Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικὸς Κανῶν Ἁγίων Νεοφανῶν Μαρτύρων Ραφαήλ, Νικολάου καὶ Παρθένου Εἰρήνης

 ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΣΤΟΥΣ ΑΓΙΟΥΣ ΡΑΦΑΗΛ, ΝΙΚΟΛΑΟ & ΕΙΡΗΝΗ

(ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου)

Ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεός ἡμῶν πάντοτε,

νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.

- Ἀμήν.

Ψαλμός ΡΜΒ’ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’

ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι

τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός

σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε· ἐξέλιπε τό

πνεῦμά μου. Μή ἀποστρέψῃς τό πρόσωπόν

σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μοι

τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα.

Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι,

ὅτι πρός σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ

τῶν ἐχθρῶν μου, Κύριε, πρός σέ κατέφυγον·

δίδαξόν με τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ

εἶ ὁ Θεός μου. Τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός

σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ

ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου.

Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σού εἰμι.

Ἦχος δ’

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ.: Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός

ὅτι εἰς τόν αἰώνα τό ἔλεος αὐτοῦ.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

- Πάντα τά ἔθνη ἐκύκλωσάν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

- Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ τῶν μαρτύρων θαυμαστῇ προστασίᾳ,

τῶν ἐν Θερμῇ ἡμῖν ἀρτίως φανέντων, ἀπό

ψυχῆς προσπέσωμεν κραυγάζοντες· Ραφαήλ

μακάριε, καί Νικόλαε θεῖε, καί Εἰρήνη πάνσεμνε, πάσης ρύσασθε βλάβης, καί ἀναγκῶν καί πάσης ἀπειλῆς, τούς τῇ πρεσβείᾳ ὑμῶν καταφεύγοντας.

Δόξα Πατρί… Ἦχος γ’

Λυχνία τρίφωτος Χριστοῦ ἐδείχθητε, ἅγιοι

μάρτυρες, Λέσβου τό καύχημα, τήν Ἐκκλησίαν ταῖς αὐγαῖς φαιδρύνοντες τῶν θαυμάτων, Ραφαήλ παμμέγιστε, ἱερέων εὐπρέπεια,

ἔνδοξε Νικόλαε, διακονίας κειμήλιον, και ρόδον παρθενίας Εἰρήνη· ὅθεν ὑμᾶς ἀνευφημοῦμεν.

Καί νῦν… Ἦχος δ’

Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μή γάρ σύ

προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο

ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σούς γάρ δούλους σώζεις ἀεί, ἐκ

παντοίων δεινῶν.


Ψαλμός Ν’ (50)

Ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός σου,

καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν

με ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου

ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν

μού ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον, καί

τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν

δικαιωθῇς ἐν τοῖς λόγοις σου, καί νικήσῃς ἐν

τῷ κρίνεσθαί σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας· τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι· πλυνεῖς με, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ

Θεός, καί Πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμά σου τό ἅγιον μή

ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί Πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρῦσαί

με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας

μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί

τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα

συντετριμμένον· καρδίαν συντετριμμένην καί

τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιών,

καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε

εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν

καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό

θυσιαστήριόν σου μόσχους.


Κανών. Ἦχος πλ. δ’.

Ὠδή α’. Ὑγράν διοδεύσας

Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Συνόντες μαρτύρων θείοις χοροῖς, Ραφαήλ

παμμάκαρ, καί Νικόλαε ἱερέ, ἅμα σύν Εἰρήνῃ

δυσωπεῖτε, πολυειδῶν ἡμᾶς ρύεσθαι θλίψεων.


Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Κευθμώνων ὡς ὤφθη ἀπό τῆς γῆς, τό θεῖόν

σου σκῆνος, ἁγιάζει τούς εὐσεβεῖς· ἀλλ’ ὦ Ραφαήλ θαυματοφόρε, ἁγιασμόν ἡμῖν δίδου καί

λύτρωσιν.


Δόξα Πατρί…

Ἐφάνησαν ἄνθη ὡς νοητά, ὑμῶν τά ὀστέα,

ὧν ἡ χάρις ἡ μυστική, Νικόλαε ἅμα καί Εἰρήνη, τήν δυσωδίαν διώκει τῶν θλίψεων.


Καί νῦν…

Πηγή εὐσπλαγχνίας τῆς θεϊκῆς, βλῦσόν μοι

Παρθένε, σωτηρίας τόν γλυκασμόν, καί λῦσον πικρίαν τῆς ψυχῆς μου, ἥν τῶν παθῶν

μου τό πλῆθος ἐνέσταξε.


Ὠδή γ’. Οὐρανίας ἁψίδος

Ἅγιε τοῦ Θεοῦ…

Ἡ πλουσία σου χάρις, παρά Θεοῦ Ἅγιε, πᾶσι

θαυμαστῶς ἐνεργοῦσα, νέμει τά κρείττονα·

διό τοῖς σπεύδουσιν, ὦ Ραφαήλ τῇ σῇ σκέπῃ,

δίδου τά ἰάματα, ψυχῆς καί σώματος.


Ἅγιοι τοῦ Θεοῦ…

Ἠθληκότες νομίμως, ὑπέρ Χριστοῦ μάρτυρες, πάσης ἀνομίας καί βλάβης, τοῦ πολεμήτορος, ἡμᾶς λυτρώσασθε, σύν Νικολάῳ Εἰρήνῃ, ταῖς πρός τόν οἰκτίρμονα ὑμῶν δεήσεσι.


Δόξα Πατρί…

Μυστηρίων ἐνθέων, ὡς ἀληθῶς ἔκβασις, γέγονεν ὑμῶν ἐν τῷ κόσμῳ, ἡ ἀποκάλυψις, ὦ

Ραφαήλ ἱερέ, σύν Νικολάῳ Εἰρήνῃ· ὅθεν ἡμῖν

νείματε, φόβον τόν ἔνθεον.


Καί νῦν…

Ὡς περίδοξος θρόνος, καί φωταυγές σκήνωμα, τοῦ παμβασιλέως τῆς δόξης, καί παντοκράτορος, Κόρη πανάμωμε, σκεῦος φωτός

ἁγνοῦ βίου, τήν ψυχήν μου ποίησον, ὡς ἄν

σωθήσωμαι.


Διάσωσον, ὦ Ραφαήλ καί Νικόλαε καί Εἰρήνη, τούς ἐν πίστει ὑμῖν προστρέχοντας Ἅγιοι,

ἀπό παντοίων κινδύνων καί νοσημάτων.


Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε,

ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν,

καί ἴασαι, τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις ὑπό τοῦ Ἱερέως

Ἐλέησον ἡμᾶς ὁ Θεὸς...

