυχῆς ἀλγημάτων, οἱ καταφεύγοντες πίστει ἐν τάφῳ, ἐν τῇ Ἐδέσσῃ Καλλίνικε ἅγιε, τῶν σῶν ὀστῶν τῶν ζωηρῶν, καὶ μεστῶν χαρισμάτων τοῦ Πνεύματος.

Ἐπόπτευσον, σταθηρῶς δυνάμει σου, τὴν λαχοῦσάν σοι Καλλίνικε πάτερ, ἐπισκοπὴν τῆς Ἐδέσσης καὶ Πέλλης, καὶ Ἀλμωπίας ὁμοῦ ἀξιάγαστε, πατὴρ γὰρ ὤφθης προσηνής, τοῦ λαοῦ τοῦ Θεοῦ καὶ φιλάνθρωπος.

Θεοτοκίον.
Μαρία, τῶν προφητῶν τὸ κήρυγμα, καὶ μαρτύρων σταθηρὰ βακτηρία, καὶ τῶν ὁσίων Πατέρων τὸ φθέγμα, σὺν Καλλινίκῳ ὁμοῦ καθικέτευε, τὸν σὸν Δεσπότην καὶ Υἱόν, ἀπαλλαγῆναι ἡμᾶς τῆς κολάσεως.

Διάσωσον, ἀπὸ κινδύνων Καλλίνικε ἱεράρχα, τοὺς ἐν πίστει ζητοῦντας τὴν σὴν μάκαρ βοήθειαν, σὺ γὰρ ὑπάρχεις, ἡμῶν πατὴρ θεοφόρε.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῶν Ἐδεσσαίων πατὴρ καὶ διδάσκαλος, ἐπὶ μακρὸν ἐγεγόνεις Καλλίνικε, παραμυθίαν παρέχων καὶ ἄνεσιν, τοῖς ἀλγουμένοις καὶ πένησιν Ἅγιε· διὸ καὶ ὑμνοῦμεν τὴν μνήμην σου.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄. 1 – 9).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. Ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾽Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅγιε Καλλίνικε, ἀρχιερεῦ τῆς Ἐδέσσης, Ἀλμωπίας καύχημα, καὶ τῆς Πέλλης πάσης τὸ ἐγκαλλώπισμα, στηριγμὸς γέγονας, ἐπ’ ἐσχάτων Πάτερ, τοῖς πιστοῖς τῆς ἐπαρχίας σου, τύπος γενόμενος, πάντων τῶν συνόντων σοι Ἅγιε, προσέτι δὲ γεώργιον, τὸ λαχόν σοι Πάτερ ὡς ἄριστος, γεωργὸς Κυρίου, ἐπότισας τοῖς ὕδασι Χριστοῦ, καὶ ἐν αὐτῷ τὰ τῆς πίστεως, σπέρματα κατέβαλες.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ σὴ χάρις ἐκλάμπει, ὑπὲρ ἥλιον πᾶσι τοῖς ἀνυμνοῦσί σε, καὶ αἰτουμένοις Πάτερ, σαρκὸς τὴν ὑγιείαν, καὶ κακῶν τὴν κατάργησιν, ταῖς πρὸς Χριστὸν τὸν Θεόν, Καλλίνικε εὐχαῖς σου.

Νυνὶ ἐν τῇ Ἐδέσσῃ, ἐν τῷ κοιμητηρίῳ σοφὲ Καλλίνικε, ὁ τάφος σου ὑπάρχει, πηγὴ τῶν ἰαμάτων, καὶ στενόντων ἀντίληψις· διὸ μὴ παύσῃ ποτέ, ἡμᾶς ἐπιστηρίζων.

Διὰ βίου ἠράσθης, ἐντολῶν τοῦ Κυρίου τὰ ἐπιτάγματα, ποιῶν ὁμοῦ καὶ λέγων, ἐν ἀκριβείᾳ Πάτερ, ταῦτα πάντα τοῖς μέροψι, ἐξ οὗ βοῶμεν πρὸς σέ, γενοῦ ἡμῖν διδάχος.

