Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικὸς Κανῶν Ἁγίων Νεομαρτύρων Ἰσιδώρου, Γεωργίου καὶ Εἰρήνης των ἐν Κρήτῃ

  Παρακλητικός Κανών Νεομαρτύρων ΙΣΙΔΩΡΟΥ, ΓΕΩΡΓΙΟΥ καί ΕΙΡΗΝΗΣ ἐν Κρήτῃ, Ἰω. Παναγοπούλου


Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ΄ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα τά Τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Χαριτοβρύτοις τῶν Ἁγίων λειψάνοις, Ἱερομάρτυρος κλεινοῦ Ἰσιδώρου, καὶ Γεωργίου μάκαρος Εἰρήνης σεμνῆς, δεῦτε προσπλάσωμεν, εὐλαβῶς προσκυνοῦντες, χάριν τε καὶ ἔλεος ἐξ αὐτῶν ἐκζητοῦντες, καὶ ἐν κινδύνοις θείαν ἀρωγήν, ἵνα βοῶμεν· τριὰς χαῖρε πάντιμε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50)  Ψαλμός.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἰσίδωρε, βοήθει μοι, ἱκετηρίως κράζω. Ἰω.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰσίδωρε κράζω βοήθει μοι, καὶ ἱκετηρίως, ἀναπέμπω σμικρὰν ᾠδήν, ὅπως μὲ λυτρώσῃς μυστολέκτα, ἐκ τῶν παθῶν καὶ δεινῶν ἐν οἷς πέπτωκα.
Στυγνάζω τὴν ὄψιν καὶ κατηφῶ, ἐκ τῆς ψυχολέθρου, ῥαθυμίας· διὸ βοῶ· τὴν παραμυθίαν δώρησαί μοι, καὶ ψυχικὴν εὐρωστίαν Ἰσίδωρε.
Ἰάσεων χείμαῤῥον κρουνηδόν, τὸ σεπτόν σου σκῆνος, ἀναβρύει ξενοπρεπῶς· διὸ εὐλαβῶς αὐτῷ προσπίπτω, καὶ ἀρωγήν σου αἰτοῦμαι Ἰσίδωρε.
Θεοτοκίον.
Δυνάμεων Θρόνων καὶ Χερουβείμ, Σεραφεὶμ Ἀγγέλων, Ἀρχαγγέλων Ἐξουσιῶν, τῶν Κυριοτήτων καὶ Ἀρχῶν τε, τιμιωτέραν Ἁγνὴν μεγαλύνομεν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὠτειλὴν τῆς ψυχῆς μου καὶ τὴν δεινὴν κάκωσιν, τῇ θαυματουργῷ σου πρεσβείᾳ, τάχα θεράπευσον, ὅτι πελάζεις δισσῶς, ὡς Ἱερεὺς καὶ ὡς Μάρτυς, τῷ Χριστῷ μακάριε, Πάτερ Ἰσίδωρε.
Ῥυπαρίαν παθῶν μου καὶ λογισμῶν βλάσφημον, μὲ καταποντίζει εἰς λάκκον, πάλιν κολάσεως· διὸ τὴν χεῖρα τὴν σήν, ὡς συμπαθὴς ἔκτεινόν μοι, καὶ εἰς φῶς ἀνάγαγε, Μάρτυς ἱκέτην σου.
Εἰρηναία σου κλῆσις νύμφη Χριστοῦ πάνσεμνε, ἐν τῇ Ἐκκλησίᾳ μηνύει, τὸν πολυπόθητον, τοῦ Παρακλήτου καρπόν, κατὰ τὸν Παῦλον εἰρήνην, ἣν ποθῷ δοθῆναί μοι, Μάρτυς πρεσβείαις σου.
Θεοτοκίον.
Βιοτεύων ἀσώτως τὰς ἐντολὰς Δέσποινα, τοῦ Εὐαγγελίου ὁ τάλας, πᾶσας ἠγνόησα· διὸ λιτάς Σου αἰτῶ, τὰς μητρικὰς πρὸς Υἱόν Σου, τοῦ λοιποῦ πορεύεσθαι, τρίβον σωτήριον.