- Κύριε ἐλέησον (γ’).

.....................

Ὅτι ἐλεήμων...

- Ἀμήν.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάται ἡμῶν, ἀρτίως ἀνεδείχθητε, καί

πᾶσι πιστοῖς, φαινόμενοι παρέχετε, παραδόξοις ὄψεσι, τά αἰτήματα Ἅγιοι πάντοτε· διά

τοῦτο ὑμνοῦμεν ὑμᾶς, σοφέ Ραφαήλ τε καί

Νικόλαε.


Ὠδή δ’. Εἰσακήκοα Κύριε

Ἅγιε τοῦ Θεοῦ…

Νοσημάτων ἀπάλλαξον, πάτερ Ραφαήλ καί

πάσης κακώσεως, ἀοράτῳ ἐπισκέψει σου,

τούς τό σόν φωνοῦντας μέγα ὄνομα.


Ἅγιοι τοῦ Θεοῦ…

Ἐκλυτρούμενοι φάνητε, τῆς τοῦ ἀοράτου ἐχθροῦ ἐπιθέσεως, ὦ Εἰρήνη καί Νικόλαε, τούς εἰλικρινῶς ὑμῖν προστρέχοντας.


Δόξα Πατρί…

Σωτηρίαν αἰτήσασθε, τήν κατά ψυχήν καί

σῶμα τοῖς σπεύδουσι, Ραφαήλ τε καί Νικόλαε, καί Εἰρήνη πᾶσιν ὑμῖν Ἅγιοι.


Καί νῦν…

Τῆς ψυχῆς μου τά τραύματα, ἴασαι Παρθένε

τῇ σῇ χρηστότητι, καί ὑγείαν τήν κατ’ ἄμφω

μοι, καί πταισμάτων αἴτει τήν συγχώρησιν.


Ὠδή ε’. Φώτισον ἡμᾶς

Ἅγιε τοῦ Θεοῦ…

Εἶδόν σε πολλοί, καί χαρᾶς πολλῆς ἐπλήσθησαν· χαροποίησον οὖν πάτερ καί ἡμῶν, τήν

ζωήν λελυπημένην πικραῖς θλίψεσι.


Ἅγιοι τοῦ Θεοῦ…

Ἄκουσον ἡμῶν, τῆς φωνῆς θεῖε Νικόλαε, καί παράσχου ὦ Εἰρήνη θαυμαστή, τῇ ζωῇ ἡμῶν

εἰρήνην ἀστασίαστον.


Δόξα Πατρί…

Θεῖοι ἀθληταί, Ραφαήλ τε καί Νικόλαε, καί

Εἰρήνη τῶν Λεσβίων ἡ χαρά, λυπηρῶν ἡμᾶς,

λυτροῦσθε περιστάσεων.


Καί νῦν…

Λύτρωσαι ἡμᾶς, Θεοτόκε ἀειπάρθενε, μανιώδους τοῦ ἐχθροῦ ἐπιφορᾶς, καθ’ ἡμῶν ἀεί

ὡς λέοντος σφαδάζοντος.


Ὠδή στ’. Τήν δέησιν

Ἅγιε τοῦ Θεοῦ…

Ὁράσεσι, καί πολλαῖς θεωρίαις, τοῖς πιστοῖς

ἐμφανιζόμενος μάκαρ, τῶν κεκρυμμένων τήν

γνῶσιν ἐκφαίνεις, ἀλλά καί νῦν μυστικῶς ἐπιφάνηθι, ὁσιομάρτυς Ραφαήλ, καί παράσχου

ἡμῖν τά αἰτήματα.


Ἅγιοι τοῦ Θεοῦ…

Φανέντες, ὡς ἐξ ἀδύτων τῷ κόσμῳ, ὑπό γῆν χρόνοις πολλοῖς κεκρυμμένοι, τῆς τοῦ Θεοῦ

εὐσπλαγχνίας τόν πλοῦτον, πρεσβευτικῶς

τοῖς ἀνθρώποις παρέχετε, Νικόλαε μάρτυς

στερρέ, καί Εἰρήνη σεμνή καλλιπάρθενε.


Δόξα Πατρί…

Οἱ νέοι, τῆς Ἐκκλησίας φωστῆρες, οἱ ἀθλήσει ἀριστεύσαντες πάλαι, ὁ Ραφαήλ ὁ σοφός θεηγόρος, καί σύν Εἰρήνῃ ὁ θεῖος Νικόλαος, ἐπιστασίαις ταῖς ὑμῶν, τῶν ἐν βίῳ δεινῶν ἡμᾶς

ρύσασθε.


Καί νῦν…

Ρυσθῆναί με, τῶν παθῶν τῆς κακίας, καί ἁπάσης τοῦ ἐχθροῦ κακουργίας, τῇ σῇ εὐδόκησον Κόρη πρεσβείᾳ, πρός τόν Υἱόν καί Θεόν

σου καί Κύριον, καί δίδου μοι ὡς ἀγαθή, μετανοίας σωτήριον δάκρυον.


Διάσωσον, ὦ Ραφαήλ καί Νικόλαε καί Εἰρήνη, τούς ἐν πίστει ὑμῖν προστρέχοντας Ἅγιοι,

ἀπό παντοίων κινδύνων καί νοσημάτων.


Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα,

δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις ὑπό τοῦ Ἱερέως

Ἐλέησον ἡμᾶς ὁ Θεὸς...

- Κύριε ἐλέησον (γ’).

.....................

Ὅτι ἐλεήμων...

- Ἀμήν.


Κοντάκιο. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου

Ὡς ἀντιλήπτορες πάντων θερμότατοι, ὦ Ραφαήλ καί θεόφρον Νικόλαε, ἀεί βοηθεῖτε τοῖς

πάσχουσι, καί τῶν παθῶν τάς ὀδύνας κουφίζετε, ὑμῶν ταχιναῖς ἀντιλήψεσι.


Προκείμενο

Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτοῦ (β’).

Στίχ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτοῦ.


Εὐαγγέλιον

Ὁ Ἱερεὺς: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς

τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

- Κύριε, ἐλέησον (γ').

Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

- Καὶ τῶ Πνεύματί σου.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ Ἀ-

νάγνωσμα. Πρόσχωμεν.

- Δόξα σοί, Κύριε, δόξα σοί.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ

ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ

ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ

προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω

ὑμῖν στόμα καὶ σοφίαν, ἧ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων

καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων· καὶ

θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ

ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ

ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

- Δόξα Σοι, Κύριε, δόξα Σοι.


Δόξα Πατρί… Ἦχος β’

Ταῖς τῶν ἀθλοφόρων, πρεσβείαις ἐλεῆμον,

ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Καί νῦν… Ἦχος β’

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ.: Ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός

σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου

ἐξάλειψον τό ἀνόμημά μου.