Θεοτοκίον.
Εὐεργέτις τοῦ κόσμου, ἀνεφάνης Παρθένε θεοχαρίτωτε, γεννήσασα ἀσπόρως, τὸν Ποιητὴν τῶν ὅλων, καὶ Δεσπότην τῆς κτίσεως· ὃν ταῖς λιταῖς σου ἀεί, ὑπὲρ ἡμῶν δυσώπει.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἡμῶν θεόφρον, γενοῦ προστάτης καὶ φύλαξ, καὶ βοήθεια ἐν λυπηροῖς τοῦ βίου, καὶ ἐν ἀῤῥωστίαις, Καλλίνικε τὸ ἄκος.

Σαῖς ἐνεργείαις, Ἀρχιερεῦ ἐξ Ἑλλάδος, τῆς πατρίδος σου ἐχθρῶν τῶν ἐπιβούλων, σβέσον τὴν μανίαν, καὶ τάραχον Παμμάκαρ.

Ἵνα τὴν μνήμην, τὴν ἱεράν σου κατ’ ἔτος, ἑορτάζω καθηκόντος καὶ ὁσίως, δός μοι τὴν σὴν χάριν, Καλλίνικε θεόφρον.

Θεοτοκίον.
Ναὸς ἐδείχθης, τοῦ Βασιλέως τῆς δόξης, ἀκηλίδωτος καὶ ἔμψυχος Παρθένε· διὸ καὶ αἰτοῦμεν, τὴν σὴν ἐπιστασίαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱέρευσας ἀξίως, ἐπὶ γῆς καὶ εἶτα, ἐν οὐρανῷ ἠριθμήθης Καλλίνικε, τοῖς ἀσωμάτοις ἀγγέλοις, διὸ μὲ φύλαττε.

Ὡς ἄγγελος Ἐδέσσης, πάντας σὺ προφθάνεις, τοὺς προσκυνοῦντας τὸν τάφον σου Ἅγιε, καὶ ταπεινῶς ἐκζητοῦντας, ψυχῆς τὰ πρόσφορα.

Ἡδέως τὴν σὴν κλῆσιν, οἱ σὲ ἀνυμνοῦντες, ἀναβοῶσι Καλλίνικε πάντιμε, ἵνα σκεδάσωσι πάντα, τοῦ βίου σκάνδαλα.

Θεοτοκίον.
Λελαμπρυσμένη οὖσα, φωτὶ τῷ τοῦ Υἱοῦ σου, τὴν σκοτισθεῖσαν καρδίαν μου φώτισον, ἵνα Χριστοῦ τὴν εὐθεῖαν, ὁδὸν πορεύσομαι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις Ἐπισκόπων ὁ θησαυρός, Ἐδέσσης ἡ δόξα, καὶ ποιμένων ὁ ὁδηγός· χαίροις Αἰτωλίας, Καλλίνικε τὸ δένδρον, τὸ ἐκβλαστῆσαν Πάτερ, καρποὺς τῆς χάριτος.

Τῶν Σιταραλώνων γόνος λαμπρός, καὶ Μεσολογγίου, ἀνεδείχθης ἱερουργός, ὁ ταῖς νουθεσίαις, λαὸν καθοδηγήσας, πρὸς τὰς νομὰς Κυρίου, πάτερ Καλλίνικε.

Ὄλβος τῆς Ἐδέσσης ὁ ἱερός, ὁ τάφος σου ὤφθη, ἀναβλύζων διηνεκῶς, χάριν ἰαμάτων, τοῖς προσκυνοῦσι τοῦτον, ἐν πίστει ἀκραδάντῳ, σεμνὲ Καλλίνικε.

Φύλαττε πρεσβείαις σου ἱεραῖς, τὴν Μητρόπολίν σου, ἀπὸ πάσης ἐπιβουλῆς, τοῦ ἀντικειμένου, Καλλίνικε ποιμάνωρ, Χριστοῦ ὁ ἀρχιθύτης, ὁ ἀεισέβαστος.

Ῥείθροις κηρυγμάτων σου ἱεροῖς, τὸν λαὸν Ἐδέσσης, ὡς καὶ Πέλλης τῆς παλαιᾶς, καὶ τῆς Ἀλμωπίας, Καλλίνικε ἀρδεύεις, εἰς ἑκατὸν τοὺς στάχυς, Πάτερ δρεψάμενος.