Διάσωσον, Ἱερομάρτυς Ἰσίδωρε σὺν τοῖς τέκνοις, τοὺς ἐν πίστει ὑμῖν προστρέχοντας Ἅγιε, ἀπὸ παντοίων, κινδύνων καὶ νοσημάτων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Μαρτύρων Χριστοῦ, τρισάριθμον παράταξιν, τῆς Κρήτης βλαστούς, ἐνθέως μακαρίζομεν, ἐξ αὐτῶν αἰτούμενοι, ταχινὴν ἀντίληψιν κράζοντες· μὴ ἐπιλάθου πάντιμε τριάς, τῶν πίστει καὶ πόθῳ γεραιρόντων σε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Οἰκοφθόρως ἐβίωσα, καὶ περιουσίαν μου ἐδαπάνησα· διὸ ἔλεος προσέρχομαι, ἐκζητῆσαι Μάρτυς εἰς τὸν οἶκόν σου.
Ἡδυπάθειαν σώματος, καὶ ψυχῆς Ἰσίδωρε τὸ ἀκόλαστον, νῦν χαλίνωσον ἱκέτου σου, ταῖς ἡνίαις θείων χαρισμάτων σου.
Θεοσέπτωρ Ἰσίδωρε, μετὰ τῶν τεκνίων σου Χριστῷ πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν, πάντων τῶν ὐμνούντων τὰ σὰ θαύματα.
Θεοτοκίον.
Ἐξεφαίδρυνας ἄνθρωπον, τῇ σεπτῇ γεννήσει Σου Ἀπειρόγαμε, ἀλλ’ ὡς ἄσωτος ἐῤῥύπωσα, τῆς ψυχῆς στολὴν τὴν θεοΰφαντον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴσχυσον ψυχή, ταῖς λιταῖς Ἱερομάρτυρος, καὶ ταῖς πρεσβείαις παίδων θεοφιλῶν, καὶ ἀγωνίζου πλουτοῦσα, τούτους ὡς πάτρωνας.
Μύρον κενωθέν, ἐκ ταμείων θείου Πνεύματος, ὀστὰ ἐκάλυψέ σου κροκοβαφῆ· ὅθεν ὀσμῆς εὐωδίας, ψυχήν μου πλήρωσον.
Ὄλβιόν ἐστι, τὸ οἰκεῖν ὁμοῦ ὡς ἔλεγεν, Προφητάναξ πάλαι τοὺς ἀδελφούς, ἐξ ὧν δοθῆναί μοι πνεῦμα, αὐτῷ φιλάδελφον.
Θεοτοκίον.
Ἴασαι πληγάς, τῆς ψυχῆς ἐκ παραβάσεως, καὶ παθημάτων ἕλκη τὰ ἀλγεινά, τῇ μητρικῇ Σου φροντίδι, χρωμένη Δέσποινα.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἰάσεων, κρουνηδὸν τὰ νάματα, ἡ σορὸς τῶν Ἀθλητῶν ἀναβλύζει· ὅθεν πιστοί, τῶν σωμάτων τὰ ἄλγη, καὶ τὰ νοσήματα λούσωμεν ἅπαντες, νευρώσεις δὲ τὰς ψυχικάς, τῇ ῥοῇ τῶν θαυμάτων ἐκπλύνωμεν.
Κυμάτων, βιοτικῶν τὸν κλύδωνα, καὶ τὴν θύελλαν παθῶν ἀκαθάρτων, νῦν Ἀθληταί, κατευνάσατε τάχει, ταῖς θερμοτάταις πρεσβείαις πρὸς Κύριον, Ἰσίδωρε θαυματουργέ, καὶ Εἰρήνη σεμνὴ καὶ Γεώργιε.
Ἐρχόμενοι, λογισμοὶ μὲ ῥίπτουσιν, εἰς τὸ βάραθρον δεινῆς ἀπω-λείας, ὅπου ἐκεῖ, ὁ ἀκοίμητος σκώληξ, καὶ ὁ τριγμὸς τῶν ὀδόντων φοβίζει με· διὸ καὶ ἠχηρῶς βοῶ· ἐπιθέσεις ἐχθροῦ διασκέδασον.
Θεοτοκίον.
Τὸν μόνον, ἐκ τοῦ Πατρὸς ἀμήτορα, καὶ ἀπάτορα ἐκ Σοῦ Θεὸν Λόγον, Μῆτερ ἁγνή, Παναγία δυσώπει, τῇ μητρικῇ νῦν χρωμένῃ πρεσβείᾳ Σου, πρὸς Κύριον Σου καὶ Υἱόν, ὐπὲρ πάντων ἠμῶν τῶν τιμώντων σε.

Διάσωσον, Ἱερομάρτυς Ἰσίδωρε σὺν τοῖς τέκνοις, τοὺς ἐν πίστει ὑμῖν προστρέχοντας Ἅγιε, ἀπὸ παντοίων, κινδύνων καὶ νοσημάτων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Παραδόξῳ τρόπῳ ἐκ τῆς γῆς ἀνεφάνησαν, Ἰσιδώρου καὶ τοῦ Γεωργίου Εἰρήνης τε, εὐωδίας τῆς πνευματικῆς τὰ ἔμπλεα ὀστά· διὸ ἔσπευσα ὁ ἐνδεής, εἰς τὴν προσκύνησιν αὐτῶν, ἐκβοῶν πρὸς τοὺς Μάρτυρας· ῥάνατε παναγίου, τοῦ Πνεύματος εὐωδίαν, εἰς τὴν ψυχὴν τοῦ ταπεινῶς, ὑμῶν μέλποντος τὰ θαύματα.

Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὀ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. 21, 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα. Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός...
Ἔγραφεν ὁ κάλαμος, τοῦ Προφητάνακτος πάλαι, τῶν δικαίων λείψανα, διασώζει Κύριος ἀδιάφθορα· τούτου ἄρτι ἡ πρόῤῥησις, ἐπὶ Ἀθλοφόρους, ἐπληρώθη ἐμφανέστατα, ὅτε ἐκόμισαν, ἐκ σκιᾶς τοῦ τάφου σκηνώματα, κλεινοῦ Ἱερομάρτυρος, καὶ Παιδομαρτύρων ἃ σέβομεν. Ταῦτα προσκυνοῦμεν, δεχόμενοι χαρίτων πλησμονήν, οἱ εὐλαβῶς ἀνακράζοντες· χαῖρε τριὰς πάντιμε.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ χάρις τοῦ Παρακλήτου πρὸ τῆς ὁμολογίας καθαρωτάταις ψυχαῖς, ἐσκήνωσε Μαρτύρων, Εἰρήνης Ἰσιδώρου, Γεωργίου τοῦ μάκαρος· διὸ τὰ σκήνη αὐτῶν, ἡμᾶς νῦν εὐλογοῦσιν.
Ῥωμαλέᾳ σου γνώμῃ καὶ Σταυροῦ τῇ δυνάμει Ἀγαρηνῶν τὰς βουλάς, ἐσκέδαζες τρισμάκαρ· διὸ καὶ διαθέσεις, ἀρχεκάκου διάλυσον, ἵνα κἀγὼ ἐκβοῶ· ἡ δόξα τῷ Κυρίῳ.
Ἰσχὺν καὶ προστασίαν ἐναντίον δαιμόνων καὶ λογισμῶν τοῦ ἐχθροῦ, ἡ τριὰς παρέχει, ἐνδόξων Ἀθλοφόρων, τοῖς βοῶσι καὶ ψάλλουσι· χαῖρε Μαρτύρων Χριστοῦ, τριὰς ἡ πανολβία.
Θεοτοκίον.
ᾨδικῶς Σὲ Παρθένε ὁ πανάθλιος παῖς Σου πῶς ἀνυμνῆσαι τολμῶ; ἢ πῶς τῇ Σῇ Εἰκόνι, θαρσέω προσκυνῆσαι, ὁ ταλαίπωρος δοῦλός Σου; ἀλλ’ ὦ Παρθένε ἁγνή, τὸν πόθον μὴ παρίδῃς.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σωματικάς τε, καὶ ψυχικὰς ἀλγηδόνας, τῇ προσψαύσει τῶν παντίμων λειψάνων, τῶν τριῶν Μαρτύρων, Χριστέ μου ἐκδιώκεις.
Καθαρτικῇ, κατὰ παθῶν θεία δόσις, ἐχαρίσθη οὐρανόθεν σοι Μάρτυς· διὸ ἐξαιτοῦμεν, τὰς χάριτας πλουσίως.
Ῥοὴν δακρύων, καὶ στεναγμοὺς μὴ παρίδῃς, ταλαιπώρου οἰκέτου σου μάκαρ· ἀλλ’ ἐνίσχυσόν με, τῇ χάριτι ἣν ἔχεις.
Θεοτοκίον.
Ἄνασσα πέλεις, Χριστιανῶν ἣν τὰ γένη, μακαρίζομεν πάντα ἐνθέως, ὡς τῇ συγγενῇ Σου, προεῖπας Θεοτόκε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ζαχρείως τῆς ὁδοῦ μου, ὦ Ἱερομάρτυς, ἣν μέλλω βαίνειν ὁ τάλας ὑπάρχω ἐγώ· διὸ σοὶ σπεύδω γνωρῖσαί μοι, θεῖον θέλημα.
Ὡς μύσται τῆς Τριάδος, Μάρτυρες αἰτεῖσθε, τὴν ψυχικὴν σωτηρίαν τιμώντων ὑμᾶς· διὸ μολπὰς γηθοσύνους, νῦν ἀναμέλπομεν.
Ἰσίδωρε θεόφρον, Γεώργιε τρισμάκαρ, καὶ καλλιμάρτυς Εἰρήνη ὡς δύο λεπτά, τῆς χηρευούσης ἐκείνης, τὸν ὕμνον δέξασθε.
Θεοτοκίον.
Ὡραῖον παρὰ πάντας, γόνους τῶν ἀνθρώπων, Ὃν Σὺ ἐκύησας ξένως καὶ Λόγον Θεοῦ, σὺν τῇ τριάδι Μαρτύρων, Κόρη ἱκέτευε.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῶν Μαρτύρων ἡ τριφεγγής, σύνοδος ἀστέρων, ἡ φωτίζουσα ἱλαρῶς, τῶν πιστῶν τὰς φρένας, φωτὶ τοῦ μαρτυρίου, Χριστοῦ τὴν Ἐκκλησίαν, ἡ σελαγίζουσα.
ᾌσμασι καὶ ὕμνοις ἀθλητικοῖς, πράξεσιν ἐνθέοις, ἰσαγγέλῳ δὲ βιοτῇ, ἀξίως τριάδα, Μαρτύρων πανενδόξων, χορεῖαι Ὀρθοδόξων, δεῦτε τιμήσωμεν.
Ἱερέων δόξαν καὶ καλλονήν, καὶ τῶν Ἀθλοφόρων, τὴν περίδοξον χαρμονήν, τοῦ Εὐαγγελίου, φιλότιμον ἐργάτην, Ἰσίδωρον τὸν θεῖον, νῦν μεγαλύνωμεν.
Ῥῶσιν καὶ ὑγείαν πνευματικήν, ὡς κρουνὸς πηγάζει, τῶν λειψάνων θήκη σεπτή, σοφοῦ Ἰσιδώρου, καὶ Μάρτυρος Εἰρήνης, κλεινοῦ δὲ Γεωργίου, οὓς μακαρίζομεν.
Εὐθαλῶς ἐβλάστησαν ἐν τῇ γῇ, τῆς Μεγαλονήσου, μαρτυρίου τρία φυτά, ἀθλήσεως πάλαι, τοῖς ῥείθροις ποτισθέντα, σκιᾷ δὲ νῦν θαυμάτων, Κρήτην δροσίζοντα.
Τὴν μνήμην τιμῶμεν χαρμονικῶς, τοῦ ἱερωτάτου, Ἰσιδώρου καὶ Ἀθλητοῦ, καὶ Παιδομαρτύρων, Εἰρήνης τῆς Παρθένου, καὶ θείου Γεωργίου, τοῦ γενναιόφρονος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τῶν Ἁγίων καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἴδε, τριλαμπῆ ἀστερισμόν, ἐν τῷ Ἐκκλησίας αἰθέρι, ὦ παροδῖτα ζωῆς, λάμπρυνον διάνοιαν, φωτὶ ἀθλήσεως, Ἰσιδώρου τοῦ μάκαρος, παρθένου Εἰρήνης, θείου Γεωργίου τε, τοῦ ἀνδρειόφρονος· τούτους ὠς ὁρόσημα ἔχε, βίου δὲ φαιδροὺς ὀδοδείκτας, κάλλη Παραδείσου τοὺς δεικνύοντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ: 7997 - Όταν ο Ηγούμενος της Ιεράς Μονής Δοχειαρίου Γέροντας Γρηγόριος συνάντησε τον παπα Τύχωνα τον Ρώσο στο κελλί του