Προσόμοιο

Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι

Ἄστρα ὡς νεόφωτα, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἐκ τῆς Λέσβου λάμψαντες, πάντας καταυγάζετε ἐν τοῖς θαύμασι, Ραφαήλ μέγιστε,

σύν τῷ Νικολάῳ, καί Εἰρήνη καλλιπάρθενε,

καί διαλύετε τήν τῶν παθημάτων σκοτόμαιναν, πιστοῖς ἐπιφαινόμενοι, πλήρεις συμπαθείας καί χάριτος· ὅθεν ἐκβοῶμεν· ἐν πάσῃ τῇ

ζωῇ ἡμῶν σοφοί, μή διαλίπητε σκέποντες,

πάσης περιστάσεως.


Ὁ Ἱερεὺς: Σῶσον ὁ Θεός τόν λαόν σου…

- Κύριε ἐλέησον (ιβ’).

Ἐλέει, καὶ οἰκτιρμοῖς...

- Ἀμήν.


Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας

Ἅγιε τοῦ Θεοῦ…

Οἱ τήν σήν κατιδόντες, Ραφαήλ θεοφόρε θέαν οὐράνιον, ἐδέξαντο ἐκ ταύτης, φῶς θείας

εὐφροσύνης· δός κἀμοί οὖν μακάριε, τῆς βοηθείας τῆς σῆς, τάς σωτηρίους δόσεις.


Ἅγιοι τοῦ Θεοῦ…

Ἰατρεύειν τά πάθη, τῶν ψυχῶν καί σωμάτων ἡμῶν μή παύσησθε, Νικόλαε τρισμάκαρ,

καί πάνσεμνε Εἰρήνη, καί διδόναι ἑκάστοτε,

ἀπαλλαγήν τῶν δεινῶν, καί ἀναγκῶν τήν λύσιν.


Δόξα Πατρί…

Γνωρισθέντες τῷ κόσμῳ, ὡς γνωστοί τῷ

Κυρίῳ πάλαι τυγχάνοντες, λαμπρῶς θαυματουργεῖτε, προφθάνοντες ταχέως, Ραφαήλ

καί Νικόλαε, τούς προσιόντας θερμῶς, ὑμῶν

τῇ προστασίᾳ.


Καί νῦν…

Ἐξ ἀχράντου γαστρός σου, προελθών ὁ τῶν ὅλων Θεός καί Κύριος, μορφῇ τῇ ἀνθρωπίνῃ,

προστάτιν σε δεικνύει, παντός κόσμου πανάμωμε· ὅθεν ἐκ πάσης ἡμᾶς, ἀπάλλαξον ἀνάγκης.


Ὠδή η’. Τόν βασιλέα

Ἅγιε τοῦ Θεοῦ…

Ρῶσιν παράσχου, καί τήν κατ’ ἄμφω ὑγείαν,

τοῖς προστρέχουσι τοῖς θείοις σου λειψάνοις,

Ραφαήλ παμμάκαρ, καί σέ ὑμνολογοῦσι.


Ἅγιε τοῦ Θεοῦ…

Ἄλυπον βίον, ἐν ἀληθεῖ εὐπραγίᾳ, καταξίωσον ἡμᾶς πιστῶς ἀνύειν, ταῖς σαῖς ἱκεσίαις,

Νικόλαε θεόφρον.


Δόξα Πατρί…

Σθένος μοι δίδου, ἐν ταῖς τοῦ βίου ἀνάγκαις,

καί παράκλησιν ἐν πάσαις ἀθυμίαις, ὦ τριάς

ἁγία, νεοφανῶν μαρτύρων.


Καί νῦν…

Ἴασαι Κόρη, τήν θλιβομένην ψυχήν μου, καί

θεράπευσον τοῦ σώματος τό ἄλγος, τῇ συμπαθεστάτῃ προνοίᾳ σου Παρθένε.


Ὠδή θ’. Κυρίως Θεοτόκον

Ἅγιε τοῦ Θεοῦ…

Μεγάλων χαρισμάτων κατηξιωμένος, παρά

Χριστοῦ Ραφαήλ ἱερώτατε, μέγας προστάτης

ἐδείχθης ἡμῶν καί στήριγμα.


Ἅγιοι τοῦ Θεοῦ…

Οἱ μάρτυρες Κυρίου, οἱ δεδοξασμένοι, σύν

Νικολάῳ Εἰρήνη θεόνυμφε, τῆς τῶν παθῶν

ἀδοξίας ἡμᾶς λυτρώσασθε.


Δόξα Πατρί…

Ὑψόθεν ἀοράτως, σκέπετε ἀπαύστως, ὦ

Ραφαήλ ἱερέ καί Νικόλαε, σύν τῇ Εἰρήνῃ τούς

πίστει ὑμᾶς γεραίροντας.


Καί νῦν…

Ὑμνοῦμέν σου τήν χάριν, κεχαριτωμένη· ὅτι

ἡμᾶς διασώζεις ἑκάστοτε, καί ἀσφαλῶς κατευθύνεις πρός θεῖον θέλημα.


Τὸ Ἄξιόν ἐστιν καὶ τὰ Μεγαλυνάρια

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν

Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν

Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Χαίροις τῆς Ἰθάκης θεῖος βλαστός, Ραφαήλ

τρισμάκαρ, καί τῆς Λέσβου ὁ ἀρωγός· χαίροις Διακόνων, Νικόλαε λαμπρότης· χαῖρε σεμνή

Εἰρήνη, Χριστοῦ ὀσφράδιον.


Πάλαι ἐναθλήσαντες καρτερῶς, καί ἄρτι

γνωσθέντες, ἐν τῇ Λέσβῳ περιφανῶς, λάμπετε ἐν κόσμῳ, θαυμάτων ἐνεργείαις, εἰς δόξαν τοῦ Κυρίου, ἅγιοι μάρτυρες.


Δόξῃ λαμπρυνόμενοι θεϊκῇ, ὁράσεσι πλείσταις, ἐκκαλύπτετε τοῖς πιστοῖς, ἀγνώστων

πραγμάτων, σαφέστατα τήν γνῶσιν, ὡς θεῖοι

τοῦ Σωτῆρος, ὁσιομάρτυρες.


Χαίρετε τῆς Λέσβου κλέος καινόν, Θερμῆς

πολιοῦχοι, καί τοῦ λόφου τῶν Καρυῶν, Ραφαήλ παμμάκαρ, ὁμοῦ σύν Νικολάῳ, καί τῇ

σεμνῇ Εἰρήνῃ, πυρσοί θεόφωτοι.