Κλῆρον καὶ λαόν τε τὸν εὐαγῆ, τῆς σῆς Ἐπαρχίας, ἀρχιθύτα ταῖς σαῖς λίταις, πρὸς τὸν σὸν Δεσπότην, μὴ παύσῃ προστατεύων, ἐκ πάντων τῶν σκανδάλων, τοῦ πολεμήτορος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἣν τὸ παρὸν Προσόμοιον.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Ὤφθης ἐπ’ ἐσχάτων τῷ λαῷ, ἄριστος ποιμὴν ἱεράρχα, πάτερ Καλλίνικε, πράξεσι καὶ ῥήμασι, καθοδηγῶν ἀσφαλῶς, πρὸς ὁδὸν τὴν σωτήριον, καὶ τῆς μετανοίας, τοὺς καλοὺς ἀκούοντας, σὲ θεοκίνητε, ὅθεν καὶ ἡμᾶς τοὺς τιμῶντας, τὴν ἁγίαν μνήμην σου ὕμνοις, πρὸς τὰ κρείττω τάχος ποφηγέτησον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.



Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ: 7997 - Όταν ο Ηγούμενος της Ιεράς Μονής Δοχειαρίου Γέροντας Γρηγόριος συνάντησε τον παπα Τύχωνα τον Ρώσο στο κελλί του

  Ὡρισμένοι ἄνθρωποι εἶναι μόνον νὰ τοὺς βλέπουμε, ἀλλὰ να μὴν τοὺς ἀκοῦμε. Καὶ ἄλλοι μόνον νὰ τοὺς ἀκοῦμε, ἀλλὰ νὰ μὴν τοὺς βλέπουμε. Σπάνιοι αὐτοὶ ποὺ συνδυάζουν καὶ τὰ δυό: καὶ νὰ τοὺς βλέπουμε καὶ νὰ τοὺς ἀκοῦμε. Ἕνας ἀπὸ αὐτοὺς ἦταν ὁ μακαριστὸς Γέροντας Τύχων ὁ Ῥῶσος. Ἦταν σχετικὰ ὑψίκορμος ἄνδρας, μὲ μακριὰ γενειάδα, ποὺ τὴν εἶχε πάντοτε δεμένη κόμπο, γιὰ νὰ εἶναι πιὸ ἄνετος στὴν διακονία, καὶ δασιὰ φρύδια, ποὺ τοῦ σκέπαζαν τὸ ἥμισυ τῶν μεγάλων του ὀφθαλμῶν. Στὶς ἀρχὲς Ἰουλίου τοῦ 1967 ἔνας ταπεινὸς λευΐτης μᾶς ὡδήγησε στὴν Καλύβα τοῦ Γέροντος Τύχωνος. Ἦταν τὸ Κελλί του ἀληθινὸ ἀσκητήριο, κρυμμένο μέσα στὰ ἀδιαπέραστα δάση καὶ φυλλώματα τοῦ κατάσκιου Ἁγίου Ὄρους. Προσιτὸ μόνο σ’ αὐτοὺς ποὺ γνώριζαν. Ἤτανε στὴν κυριολεξία Καλύβα ἀπέριττη, ποὺ ἔδειχνε περισσότερο ἐρειπωμένη παρὰ κατοικημένη. Κρούσαμε τὴν θύρα βαστάζοντας τὴν ἀναπνοή μας. «Τί λογῆς ἀσκητὴς εἶναι αὐτός, ποὺ ἔπρεπε νὰ διανύσουμε τόσο δρόμο, γιὰ νὰ πάρουμε τὴν εὐχή του;» Ἄνοιξε ἡ πόρτα καὶ φάνηκε μία μεγαλοπρεπὴς ...