  Ὡρισμένοι ἄνθρωποι εἶναι μόνον νὰ τοὺς βλέπουμε, ἀλλὰ να μὴν τοὺς ἀκοῦμε. Καὶ ἄλλοι μόνον νὰ τοὺς ἀκοῦμε, ἀλλὰ νὰ μὴν τοὺς βλέπουμε. Σπάνιοι αὐτοὶ ποὺ συνδυάζουν καὶ τὰ δυό: καὶ νὰ τοὺς βλέπουμε καὶ νὰ τοὺς ἀκοῦμε. Ἕνας ἀπὸ αὐτοὺς ἦταν ὁ μακαριστὸς Γέροντας Τύχων ὁ Ῥῶσος. Ἦταν σχετικὰ ὑψίκορμος ἄνδρας, μὲ μακριὰ γενειάδα, ποὺ τὴν εἶχε πάντοτε δεμένη κόμπο, γιὰ νὰ εἶναι πιὸ ἄνετος στὴν διακονία, καὶ δασιὰ φρύδια, ποὺ τοῦ σκέπαζαν τὸ ἥμισυ τῶν μεγάλων του ὀφθαλμῶν. Στὶς ἀρχὲς Ἰουλίου τοῦ 1967 ἔνας ταπεινὸς λευΐτης μᾶς ὡδήγησε στὴν Καλύβα τοῦ Γέροντος Τύχωνος. Ἦταν τὸ Κελλί του ἀληθινὸ ἀσκητήριο, κρυμμένο μέσα στὰ ἀδιαπέραστα δάση καὶ φυλλώματα τοῦ κατάσκιου Ἁγίου Ὄρους. Προσιτὸ μόνο σ’ αὐτοὺς ποὺ γνώριζαν. Ἤτανε στὴν κυριολεξία Καλύβα ἀπέριττη, ποὺ ἔδειχνε περισσότερο ἐρειπωμένη παρὰ κατοικημένη. Κρούσαμε τὴν θύρα βαστάζοντας τὴν ἀναπνοή μας. «Τί λογῆς ἀσκητὴς εἶναι αὐτός, ποὺ ἔπρεπε νὰ διανύσουμε τόσο δρόμο, γιὰ νὰ πάρουμε τὴν εὐχή του;» Ἄνοιξε ἡ πόρτα καὶ φάνηκε μία μεγαλοπρεπὴς ...