Χαίρει κεκτημένη ὡς θησαυρούς, πλουτίζοντας πάντας, ἰαμάτων ταῖς δωρεαῖς, Ραφαήλ

θεόφρον, σύν θείῳ Νικολάῳ, ἡ Λέσβος τά πανέντιμα ὑμῶν λείψανα.


Πάντας τούς προστρέχοντας εὐλαβῶς, ὑμῶν τῇ πρεσβείᾳ, πάσης ρύσασθε συμφορᾶς,

Ραφαήλ Εἰρήνη, ὁμοῦ σύν Νικολάῳ, τήν τῶν

πταισμάτων λύσιν, ἡμῖν αἰτούμενοι.


Ὄντως ἠκολούθησας τῷ Χριστῷ, τήν εὐθεῖαν τρίβον ὑποδείξας ἡμῖν τρανῶς, καί ἤθλησας γενναίως, ἐκχέας τό σόν αἷμα, ὦ Ραφαήλ θεόφρον, πιστῶν διάσωσμα.


Δεομένων πάντων καταφυγή, ἀνεδείχθη

πάλαι ἐν τῇ Λέσβῳ ἡ σή Μονή, ἡμῖν καταλιποῦσα φιλανθρωπίας τύπον, εἰς μίμησιν Κυρίου τοῦ σέ δοξάσαντος.


Ὅτε διηκόνεις ὡς Σεραφείμ, ἐπλούτεις τήν

Χάριν, ὦ Νικόλαε θαυμαστέ, διά τῶν τιμίων

χειρῶν τοῦ Γέροντός σου, καί ὤφθης ἐν ἀθλήσει αὐτοῦ συμμέτοχος.


Νηπιόθεν ἔδραμες πρός Χριστόν, ποδηγέτην σχοῦσα Ραφαήλ τόν ἱερουργόν, καί τελειοτάτη θυσία προσηνέχθης, πυρί ἀναλωθεῖσα,

Εἰρήνη πάνσεμνε.


Χαίροις Ὀλυμπία νύμφη Χριστοῦ, ὁσιομαρτύρων ἰσοστάσιος ἐν παντί· χαίροις μέν ἡ πάλαι ἀθλήσασα νομίμως, ἀρτίως δέ γνωσθεῖσα, Θεοῦ εἰς αἴνεσιν.


Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Ἄνναν τήν ἁγίαν τήν προμήτορα τοῦ Χριστοῦ, τήν ἀξιωθεῖσαν γεννῆσαι τήν Παρθένον, τήν μόνην

Θεοτόκον καί παναμώμητον.


Μέγας ἐν ἀθλήσει ἀναδειχθείς, ὡς τροπαιοφόρος καί ἐν θαύμασιν εὐκλεής, μέγας ἀντιλήπτωρ τῆς Ἐκκλησίας ὤφθης, Γεώργιε παμμάκαρ, μαρτύρων καύχημα.

Πατέρα λιποῦσα τόν δυσσεβῆ, θυγάτηρ ἐδείχθης Βασιλέως τῶν οὐρανῶν, ὑπέρ οὗ

προθύμως ἀθλήσασα, Βαρβάρα, λυτροῦσαι

πάσης νόσου τούς προσιόντας σοι.


Σύμμορφοι ἐν ἄθλοις τοῖς ἱεροῖς, Εὐστράτιε

μάκαρ καί Αὐξέντιε ἱερέ, σύν τῷ Εὐγενίῳ,

Μαρδάριε, Ὀρέστα, ἡμᾶς ἐν ὁμονοίᾳ διατηρήσατε.


Τόν ἐν ἀθλοφόροις ἱερουργόν, καί ἐν ἱερεῦσιν ἱερώτατον ἀθλητήν, τόν θαυμάτων ρεῖθρα πηγάζοντα ἐν κόσμῳ, τόν μέγαν Χαραλάμπην ὕμνοις τιμήσωμεν.


Τῆς ἐλευθερίας τῆς ἐν Χριστῷ, τοῖς δεδουλωμένοις χρηματίσας μυσταγωγός, κληρονόμος ὤφθης Σιών τῆς ἐλευθέρας, ἀθλήσας, Ἐλευθέριε, ὡς ἀσώματος.


Ὤφθης ὑποτύπωσις καί κανών, θεοφόρε

Σάββα ὡς τοῦ Πνεύματος θησαυρός, ὁσίων

Πατέρων, ἰθύνων καί ρυθμίζων, πρός γνῶσιν

εὐσεβείας τούς πειθομένους σοι.


Λουτρακίου στέφανος καί τιμή, τῆς ὑδρωπικίας καί καρκίνου θεραπευτά, Πατάπιε θεόφρον, τῶν Γερανείων δόξα, πρέσβευε τῷ Κυρίῳ ὑπέρ τῶν δούλων σου.


Δίδου Γουμενίσσῃ τῇ εὐσεβεῖ, τῇ πιστῶς τιμώσῃ τήν εἰκόνα σου τήν σεπτήν, πᾶσαν εὐπραγίαν, εἰρήνην καί ὑγείαν, ὡς ταύτης προστασία, Κόρη παντάνασσα.


Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε

Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,

εἰς τό σωθῆναι ἡμᾶς.


Τρισάγιον

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ’).

Δόξα... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε

ἐλέησον.

Δόξα Πατρὶ... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω

τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί

τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς

ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν

ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστὶν...

- Ἀμήν.

Ἀπολυτίκια

Ἦχος δ’. Ταχύ προκατάλαβε

Ἐν Λέσβῳ ἀθλήσαντες ὑπέρ Χριστοῦ τοῦ Θεοῦ, αὐτήν ἡγιάσατε τῇ τῶν λειψάνων ὑμῶν

εὑρέσει, μακάριοι. Ὅθεν ὑμᾶς τιμῶμεν, Ραφαήλ θεοφόρε, ἅμα σύν Νικολάῳ καί παρθένῳ

Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας καί πρέσβεις πρός Κύριον.


Ἦχος γ’. Τήν ὡραιότητα

Λυχνία τρίφωτος Χριστοῦ ἐδείχθητε, ἅγιοι

Μάρτυρες, Λέσβου τό καύχημα, τήν Ἐκκλησίαν ταῖς αὐγαῖς φαιδρύνοντες τῶν θαυμάτων, Ραφαήλ παμμέγιστε, ἱερέων εὐπρέπεια,

ἔνδοξε Νικόλαε, διακονίας κειμήλιον, καί ρόδον παρθενίας Εἰρήνη· ὅθεν ὑμᾶς ἀνευφημοῦμεν.