ΑΦΙΕΡΩΜΑ: Ο Άγιος Παΐσιος και οι νέοι Αγιορείτες Άγιοι της Εκκλησίας μας, Παπά – Τύχων και Χατζηγεώργης

  Πνευματική χαρά σκόρπισε στην Αθωνική Πολιτεία αλλά και σε όλο τον Ορθόδοξο κόσμο η αναγγελία της αναγραφής στις Αγιολογικές Δέλτους δύο μεγάλων ασκητικών μορφών του αγιορείτικου μοναχισμού, οι οποίοι, από την “έρημο της ησυχίας”, πλέον βρίσκονται στις τάξεις των Αγίων της Εκκλησίας μας.  Πρόκειται για τον Παπά – Τύχωνα, τον πνευματικό και τον Γεώργιο Χατζηγεώργη, τον αγιορείτη ασκητή του 19ου αιώνα με καταγωγή από την Καππαδοκία. Δύο ακόμη αγιοκατατάξεις επί των ημερών της Πατριαρχίας του Οικουμενικού Πατριάρχη κ.κ. Βαρθολομαίου Α’ ο οποίος – στα 35 έτη της Πρωθιεραρχικής του διακονίας στην Πρωτόθρονη Εκκλησία της Κωνσταντινουπόλεως – έχει ταυτίσει το όνομά του με αγιοκατατάξεις μεγάλων σύγχρονων Αγίων της εποχής μας. Εκτός από το προσωνύμιο του “πράσινου Πατριάρχη” δικαίως λαμβάνει και το προσωνύμιο του “αγιόφιλου Πατριάρχη”. Οι δύο νέοι Άγιοι της Εκκλησίας μας συνδέονται ωστόσο στενά και με έναν άλλο σύγχρονο Άγιο, τον Παΐσιο τον Αγιορείτη. Ο νέων Όσιος Τύχων υπήρξε πνευμ...

Ὁ Ἅγιος Μύρων ὁ Νεομάρτυρας ἀπὸ τὸ Ἡράκλειο Κρήτης 20 Μαρτίου

  Ὁ Ἅγιος Νεομάρτυς Μύρων καταγόταν ἀπὸ τὸ Μεγάλο Κάστρο τῆς Κρήτης, τὸ σημερινὸ Ἡράκλειο καὶ γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς. Ὁ πατέρας του ὀνομαζόταν Δημήτριος καὶ ἦταν δίκαιος καὶ ἐνάρετος ἄνθρωπος. Ὁ Ἅγιος ἦταν σεμνὸς καὶ σώφρων καὶ ἀγαποῦσε ὑπερβολικὰ τὴν παρθενία καὶ τὴν ἄσκηση. Ἐργαζόμενος ὡς ράπτης στὸ Ἡράκλειο συκοφαντήθηκε ἀπὸ τοὺς Τούρκους, οἱ ὁποῖοι τὸν φθονοῦσαν, ὅτι δῆθεν ἀποπλάνησε μία Τουρκοπούλα. Στὸ δικαστήριο ὁ Ἅγιος ἀπέρριψε ἀπολογούμενος τὴ συκοφαντία, ἀλλὰ ἐτέθη σὲ αὐτὸν δίλημμα τοῦ ἐξισλαμισμοῦ ἢ τοῦ θανάτου. Ὁ Μάρτυρας Μύρων ἀποκρίθηκε μὲ παρρησία ὅτι δὲν ἀρνεῖται τὴν πίστη του, ἀλλὰ εἶναι ἕτοιμος νὰ ὑποστεῖ κάθε βασανιστήριο γιὰ τὴν ἀγάπη τοῦ Χριστοῦ, καθ’ ὅσον γεννήθηκε Χριστιανὸς καὶ Χριστιανὸς θέλει νὰ πεθάνει. Γιὰ τὸν λόγο αὐτὸ τὸν χτύπησαν ἀνηλεῶς καὶ τὸν ἔριξαν στὴ φυλακή. Ὅταν τὸν ἔβγαλαν ἀπὸ αὐτή, τὸν ὁδήγησαν καὶ πάλι ἐνώπιον τοῦ κριτοῦ, ὅπου ὁ Ἅγιος ἐπαναλάμβανε συνεχῶς ὅτι θέλει νὰ πεθάνει ὡς Χριστιανός. Ἔτσι καταδικάσθηκε στὸν διὰ ἀγ...