Κυριακὴ τῆς Σαμαρείτιδος (Ἁγίας Φωτεινής)

  Ὅλη αὐτὴ τὴ περίοδο ποὺ διανύουμε τώρα, ἐπεκτεινομένη σὲ πενήντα μέρες, ἑορτάζομε τὴν ἀπὸ τοὺς νεκροὺς ἀνάσταση τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτήρα μας Ἰησοῦ Χριστοῦ, δεικνύοντας μὲ αὐτὴ τὴν παράταση τὴν ὑπεροχὴ τῆς ἀπέναντι στὶς ἄλλες ἑορτές. Πραγματικὰ ὅλοι ὅσοι ἀναστήθηκαν ἀπὸ τοὺς νεκροὺς ἀναστήθηκαν ἀπὸ ἄλλους καί, ἀφοῦ πέθαναν πάλι, ἐπέστρεψαν στὴ γῆ. Ὁ δὲ Χριστός, ἀφοῦ ἀναστήθηκε ἀπὸ τοὺς νεκρούς, δὲν κυριεύεται πλέον καθόλου ἀπὸ τὸ θάνατο, γιατί δὲν ἐπέστρεψε πάλι στὴ γῆ, ἀλλὰ ἀνέβηκε στὸν οὐρανό, καθιστώντας τὸ φύραμά μας ποὺ εἶχε λάβει ὁμόθρονο μὲ τὸ Πατέρα ὡς ὁμόθεο. Εἶναι ὁ μόνος ποὺ ἔγινε ἀρχὴ τῆς μελλοντικῆς ἀναστάσεως ὅλων καὶ πρωτότοκος ἀπὸ τοὺς νεκροὺς καὶ πατέρας τοῦ μέλλοντος αἰῶνος. Καὶ ὅπως ὅλοι ἁμαρτωλοὶ καὶ δίκαιοι, πεθαίνουν στὸν Ἀδάμ, ἔτσι στὸ Χριστὸ θὰ ζωοποιηθοῦν ὅλοι, ἁμαρτωλοὶ καὶ δίκαιοι, ἀλλὰ ὁ καθένας στὴ τάξη του. Ὅταν καταργήσει κάθε ἀρχὴ καὶ ἐξουσία καὶ δύναμη καὶ θέσει ὅλους τους ἐχθρούς του κάτω ἀπὸ τὰ πόδια του, τελευταῖος ἐχθρὸς ποὺ θὰ καταργηθεῖ...

ΑΦΙΕΡΩΜΑ: Ο Άγιος Παΐσιος και οι νέοι Αγιορείτες Άγιοι της Εκκλησίας μας, Παπά – Τύχων και Χατζηγεώργης

  Πνευματική χαρά σκόρπισε στην Αθωνική Πολιτεία αλλά και σε όλο τον Ορθόδοξο κόσμο η αναγγελία της αναγραφής στις Αγιολογικές Δέλτους δύο μεγάλων ασκητικών μορφών του αγιορείτικου μοναχισμού, οι οποίοι, από την “έρημο της ησυχίας”, πλέον βρίσκονται στις τάξεις των Αγίων της Εκκλησίας μας.  Πρόκειται για τον Παπά – Τύχωνα, τον πνευματικό και τον Γεώργιο Χατζηγεώργη, τον αγιορείτη ασκητή του 19ου αιώνα με καταγωγή από την Καππαδοκία. Δύο ακόμη αγιοκατατάξεις επί των ημερών της Πατριαρχίας του Οικουμενικού Πατριάρχη κ.κ. Βαρθολομαίου Α’ ο οποίος – στα 35 έτη της Πρωθιεραρχικής του διακονίας στην Πρωτόθρονη Εκκλησία της Κωνσταντινουπόλεως – έχει ταυτίσει το όνομά του με αγιοκατατάξεις μεγάλων σύγχρονων Αγίων της εποχής μας. Εκτός από το προσωνύμιο του “πράσινου Πατριάρχη” δικαίως λαμβάνει και το προσωνύμιο του “αγιόφιλου Πατριάρχη”. Οι δύο νέοι Άγιοι της Εκκλησίας μας συνδέονται ωστόσο στενά και με έναν άλλο σύγχρονο Άγιο, τον Παΐσιο τον Αγιορείτη. Ο νέων Όσιος Τύχων υπήρξε πνευμ...