Ἦχος α’. Τῆς ἐρήμου πολίτης

Τῶν συνόρων προμάχους, Γουμενίσσης

προπύργια, καί μονῆς τῆς Γρίβας προστάτας

οὐρανίους κεκτήμεθα, τόν θεῖον Ραφαήλ σύν

τῇ σεμνῇ Εἰρήνῃ καί Νικόλαον ὁμοῦ, ἐπομβρίζοντας θαυμάτων τάς δωρεάς τοῖς ὀρθοδόξως μέλπουσι· δόξα τῷ εὐδοκήσαντι ὑμῖν, δόξα τῷ ἐνισχύσαντι, δόξα τῷ χαριτώσαντι ὑμᾶς καί καθαγιάσαντι.


Ἦχος α’. Τῆς ἐρήμου πολίτης

Τῆς Ἰθάκης τόν γόνον καί τῆς Λέσβου τό

καύχημα, ὁσιομαρτύρων τήν δόξαν, Ραφαήλ

εὐφημήσωμεν· ἀρτίως γάρ ἡμῖν φανερωθείς,

ἰάματα πηγάζει τοῖς πιστοῖς, καί κατ’ ὄναρ

καί καθ’ ὕπαρ ὑπερφυῶς ὀπτάνεται τοῖς κράζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ

σέ θαυμαστώσαντι, δόξα τῷ ἐκπληροῦντι διά

σοῦ ἡμῶν τά αἰτήματα.


Ἦχος δ’. Ταχύ προκατάλαβε

Τοῦ θείου λειψάνου σου τῇ ἀνευρέσει, σοφέ,

ἡ Λέσβος πεπλήρωται τῆς ἐκ Θεοῦ δαψιλῶς

δοθείσης σοι Χάριτος· σύ γάρ ὁσιομάρτυς,

Ραφαήλ, παραδόξως φαίνει πλείστοις ἀνθρώποις καί ἰάσεις παρέχεις, διό τοῖς θαυμασίοις

σου πιστοί εὐφραινόμεθα.


Ἦχος γ’. Μέγαν εὕρατο

Κρίνον εὔοσμον τοῦ Παρακλήτου, κλέος ἔνθεον Θερμῆς τῆς Λέσβου ἀναδέδειξαι, Εἰρήνη

καλλιπάρθενε, δύο καί δέκα ἐτῶν ἐμαρτύρησας καί ἐπ᾿ ἐσχάτων τῷ κόσμῳ ἐξέλαμψας,

νύμφη πάναγνε, λιταῖς σου θείαις εἰρήνευσον

τούς πόθῳ μεγαλύνοντας τούς ἄθλους σου.

Ἐκτενής Δέησις καί Ἀπόλυσις ὑπό τοῦ Ἱερέως

Ἐλέησον ἡμᾶς ὁ Θεὸς...

- Κύριε ἐλέησον (γ’).

.....................

Ὅτι ἐλεήμων...

- Ἀμήν.

Δόξα σοι ὁ Θεός...

Χριστὸς ὁ ἀληθινὸς Θεὸς...

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου

Πάντας τούς ἐν πίστει ἀκλινεῖ, τοῖς ὑμῶν ἁγίοις λειψάνοις, φοιτῶντας Ἅγιοι, καί πρός

τήν ἀντίληψιν, τήν ὀξυτάτην ὑμῶν, ἀφορῶντας ἑκάστοτε, Ραφαήλ τρισμάκαρ, Εἰρήνη καί

Νικόλαε, θαυματουργοί θαυμαστοί, πάσης ἐπηρείας καί βλάβης, λύπης καί πικρῶν νοσημάτων, ρύσασθε ὑμῶν τῇ θείᾳ χάριτι.


Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.


Τήν πᾶσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπό τήν σκέπην

σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν…

Ἀμήν.

Πηγή Ιερά Μητρόπολις Γουμενίσσης, Αξιουπόλεως και Πολυκάστρου.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ: 7997 - Όταν ο Ηγούμενος της Ιεράς Μονής Δοχειαρίου Γέροντας Γρηγόριος συνάντησε τον παπα Τύχωνα τον Ρώσο στο κελλί του

  Ὡρισμένοι ἄνθρωποι εἶναι μόνον νὰ τοὺς βλέπουμε, ἀλλὰ να μὴν τοὺς ἀκοῦμε. Καὶ ἄλλοι μόνον νὰ τοὺς ἀκοῦμε, ἀλλὰ νὰ μὴν τοὺς βλέπουμε. Σπάνιοι αὐτοὶ ποὺ συνδυάζουν καὶ τὰ δυό: καὶ νὰ τοὺς βλέπουμε καὶ νὰ τοὺς ἀκοῦμε. Ἕνας ἀπὸ αὐτοὺς ἦταν ὁ μακαριστὸς Γέροντας Τύχων ὁ Ῥῶσος. Ἦταν σχετικὰ ὑψίκορμος ἄνδρας, μὲ μακριὰ γενειάδα, ποὺ τὴν εἶχε πάντοτε δεμένη κόμπο, γιὰ νὰ εἶναι πιὸ ἄνετος στὴν διακονία, καὶ δασιὰ φρύδια, ποὺ τοῦ σκέπαζαν τὸ ἥμισυ τῶν μεγάλων του ὀφθαλμῶν. Στὶς ἀρχὲς Ἰουλίου τοῦ 1967 ἔνας ταπεινὸς λευΐτης μᾶς ὡδήγησε στὴν Καλύβα τοῦ Γέροντος Τύχωνος. Ἦταν τὸ Κελλί του ἀληθινὸ ἀσκητήριο, κρυμμένο μέσα στὰ ἀδιαπέραστα δάση καὶ φυλλώματα τοῦ κατάσκιου Ἁγίου Ὄρους. Προσιτὸ μόνο σ’ αὐτοὺς ποὺ γνώριζαν. Ἤτανε στὴν κυριολεξία Καλύβα ἀπέριττη, ποὺ ἔδειχνε περισσότερο ἐρειπωμένη παρὰ κατοικημένη. Κρούσαμε τὴν θύρα βαστάζοντας τὴν ἀναπνοή μας. «Τί λογῆς ἀσκητὴς εἶναι αὐτός, ποὺ ἔπρεπε νὰ διανύσουμε τόσο δρόμο, γιὰ νὰ πάρουμε τὴν εὐχή του;» Ἄνοιξε ἡ πόρτα καὶ φάνηκε μία μεγαλοπρεπὴς ...