Εὕρεσις Τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννη 24 Φεβρουαρίου

  Ὅταν ἀποκεφαλίσθηκε ἀπὸ τὸν Ἡρώδη, ὁ Ἅγιος Ἰωάννης ὁ Πρόδρομος, ἡ τίμια κεφαλὴ αὐτοῦ τοποθετήθηκε μέσα σὲ ἀγγεῖο ἀπὸ ὄστρακο καὶ κρύφθηκε στὴν οἰκία τοῦ Ἡρώδη. Μετὰ ἀπὸ πολλὰ χρόνια, ὁ Ἅγιος Ἰωάννης φανερώθηκε στὸ ὄνειρο δύο μοναχῶν, οἱ ὁποῖοι εἶχαν ἀναχωρήσει γιὰ τὰ Ἱεροσόλυμα μὲ σκοπὸ νὰ προσκυνήσουν τὸν τάφο τοῦ Κυρίου, ἀγγέλλοντας σὲ αὐτούς, ποῦ βρίσκεται ἡ τίμια κεφαλή του. Καὶ ἐκεῖνοι, ἀφοῦ τὴν βρῆκαν, τὴν εἶχαν μὲ τιμές. Ἀπὸ αὐτοὺς τὴν παρέλαβε κάποιος κεραμεὺς καὶ τὴν μετέφερε στὴν πόλη τῶν Ἐμεσηνῶν. Ὅταν ὅμως πέθανε, τὴν κληροδότησε στὴν ἀδελφή του. Καὶ ἀπὸ τότε διαδοχικὰ περιῆλθε σὲ πολλούς, γιὰ νὰ καταλήξει στὰ χέρια κάποιου ἱερομονάχου ἀρειανοῦ ποὺ ὀνομαζόταν Εὐστάθιος καὶ φύλαξε τὴν τίμια κάρα σὲ σπήλαιο. Ἀπὸ ἐκεῖ μεταφέρθηκε, ἐπὶ Οὐάλεντος (364 – 378 μ.Χ.), στὸ Παντείχιον τῆς Βιθυνίας μέχρι ποὺ ὁ Θεοδόσιος ὁ Μέγας (379 – 395 μ.Χ.) ἀνεκόμισε αὐτὴ στὸ Ἕβδομο τῆς Κωνσταντινουπόλεως, ὅπου ἀνήγειρε μέγα καὶ περικαλλέστατο ναό. Βέβαια περὶ τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς ...

Κυριακὴ τῆς Σαμαρείτιδος (Ἁγίας Φωτεινής)

  Ὅλη αὐτὴ τὴ περίοδο ποὺ διανύουμε τώρα, ἐπεκτεινομένη σὲ πενήντα μέρες, ἑορτάζομε τὴν ἀπὸ τοὺς νεκροὺς ἀνάσταση τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτήρα μας Ἰησοῦ Χριστοῦ, δεικνύοντας μὲ αὐτὴ τὴν παράταση τὴν ὑπεροχὴ τῆς ἀπέναντι στὶς ἄλλες ἑορτές. Πραγματικὰ ὅλοι ὅσοι ἀναστήθηκαν ἀπὸ τοὺς νεκροὺς ἀναστήθηκαν ἀπὸ ἄλλους καί, ἀφοῦ πέθαναν πάλι, ἐπέστρεψαν στὴ γῆ. Ὁ δὲ Χριστός, ἀφοῦ ἀναστήθηκε ἀπὸ τοὺς νεκρούς, δὲν κυριεύεται πλέον καθόλου ἀπὸ τὸ θάνατο, γιατί δὲν ἐπέστρεψε πάλι στὴ γῆ, ἀλλὰ ἀνέβηκε στὸν οὐρανό, καθιστώντας τὸ φύραμά μας ποὺ εἶχε λάβει ὁμόθρονο μὲ τὸ Πατέρα ὡς ὁμόθεο. Εἶναι ὁ μόνος ποὺ ἔγινε ἀρχὴ τῆς μελλοντικῆς ἀναστάσεως ὅλων καὶ πρωτότοκος ἀπὸ τοὺς νεκροὺς καὶ πατέρας τοῦ μέλλοντος αἰῶνος. Καὶ ὅπως ὅλοι ἁμαρτωλοὶ καὶ δίκαιοι, πεθαίνουν στὸν Ἀδάμ, ἔτσι στὸ Χριστὸ θὰ ζωοποιηθοῦν ὅλοι, ἁμαρτωλοὶ καὶ δίκαιοι, ἀλλὰ ὁ καθένας στὴ τάξη του. Ὅταν καταργήσει κάθε ἀρχὴ καὶ ἐξουσία καὶ δύναμη καὶ θέσει ὅλους τους ἐχθρούς του κάτω ἀπὸ τὰ πόδια του, τελευταῖος ἐχθρὸς ποὺ θὰ καταργηθεῖ...