Ὁ Ἅγιος Μύρων ὁ Νεομάρτυρας ἀπὸ τὸ Ἡράκλειο Κρήτης 20 Μαρτίου

  Ὁ Ἅγιος Νεομάρτυς Μύρων καταγόταν ἀπὸ τὸ Μεγάλο Κάστρο τῆς Κρήτης, τὸ σημερινὸ Ἡράκλειο καὶ γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς. Ὁ πατέρας του ὀνομαζόταν Δημήτριος καὶ ἦταν δίκαιος καὶ ἐνάρετος ἄνθρωπος. Ὁ Ἅγιος ἦταν σεμνὸς καὶ σώφρων καὶ ἀγαποῦσε ὑπερβολικὰ τὴν παρθενία καὶ τὴν ἄσκηση. Ἐργαζόμενος ὡς ράπτης στὸ Ἡράκλειο συκοφαντήθηκε ἀπὸ τοὺς Τούρκους, οἱ ὁποῖοι τὸν φθονοῦσαν, ὅτι δῆθεν ἀποπλάνησε μία Τουρκοπούλα. Στὸ δικαστήριο ὁ Ἅγιος ἀπέρριψε ἀπολογούμενος τὴ συκοφαντία, ἀλλὰ ἐτέθη σὲ αὐτὸν δίλημμα τοῦ ἐξισλαμισμοῦ ἢ τοῦ θανάτου. Ὁ Μάρτυρας Μύρων ἀποκρίθηκε μὲ παρρησία ὅτι δὲν ἀρνεῖται τὴν πίστη του, ἀλλὰ εἶναι ἕτοιμος νὰ ὑποστεῖ κάθε βασανιστήριο γιὰ τὴν ἀγάπη τοῦ Χριστοῦ, καθ’ ὅσον γεννήθηκε Χριστιανὸς καὶ Χριστιανὸς θέλει νὰ πεθάνει. Γιὰ τὸν λόγο αὐτὸ τὸν χτύπησαν ἀνηλεῶς καὶ τὸν ἔριξαν στὴ φυλακή. Ὅταν τὸν ἔβγαλαν ἀπὸ αὐτή, τὸν ὁδήγησαν καὶ πάλι ἐνώπιον τοῦ κριτοῦ, ὅπου ὁ Ἅγιος ἐπαναλάμβανε συνεχῶς ὅτι θέλει νὰ πεθάνει ὡς Χριστιανός. Ἔτσι καταδικάσθηκε στὸν διὰ ἀγ...

Εὕρεσις Τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννη 24 Φεβρουαρίου

  Ὅταν ἀποκεφαλίσθηκε ἀπὸ τὸν Ἡρώδη, ὁ Ἅγιος Ἰωάννης ὁ Πρόδρομος, ἡ τίμια κεφαλὴ αὐτοῦ τοποθετήθηκε μέσα σὲ ἀγγεῖο ἀπὸ ὄστρακο καὶ κρύφθηκε στὴν οἰκία τοῦ Ἡρώδη. Μετὰ ἀπὸ πολλὰ χρόνια, ὁ Ἅγιος Ἰωάννης φανερώθηκε στὸ ὄνειρο δύο μοναχῶν, οἱ ὁποῖοι εἶχαν ἀναχωρήσει γιὰ τὰ Ἱεροσόλυμα μὲ σκοπὸ νὰ προσκυνήσουν τὸν τάφο τοῦ Κυρίου, ἀγγέλλοντας σὲ αὐτούς, ποῦ βρίσκεται ἡ τίμια κεφαλή του. Καὶ ἐκεῖνοι, ἀφοῦ τὴν βρῆκαν, τὴν εἶχαν μὲ τιμές. Ἀπὸ αὐτοὺς τὴν παρέλαβε κάποιος κεραμεὺς καὶ τὴν μετέφερε στὴν πόλη τῶν Ἐμεσηνῶν. Ὅταν ὅμως πέθανε, τὴν κληροδότησε στὴν ἀδελφή του. Καὶ ἀπὸ τότε διαδοχικὰ περιῆλθε σὲ πολλούς, γιὰ νὰ καταλήξει στὰ χέρια κάποιου ἱερομονάχου ἀρειανοῦ ποὺ ὀνομαζόταν Εὐστάθιος καὶ φύλαξε τὴν τίμια κάρα σὲ σπήλαιο. Ἀπὸ ἐκεῖ μεταφέρθηκε, ἐπὶ Οὐάλεντος (364 – 378 μ.Χ.), στὸ Παντείχιον τῆς Βιθυνίας μέχρι ποὺ ὁ Θεοδόσιος ὁ Μέγας (379 – 395 μ.Χ.) ἀνεκόμισε αὐτὴ στὸ Ἕβδομο τῆς Κωνσταντινουπόλεως, ὅπου ἀνήγειρε μέγα καὶ περικαλλέστατο ναό. Βέβαια περὶ τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς ...