Κυριακὴ τῆς Σαμαρείτιδος (Ἁγίας Φωτεινής)

  Ὅλη αὐτὴ τὴ περίοδο ποὺ διανύουμε τώρα, ἐπεκτεινομένη σὲ πενήντα μέρες, ἑορτάζομε τὴν ἀπὸ τοὺς νεκροὺς ἀνάσταση τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτήρα μας Ἰησοῦ Χριστοῦ, δεικνύοντας μὲ αὐτὴ τὴν παράταση τὴν ὑπεροχὴ τῆς ἀπέναντι στὶς ἄλλες ἑορτές. Πραγματικὰ ὅλοι ὅσοι ἀναστήθηκαν ἀπὸ τοὺς νεκροὺς ἀναστήθηκαν ἀπὸ ἄλλους καί, ἀφοῦ πέθαναν πάλι, ἐπέστρεψαν στὴ γῆ. Ὁ δὲ Χριστός, ἀφοῦ ἀναστήθηκε ἀπὸ τοὺς νεκρούς, δὲν κυριεύεται πλέον καθόλου ἀπὸ τὸ θάνατο, γιατί δὲν ἐπέστρεψε πάλι στὴ γῆ, ἀλλὰ ἀνέβηκε στὸν οὐρανό, καθιστώντας τὸ φύραμά μας ποὺ εἶχε λάβει ὁμόθρονο μὲ τὸ Πατέρα ὡς ὁμόθεο. Εἶναι ὁ μόνος ποὺ ἔγινε ἀρχὴ τῆς μελλοντικῆς ἀναστάσεως ὅλων καὶ πρωτότοκος ἀπὸ τοὺς νεκροὺς καὶ πατέρας τοῦ μέλλοντος αἰῶνος. Καὶ ὅπως ὅλοι ἁμαρτωλοὶ καὶ δίκαιοι, πεθαίνουν στὸν Ἀδάμ, ἔτσι στὸ Χριστὸ θὰ ζωοποιηθοῦν ὅλοι, ἁμαρτωλοὶ καὶ δίκαιοι, ἀλλὰ ὁ καθένας στὴ τάξη του. Ὅταν καταργήσει κάθε ἀρχὴ καὶ ἐξουσία καὶ δύναμη καὶ θέσει ὅλους τους ἐχθρούς του κάτω ἀπὸ τὰ πόδια του, τελευταῖος ἐχθρὸς ποὺ θὰ καταργηθεῖ...

ΑΦΙΕΡΩΜΑ: Ο Άγιος Παΐσιος και οι νέοι Αγιορείτες Άγιοι της Εκκλησίας μας, Παπά – Τύχων και Χατζηγεώργης

  Πνευματική χαρά σκόρπισε στην Αθωνική Πολιτεία αλλά και σε όλο τον Ορθόδοξο κόσμο η αναγγελία της αναγραφής στις Αγιολογικές Δέλτους δύο μεγάλων ασκητικών μορφών του αγιορείτικου μοναχισμού, οι οποίοι, από την “έρημο της ησυχίας”, πλέον βρίσκονται στις τάξεις των Αγίων της Εκκλησίας μας.  Πρόκειται για τον Παπά – Τύχωνα, τον πνευματικό και τον Γεώργιο Χατζηγεώργη, τον αγιορείτη ασκητή του 19ου αιώνα με καταγωγή από την Καππαδοκία. Δύο ακόμη αγιοκατατάξεις επί των ημερών της Πατριαρχίας του Οικουμενικού Πατριάρχη κ.κ. Βαρθολομαίου Α’ ο οποίος – στα 35 έτη της Πρωθιεραρχικής του διακονίας στην Πρωτόθρονη Εκκλησία της Κωνσταντινουπόλεως – έχει ταυτίσει το όνομά του με αγιοκατατάξεις μεγάλων σύγχρονων Αγίων της εποχής μας. Εκτός από το προσωνύμιο του “πράσινου Πατριάρχη” δικαίως λαμβάνει και το προσωνύμιο του “αγιόφιλου Πατριάρχη”. Οι δύο νέοι Άγιοι της Εκκλησίας μας συνδέονται ωστόσο στενά και με έναν άλλο σύγχρονο Άγιο, τον Παΐσιο τον Αγιορείτη. Ο νέων Όσιος Τύχων υπήρξε πνευμ...

Ὁ Ἅγιος Μύρων ὁ Νεομάρτυρας ἀπὸ τὸ Ἡράκλειο Κρήτης 20 Μαρτίου

  Ὁ Ἅγιος Νεομάρτυς Μύρων καταγόταν ἀπὸ τὸ Μεγάλο Κάστρο τῆς Κρήτης, τὸ σημερινὸ Ἡράκλειο καὶ γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς. Ὁ πατέρας του ὀνομαζόταν Δημήτριος καὶ ἦταν δίκαιος καὶ ἐνάρετος ἄνθρωπος. Ὁ Ἅγιος ἦταν σεμνὸς καὶ σώφρων καὶ ἀγαποῦσε ὑπερβολικὰ τὴν παρθενία καὶ τὴν ἄσκηση. Ἐργαζόμενος ὡς ράπτης στὸ Ἡράκλειο συκοφαντήθηκε ἀπὸ τοὺς Τούρκους, οἱ ὁποῖοι τὸν φθονοῦσαν, ὅτι δῆθεν ἀποπλάνησε μία Τουρκοπούλα. Στὸ δικαστήριο ὁ Ἅγιος ἀπέρριψε ἀπολογούμενος τὴ συκοφαντία, ἀλλὰ ἐτέθη σὲ αὐτὸν δίλημμα τοῦ ἐξισλαμισμοῦ ἢ τοῦ θανάτου. Ὁ Μάρτυρας Μύρων ἀποκρίθηκε μὲ παρρησία ὅτι δὲν ἀρνεῖται τὴν πίστη του, ἀλλὰ εἶναι ἕτοιμος νὰ ὑποστεῖ κάθε βασανιστήριο γιὰ τὴν ἀγάπη τοῦ Χριστοῦ, καθ’ ὅσον γεννήθηκε Χριστιανὸς καὶ Χριστιανὸς θέλει νὰ πεθάνει. Γιὰ τὸν λόγο αὐτὸ τὸν χτύπησαν ἀνηλεῶς καὶ τὸν ἔριξαν στὴ φυλακή. Ὅταν τὸν ἔβγαλαν ἀπὸ αὐτή, τὸν ὁδήγησαν καὶ πάλι ἐνώπιον τοῦ κριτοῦ, ὅπου ὁ Ἅγιος ἐπαναλάμβανε συνεχῶς ὅτι θέλει νὰ πεθάνει ὡς Χριστιανός. Ἔτσι καταδικάσθηκε στὸν διὰ ἀγ...