Ἡ Ἁγία Ἀναστασία ἡ Πατρικία 10 Μαρτίου

  Ἡ Ἁγία Ἀναστασία ἔζησε στὴν Κωνσταντινούπολη κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ τοῦ Μεγάλου (527 – 565 μ.Χ.) καὶ καταγόταν ἀπὸ πλούσιους καὶ εὐγενεῖς γονεῖς. Ἦταν πρώτη Πατρικία τοῦ βασιλέως καὶ φοβούμενη τὸν Θεό. Οἱ ἀρετές της κίνησαν σὲ φθόνο τὴν βασίλισσα καὶ ἔτσι ἡ Ἁγία ἀναγκάστηκε νὰ παραλάβει μέρος τῆς περιουσίας της καὶ νὰ καταφύγει στὴν Ἀλεξάνδρεια, ὅπου ἔκτισε στὴν θέση ποὺ καλεῖται Πέμπτον μονή, ἡ ὁποία ὀνομάστηκε καὶ τῆς Πατρικίας καὶ ζοῦσε ἀσκητικά. Ὅταν πληροφορήθηκε ὅτι ὁ αὐτοκράτορας Ἰουστινιανὸς τὴν ἀναζητεῖ, ἐγκατέλειψε τὴν μονὴ καὶ προσῆλθε στὴν σκήτη τοῦ ἀββᾶ Δανιήλ, στὸν ὁποῖο ἐμπιστεύθηκε τὰ κατ’ αὐτήν. Ὁ ἀββᾶς τὴν ἔνδυσε μὲ ἀνδρικὰ ἐνδύματα καὶ τὴν μετονόμασε σὲ Ἀναστάσιο. Ὅρισε δὲ καὶ ἕναν ἀπὸ τοὺς ὑποτακτικοὺς τῆς σκήτης, γιὰ νὰ προσκομίζει σὲ αὐτὴν τὰ ἀπαραίτητα, ἔτσι ὥστε νὰ μὴν ἐξέρχεται ἀπὸ τὸ σπήλαιο μέσα στὸ ὁποῖο ἀσκήτευε. Ἐκεῖ ἡ Ἁγία Ἀναστασία παρέμεινε κλεισμένη ἐπὶ εἴκοσι ὀκτὼ ὁλόκληρα χρόνια. Ὅταν προεῖδε τὸ τέλος της, προσκάλεσε τὸν...