Ἡ Ἁγία Ἀναστασία ἡ Πατρικία 10 Μαρτίου

  Ἡ Ἁγία Ἀναστασία ἔζησε στὴν Κωνσταντινούπολη κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ τοῦ Μεγάλου (527 – 565 μ.Χ.) καὶ καταγόταν ἀπὸ πλούσιους καὶ εὐγενεῖς γονεῖς. Ἦταν πρώτη Πατρικία τοῦ βασιλέως καὶ φοβούμενη τὸν Θεό. Οἱ ἀρετές της κίνησαν σὲ φθόνο τὴν βασίλισσα καὶ ἔτσι ἡ Ἁγία ἀναγκάστηκε νὰ παραλάβει μέρος τῆς περιουσίας της καὶ νὰ καταφύγει στὴν Ἀλεξάνδρεια, ὅπου ἔκτισε στὴν θέση ποὺ καλεῖται Πέμπτον μονή, ἡ ὁποία ὀνομάστηκε καὶ τῆς Πατρικίας καὶ ζοῦσε ἀσκητικά. Ὅταν πληροφορήθηκε ὅτι ὁ αὐτοκράτορας Ἰουστινιανὸς τὴν ἀναζητεῖ, ἐγκατέλειψε τὴν μονὴ καὶ προσῆλθε στὴν σκήτη τοῦ ἀββᾶ Δανιήλ, στὸν ὁποῖο ἐμπιστεύθηκε τὰ κατ’ αὐτήν. Ὁ ἀββᾶς τὴν ἔνδυσε μὲ ἀνδρικὰ ἐνδύματα καὶ τὴν μετονόμασε σὲ Ἀναστάσιο. Ὅρισε δὲ καὶ ἕναν ἀπὸ τοὺς ὑποτακτικοὺς τῆς σκήτης, γιὰ νὰ προσκομίζει σὲ αὐτὴν τὰ ἀπαραίτητα, ἔτσι ὥστε νὰ μὴν ἐξέρχεται ἀπὸ τὸ σπήλαιο μέσα στὸ ὁποῖο ἀσκήτευε. Ἐκεῖ ἡ Ἁγία Ἀναστασία παρέμεινε κλεισμένη ἐπὶ εἴκοσι ὀκτὼ ὁλόκληρα χρόνια. Ὅταν προεῖδε τὸ τέλος της, προσκάλεσε τὸν...

Οἱ Ἅγιοι Πάντες

  Πραγματικὰ εἶναι θαυμαστὸς ὁ Θεὸς μέσα στοὺς ἁγίους του. Γιατί ὅταν κανεὶς ἀναλογισθεῖ τοὺς ὑπερφυσικοὺς ἀγῶνες τῶν μαρτύρων, πὼς μὲ ἀσθενὴ σάρκα καταντρόπιασαν τὸν ἰσχυρὸ στὴ κακία, πὼς ἔμειναν ἀναίσθητοι στὶς ὀδύνες καὶ στὰ τραύματα, καθὼς ἀγωνίζονταν μὲ σώματα πρὸς φωτιά, πρὸς τὸ ξίφος, πρὸς ποικίλα καὶ θανατηφόρα εἴδη βασάνων καὶ ἀντιπαρατάσσονταν μὲ καρτερία, ἐνῶ τοὺς ἔκοβαν τὶς σάρκες, τοὺς διάλυαν τοὺς ἁρμοὺς καὶ τοὺς συνέτριβαν τὰ ὀστά, ὅμως διαφύλαξαν τὴν ὁμολογία τῆς πίστεως στὸ Χριστὸ σώα καὶ ἀδιάσπαστη, ἀκεραία καὶ ἀκλόνητη, ποὺ γι’ αὐτὸ τοὺς χαρίσθηκε καὶ ἡ ἀναντίρρητη σοφία τοῦ Πνεύματος καὶ ἡ δύναμη τῶν θαυμάτων. Ὅταν κανεὶς ἀναλογισθεῖ ἐπίσης τὴν ὑπομονὴ τῶν ὁσίων, πὼς ὑπέφεραν μὲ τὴ θέλησή τους σὰν ἀσώματοι τὶς πολυήμερες ἀσιτίες, τὶς ἀγρυπνίες, τὶς ἄλλες ποικίλες κακώσεις τοῦ σώματος, καὶ ἀντιτάχθηκαν ἕως τὸ τέλος πρὸς τὰ πονηρὰ πάθη, πρὸς τὰ τόσα εἴδη ἁμαρτίας, πρὸς τὸν ἐσωτερικό μας ἀόρατο πόλεμο, πρὸς τὶς ἀρχὲς καὶ ἐξουσίες, ἐνῶ ἔλειωναν καὶ ἀχρηστεύονταν ἐξω...