Εὕρεσις Τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννη 24 Φεβρουαρίου

  Ὅταν ἀποκεφαλίσθηκε ἀπὸ τὸν Ἡρώδη, ὁ Ἅγιος Ἰωάννης ὁ Πρόδρομος, ἡ τίμια κεφαλὴ αὐτοῦ τοποθετήθηκε μέσα σὲ ἀγγεῖο ἀπὸ ὄστρακο καὶ κρύφθηκε στὴν οἰκία τοῦ Ἡρώδη. Μετὰ ἀπὸ πολλὰ χρόνια, ὁ Ἅγιος Ἰωάννης φανερώθηκε στὸ ὄνειρο δύο μοναχῶν, οἱ ὁποῖοι εἶχαν ἀναχωρήσει γιὰ τὰ Ἱεροσόλυμα μὲ σκοπὸ νὰ προσκυνήσουν τὸν τάφο τοῦ Κυρίου, ἀγγέλλοντας σὲ αὐτούς, ποῦ βρίσκεται ἡ τίμια κεφαλή του. Καὶ ἐκεῖνοι, ἀφοῦ τὴν βρῆκαν, τὴν εἶχαν μὲ τιμές. Ἀπὸ αὐτοὺς τὴν παρέλαβε κάποιος κεραμεὺς καὶ τὴν μετέφερε στὴν πόλη τῶν Ἐμεσηνῶν. Ὅταν ὅμως πέθανε, τὴν κληροδότησε στὴν ἀδελφή του. Καὶ ἀπὸ τότε διαδοχικὰ περιῆλθε σὲ πολλούς, γιὰ νὰ καταλήξει στὰ χέρια κάποιου ἱερομονάχου ἀρειανοῦ ποὺ ὀνομαζόταν Εὐστάθιος καὶ φύλαξε τὴν τίμια κάρα σὲ σπήλαιο. Ἀπὸ ἐκεῖ μεταφέρθηκε, ἐπὶ Οὐάλεντος (364 – 378 μ.Χ.), στὸ Παντείχιον τῆς Βιθυνίας μέχρι ποὺ ὁ Θεοδόσιος ὁ Μέγας (379 – 395 μ.Χ.) ἀνεκόμισε αὐτὴ στὸ Ἕβδομο τῆς Κωνσταντινουπόλεως, ὅπου ἀνήγειρε μέγα καὶ περικαλλέστατο ναό. Βέβαια περὶ τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς ...

Ἡ Ἁγία Ἀναστασία ἡ Πατρικία 10 Μαρτίου

  Ἡ Ἁγία Ἀναστασία ἔζησε στὴν Κωνσταντινούπολη κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ τοῦ Μεγάλου (527 – 565 μ.Χ.) καὶ καταγόταν ἀπὸ πλούσιους καὶ εὐγενεῖς γονεῖς. Ἦταν πρώτη Πατρικία τοῦ βασιλέως καὶ φοβούμενη τὸν Θεό. Οἱ ἀρετές της κίνησαν σὲ φθόνο τὴν βασίλισσα καὶ ἔτσι ἡ Ἁγία ἀναγκάστηκε νὰ παραλάβει μέρος τῆς περιουσίας της καὶ νὰ καταφύγει στὴν Ἀλεξάνδρεια, ὅπου ἔκτισε στὴν θέση ποὺ καλεῖται Πέμπτον μονή, ἡ ὁποία ὀνομάστηκε καὶ τῆς Πατρικίας καὶ ζοῦσε ἀσκητικά. Ὅταν πληροφορήθηκε ὅτι ὁ αὐτοκράτορας Ἰουστινιανὸς τὴν ἀναζητεῖ, ἐγκατέλειψε τὴν μονὴ καὶ προσῆλθε στὴν σκήτη τοῦ ἀββᾶ Δανιήλ, στὸν ὁποῖο ἐμπιστεύθηκε τὰ κατ’ αὐτήν. Ὁ ἀββᾶς τὴν ἔνδυσε μὲ ἀνδρικὰ ἐνδύματα καὶ τὴν μετονόμασε σὲ Ἀναστάσιο. Ὅρισε δὲ καὶ ἕναν ἀπὸ τοὺς ὑποτακτικοὺς τῆς σκήτης, γιὰ νὰ προσκομίζει σὲ αὐτὴν τὰ ἀπαραίτητα, ἔτσι ὥστε νὰ μὴν ἐξέρχεται ἀπὸ τὸ σπήλαιο μέσα στὸ ὁποῖο ἀσκήτευε. Ἐκεῖ ἡ Ἁγία Ἀναστασία παρέμεινε κλεισμένη ἐπὶ εἴκοσι ὀκτὼ ὁλόκληρα χρόνια. Ὅταν προεῖδε τὸ τέλος της, προσκάλεσε τὸν...

Οἱ Ἅγιοι Πάντες

  Πραγματικὰ εἶναι θαυμαστὸς ὁ Θεὸς μέσα στοὺς ἁγίους του. Γιατί ὅταν κανεὶς ἀναλογισθεῖ τοὺς ὑπερφυσικοὺς ἀγῶνες τῶν μαρτύρων, πὼς μὲ ἀσθενὴ σάρκα καταντρόπιασαν τὸν ἰσχυρὸ στὴ κακία, πὼς ἔμειναν ἀναίσθητοι στὶς ὀδύνες καὶ στὰ τραύματα, καθὼς ἀγωνίζονταν μὲ σώματα πρὸς φωτιά, πρὸς τὸ ξίφος, πρὸς ποικίλα καὶ θανατηφόρα εἴδη βασάνων καὶ ἀντιπαρατάσσονταν μὲ καρτερία, ἐνῶ τοὺς ἔκοβαν τὶς σάρκες, τοὺς διάλυαν τοὺς ἁρμοὺς καὶ τοὺς συνέτριβαν τὰ ὀστά, ὅμως διαφύλαξαν τὴν ὁμολογία τῆς πίστεως στὸ Χριστὸ σώα καὶ ἀδιάσπαστη, ἀκεραία καὶ ἀκλόνητη, ποὺ γι’ αὐτὸ τοὺς χαρίσθηκε καὶ ἡ ἀναντίρρητη σοφία τοῦ Πνεύματος καὶ ἡ δύναμη τῶν θαυμάτων. Ὅταν κανεὶς ἀναλογισθεῖ ἐπίσης τὴν ὑπομονὴ τῶν ὁσίων, πὼς ὑπέφεραν μὲ τὴ θέλησή τους σὰν ἀσώματοι τὶς πολυήμερες ἀσιτίες, τὶς ἀγρυπνίες, τὶς ἄλλες ποικίλες κακώσεις τοῦ σώματος, καὶ ἀντιτάχθηκαν ἕως τὸ τέλος πρὸς τὰ πονηρὰ πάθη, πρὸς τὰ τόσα εἴδη ἁμαρτίας, πρὸς τὸν ἐσωτερικό μας ἀόρατο πόλεμο, πρὸς τὶς ἀρχὲς καὶ ἐξουσίες, ἐνῶ ἔλειωναν καὶ ἀχρηστεύονταν ἐξω...