Οἱ Ἅγιοι Πάντες

  Πραγματικὰ εἶναι θαυμαστὸς ὁ Θεὸς μέσα στοὺς ἁγίους του. Γιατί ὅταν κανεὶς ἀναλογισθεῖ τοὺς ὑπερφυσικοὺς ἀγῶνες τῶν μαρτύρων, πὼς μὲ ἀσθενὴ σάρκα καταντρόπιασαν τὸν ἰσχυρὸ στὴ κακία, πὼς ἔμειναν ἀναίσθητοι στὶς ὀδύνες καὶ στὰ τραύματα, καθὼς ἀγωνίζονταν μὲ σώματα πρὸς φωτιά, πρὸς τὸ ξίφος, πρὸς ποικίλα καὶ θανατηφόρα εἴδη βασάνων καὶ ἀντιπαρατάσσονταν μὲ καρτερία, ἐνῶ τοὺς ἔκοβαν τὶς σάρκες, τοὺς διάλυαν τοὺς ἁρμοὺς καὶ τοὺς συνέτριβαν τὰ ὀστά, ὅμως διαφύλαξαν τὴν ὁμολογία τῆς πίστεως στὸ Χριστὸ σώα καὶ ἀδιάσπαστη, ἀκεραία καὶ ἀκλόνητη, ποὺ γι’ αὐτὸ τοὺς χαρίσθηκε καὶ ἡ ἀναντίρρητη σοφία τοῦ Πνεύματος καὶ ἡ δύναμη τῶν θαυμάτων. Ὅταν κανεὶς ἀναλογισθεῖ ἐπίσης τὴν ὑπομονὴ τῶν ὁσίων, πὼς ὑπέφεραν μὲ τὴ θέλησή τους σὰν ἀσώματοι τὶς πολυήμερες ἀσιτίες, τὶς ἀγρυπνίες, τὶς ἄλλες ποικίλες κακώσεις τοῦ σώματος, καὶ ἀντιτάχθηκαν ἕως τὸ τέλος πρὸς τὰ πονηρὰ πάθη, πρὸς τὰ τόσα εἴδη ἁμαρτίας, πρὸς τὸν ἐσωτερικό μας ἀόρατο πόλεμο, πρὸς τὶς ἀρχὲς καὶ ἐξουσίες, ἐνῶ ἔλειωναν καὶ ἀχρηστεύονταν ἐξω...

Οἱ Ἁγίες Ὀλυμπία καὶ Εὐφροσύνη οἱ Ὁσιομάρτυρες 11 Μαΐου

  Οἱ Ὁσίες Ὀλυμπία ἢ Ὀλυμπιὰς καὶ Εὐφροσύνη ἔζησαν τὸν 13ο αἰώνα μ.Χ. Ἡ Ἁγία Ὀλυμπία γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς, οἱ ὁποῖοι κατάγονταν ἀπὸ τὴν Κωνσταντινούπολη. Ὁ πατέρας της ἦταν ἱερέας καὶ ἡ μητέρα της θυγατέρα ἱερέως. Ἡ οἰκογένεια τῆς Ἁγίας ἔφυγε ἀπὸ τὴν Κωνσταντινούπολη καὶ κατοίκησε στὴν Πελοπόννησο. Σὲ ἡλικία δέκα ἐτῶν ἡ Ὀλυμπία ἔχασε τοὺς γονεῖς της καὶ οἱ οἰκεῖοι της τὴν ἔστειλαν στὴ μονὴ τῶν Καρυῶν τῆς Θέρμης Λέσβου, τὴ σημερινὴ μονὴ τοῦ Ἁγίου Ραφαήλ, στὴν ὁποία ἦταν ἡγούμενη ἡ θεία της, μοναχὴ Δωροθέα. Ἐκεῖ, σὲ ἡλικία δεκαεννέα ἐτῶν ἡ Ἁγία ἐκάρη μοναχὴ καὶ σὲ ἡλικία εἰκοσιπέντε ἐτῶν, ὅταν ἡ θεία της πέθανε, ἔγινε ἡγουμένη. Μετὰ παρέλευση δέκα ἐτῶν, τὸ 1235, πειρατὲς ἐπιτέθηκαν κατὰ τῆς μονῆς. Οἱ μοναχὲς διασκορπίσθηκαν καὶ ὅσες δὲν πρόλαβαν νὰ φύγουν, τὶς κακοποίησαν. Ἡ ἡγουμένη Ὀλυμπία καὶ ἡ μοναχὴ Εὐφροσύνη βασανίσθηκαν ἀνηλεῶς. Τὴν Εὐφροσύνη, ἀφοῦ τὴν κρέμασαν σὲ δένδρο, τὴν ἔκαψαν. Τὴν Ὀλυμπία τὴν ἔκαψαν σὲ ὅλο τὸ σῶμα μὲ λαμπάδες, διαπέρασαν τὰ αὐτιά ...