Οἱ Ἁγίες Ὀλυμπία καὶ Εὐφροσύνη οἱ Ὁσιομάρτυρες 11 Μαΐου

  Οἱ Ὁσίες Ὀλυμπία ἢ Ὀλυμπιὰς καὶ Εὐφροσύνη ἔζησαν τὸν 13ο αἰώνα μ.Χ. Ἡ Ἁγία Ὀλυμπία γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς, οἱ ὁποῖοι κατάγονταν ἀπὸ τὴν Κωνσταντινούπολη. Ὁ πατέρας της ἦταν ἱερέας καὶ ἡ μητέρα της θυγατέρα ἱερέως. Ἡ οἰκογένεια τῆς Ἁγίας ἔφυγε ἀπὸ τὴν Κωνσταντινούπολη καὶ κατοίκησε στὴν Πελοπόννησο. Σὲ ἡλικία δέκα ἐτῶν ἡ Ὀλυμπία ἔχασε τοὺς γονεῖς της καὶ οἱ οἰκεῖοι της τὴν ἔστειλαν στὴ μονὴ τῶν Καρυῶν τῆς Θέρμης Λέσβου, τὴ σημερινὴ μονὴ τοῦ Ἁγίου Ραφαήλ, στὴν ὁποία ἦταν ἡγούμενη ἡ θεία της, μοναχὴ Δωροθέα. Ἐκεῖ, σὲ ἡλικία δεκαεννέα ἐτῶν ἡ Ἁγία ἐκάρη μοναχὴ καὶ σὲ ἡλικία εἰκοσιπέντε ἐτῶν, ὅταν ἡ θεία της πέθανε, ἔγινε ἡγουμένη. Μετὰ παρέλευση δέκα ἐτῶν, τὸ 1235, πειρατὲς ἐπιτέθηκαν κατὰ τῆς μονῆς. Οἱ μοναχὲς διασκορπίσθηκαν καὶ ὅσες δὲν πρόλαβαν νὰ φύγουν, τὶς κακοποίησαν. Ἡ ἡγουμένη Ὀλυμπία καὶ ἡ μοναχὴ Εὐφροσύνη βασανίσθηκαν ἀνηλεῶς. Τὴν Εὐφροσύνη, ἀφοῦ τὴν κρέμασαν σὲ δένδρο, τὴν ἔκαψαν. Τὴν Ὀλυμπία τὴν ἔκαψαν σὲ ὅλο τὸ σῶμα μὲ λαμπάδες, διαπέρασαν τὰ αὐτιά ...

Ὁ Ὅσιος Ἱερομόναχος Ἄνθιμος Ἀγιαννανίτης (†1913 – 28 Ἰουνίου 1996)

 Ὁ Ὅσιος Ἱερομόναχος Ἄνθιμος Ἀγιαννανίτης (†1913 – 28 Ἰουνίου 1996) Ἑορτάζει στὶς 28 Ἰουνίου. Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας Πίστεως.  «Τόν ἐν Ἄθωνι ὀφθέντα ἄρτι διαυγέστατον χαρίτων σκεῦος καί ἀστέρα εὐσεβείας νεόφωτον πανευλαβῶς εὐφημήσωμεν Ἄνθιμον ὡς ἀγωγῆς καθαρᾶς ἄνθος ἥδιστον πόθω κράζοντες· χορείας ἀγγέλων σύσκηνε, Χριστόν ὑπὲρ ἡμῶν δυσώπει πάντοτε.» Ὁ μητροπολίτης Φθιώτιδος Νικόλαος γράφει περὶ τοῦ ἀειμνήστου Γέροντος: «Ὁ Γέροντας Ἄνθιμος Ἀγιαννανίτης ἦταν ἀπὸ τοὺς τελευταίους παλαιοὺς Ἁγιορεῖτες, ποὺ στὸ πρόσωπό του συγκέντρωσε τὴν αὐστηρότητα τῆς ἀσκήσεως, τὴν ἐμμονὴ στὴ μοναχικὴ παράδοση καὶ τὴν ἀπαρέγκλιτη τήρηση τῆς ἐκκλησιαστικῆς τάξεως. Ἦταν ὁ ἐκφραστὴς τοῦ γνησίου Ἁγιορείτικού μοναχικοῦ πνεύματος...». Κατὰ κόσμον ὀνομαζόταν Κωνσταντῖνος Ζαφειρόπουλος τοῦ Χαραλάμπους καὶ τῆς Βασιλικῆς. Γεννήθηκε στὸ χωριὸ Καλλιάνοι τῆς Κορινθίας τὸ 1913. Μόλις πέντε ἐτῶν ἔμεινε ὀρφανὸς καὶ ἀπὸ τοὺς δύο γονεῖς. Φλεγόμενος ἀπὸ τὸν πόθο τῆς μοναχικῆς ἀφιερώσεως ἀναχώρησε γιὰ τὸ Ἅγιον ...

"Τό στάδιον τῶν ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε." Αρχιμ. Πορφύριος Αγγελάκης

  Η Ιερά Μητρόπολη Κυδωνίας και Αποκορώνου, στο πλαίσιο της πνευματικής προετοιμασίας για το Άγιο Πάσχα και της διαρκούς ποιμαντικής της μέριμνας, πραγματοποίησε την Κυριακή της Τυρινής, 22 Φεβρουαρίου, τον πρώτο Κατανυκτικό Εσπερινό της Συγγνώμης, σηματοδοτώντας την είσοδο στο «στάδιο των αρετών». Η ακολουθία τελέστηκε στον Ιερό Ναό Αγίου Παντελεήμονος Αμπεριάς, μέσα σε κλίμα σαρακοστιανής κατάνυξης με τη συμμετοχή πλήθους πιστών που προσήλθαν για να προσευχηθούν και αλληλοσυγχωρεθούν  και να ξεκινήσουν τον πνευματικό αγώνα της Αγίας και Μεγάλης Τεσσαρακοστής. Μετά το πέρας του Εσπερινού, ο Πανοσιολογιώτατος Αρχιμανδρίτης Πορφύριος Αγγελάκης, Προϊστάμενος του Ιερού Καθεδρικού Ναού Αγίας Φωτεινής Ιεράπετρας της Ιερά Μητρόπολη Ιεραπύτνης και Σητείας, ανέπτυξε το θέμα: «ΤΟ ΣΤΑΔΙΟΝ ΤΩΝ ΑΡΕΤΩΝ ΗΝΕΩΚΤΑΙ· ΟΙ ΒΟΥΛΟΜΕΝΟΙ ΑΘΛΗΣΑΙ ΕΙΣΕΛΘΕΤΕ», προσφέροντας πνευματικά ερεθίσματα και ουσιαστικές παραινέσεις για την πορεία της νηστείας και του αγώνα των αρετών. Η Πνευματική εσπερίδα αποτέλε...