Ὁ Ὅσιος Ἱερομόναχος Ἄνθιμος Ἀγιαννανίτης (†1913 – 28 Ἰουνίου 1996)

 Ὁ Ὅσιος Ἱερομόναχος Ἄνθιμος Ἀγιαννανίτης (†1913 – 28 Ἰουνίου 1996) Ἑορτάζει στὶς 28 Ἰουνίου. Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας Πίστεως.  «Τόν ἐν Ἄθωνι ὀφθέντα ἄρτι διαυγέστατον χαρίτων σκεῦος καί ἀστέρα εὐσεβείας νεόφωτον πανευλαβῶς εὐφημήσωμεν Ἄνθιμον ὡς ἀγωγῆς καθαρᾶς ἄνθος ἥδιστον πόθω κράζοντες· χορείας ἀγγέλων σύσκηνε, Χριστόν ὑπὲρ ἡμῶν δυσώπει πάντοτε.» Ὁ μητροπολίτης Φθιώτιδος Νικόλαος γράφει περὶ τοῦ ἀειμνήστου Γέροντος: «Ὁ Γέροντας Ἄνθιμος Ἀγιαννανίτης ἦταν ἀπὸ τοὺς τελευταίους παλαιοὺς Ἁγιορεῖτες, ποὺ στὸ πρόσωπό του συγκέντρωσε τὴν αὐστηρότητα τῆς ἀσκήσεως, τὴν ἐμμονὴ στὴ μοναχικὴ παράδοση καὶ τὴν ἀπαρέγκλιτη τήρηση τῆς ἐκκλησιαστικῆς τάξεως. Ἦταν ὁ ἐκφραστὴς τοῦ γνησίου Ἁγιορείτικού μοναχικοῦ πνεύματος...». Κατὰ κόσμον ὀνομαζόταν Κωνσταντῖνος Ζαφειρόπουλος τοῦ Χαραλάμπους καὶ τῆς Βασιλικῆς. Γεννήθηκε στὸ χωριὸ Καλλιάνοι τῆς Κορινθίας τὸ 1913. Μόλις πέντε ἐτῶν ἔμεινε ὀρφανὸς καὶ ἀπὸ τοὺς δύο γονεῖς. Φλεγόμενος ἀπὸ τὸν πόθο τῆς μοναχικῆς ἀφιερώσεως ἀναχώρησε γιὰ τὸ Ἅγιον ...

"Τό στάδιον τῶν ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε." Αρχιμ. Πορφύριος Αγγελάκης

  Η Ιερά Μητρόπολη Κυδωνίας και Αποκορώνου, στο πλαίσιο της πνευματικής προετοιμασίας για το Άγιο Πάσχα και της διαρκούς ποιμαντικής της μέριμνας, πραγματοποίησε την Κυριακή της Τυρινής, 22 Φεβρουαρίου, τον πρώτο Κατανυκτικό Εσπερινό της Συγγνώμης, σηματοδοτώντας την είσοδο στο «στάδιο των αρετών». Η ακολουθία τελέστηκε στον Ιερό Ναό Αγίου Παντελεήμονος Αμπεριάς, μέσα σε κλίμα σαρακοστιανής κατάνυξης με τη συμμετοχή πλήθους πιστών που προσήλθαν για να προσευχηθούν και αλληλοσυγχωρεθούν  και να ξεκινήσουν τον πνευματικό αγώνα της Αγίας και Μεγάλης Τεσσαρακοστής. Μετά το πέρας του Εσπερινού, ο Πανοσιολογιώτατος Αρχιμανδρίτης Πορφύριος Αγγελάκης, Προϊστάμενος του Ιερού Καθεδρικού Ναού Αγίας Φωτεινής Ιεράπετρας της Ιερά Μητρόπολη Ιεραπύτνης και Σητείας, ανέπτυξε το θέμα: «ΤΟ ΣΤΑΔΙΟΝ ΤΩΝ ΑΡΕΤΩΝ ΗΝΕΩΚΤΑΙ· ΟΙ ΒΟΥΛΟΜΕΝΟΙ ΑΘΛΗΣΑΙ ΕΙΣΕΛΘΕΤΕ», προσφέροντας πνευματικά ερεθίσματα και ουσιαστικές παραινέσεις για την πορεία της νηστείας και του αγώνα των αρετών. Η Πνευματική εσπερίδα αποτέλε...