Οἱ Ἁγίες Ὀλυμπία καὶ Εὐφροσύνη οἱ Ὁσιομάρτυρες 11 Μαΐου

  Οἱ Ὁσίες Ὀλυμπία ἢ Ὀλυμπιὰς καὶ Εὐφροσύνη ἔζησαν τὸν 13ο αἰώνα μ.Χ. Ἡ Ἁγία Ὀλυμπία γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς, οἱ ὁποῖοι κατάγονταν ἀπὸ τὴν Κωνσταντινούπολη. Ὁ πατέρας της ἦταν ἱερέας καὶ ἡ μητέρα της θυγατέρα ἱερέως. Ἡ οἰκογένεια τῆς Ἁγίας ἔφυγε ἀπὸ τὴν Κωνσταντινούπολη καὶ κατοίκησε στὴν Πελοπόννησο. Σὲ ἡλικία δέκα ἐτῶν ἡ Ὀλυμπία ἔχασε τοὺς γονεῖς της καὶ οἱ οἰκεῖοι της τὴν ἔστειλαν στὴ μονὴ τῶν Καρυῶν τῆς Θέρμης Λέσβου, τὴ σημερινὴ μονὴ τοῦ Ἁγίου Ραφαήλ, στὴν ὁποία ἦταν ἡγούμενη ἡ θεία της, μοναχὴ Δωροθέα. Ἐκεῖ, σὲ ἡλικία δεκαεννέα ἐτῶν ἡ Ἁγία ἐκάρη μοναχὴ καὶ σὲ ἡλικία εἰκοσιπέντε ἐτῶν, ὅταν ἡ θεία της πέθανε, ἔγινε ἡγουμένη. Μετὰ παρέλευση δέκα ἐτῶν, τὸ 1235, πειρατὲς ἐπιτέθηκαν κατὰ τῆς μονῆς. Οἱ μοναχὲς διασκορπίσθηκαν καὶ ὅσες δὲν πρόλαβαν νὰ φύγουν, τὶς κακοποίησαν. Ἡ ἡγουμένη Ὀλυμπία καὶ ἡ μοναχὴ Εὐφροσύνη βασανίσθηκαν ἀνηλεῶς. Τὴν Εὐφροσύνη, ἀφοῦ τὴν κρέμασαν σὲ δένδρο, τὴν ἔκαψαν. Τὴν Ὀλυμπία τὴν ἔκαψαν σὲ ὅλο τὸ σῶμα μὲ λαμπάδες, διαπέρασαν τὰ αὐτιά ...

Ὁ Ὅσιος Ἱερομόναχος Ἄνθιμος Ἀγιαννανίτης (†1913 – 28 Ἰουνίου 1996)

 Ὁ Ὅσιος Ἱερομόναχος Ἄνθιμος Ἀγιαννανίτης (†1913 – 28 Ἰουνίου 1996) Ἑορτάζει στὶς 28 Ἰουνίου. Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας Πίστεως.  «Τόν ἐν Ἄθωνι ὀφθέντα ἄρτι διαυγέστατον χαρίτων σκεῦος καί ἀστέρα εὐσεβείας νεόφωτον πανευλαβῶς εὐφημήσωμεν Ἄνθιμον ὡς ἀγωγῆς καθαρᾶς ἄνθος ἥδιστον πόθω κράζοντες· χορείας ἀγγέλων σύσκηνε, Χριστόν ὑπὲρ ἡμῶν δυσώπει πάντοτε.» Ὁ μητροπολίτης Φθιώτιδος Νικόλαος γράφει περὶ τοῦ ἀειμνήστου Γέροντος: «Ὁ Γέροντας Ἄνθιμος Ἀγιαννανίτης ἦταν ἀπὸ τοὺς τελευταίους παλαιοὺς Ἁγιορεῖτες, ποὺ στὸ πρόσωπό του συγκέντρωσε τὴν αὐστηρότητα τῆς ἀσκήσεως, τὴν ἐμμονὴ στὴ μοναχικὴ παράδοση καὶ τὴν ἀπαρέγκλιτη τήρηση τῆς ἐκκλησιαστικῆς τάξεως. Ἦταν ὁ ἐκφραστὴς τοῦ γνησίου Ἁγιορείτικού μοναχικοῦ πνεύματος...». Κατὰ κόσμον ὀνομαζόταν Κωνσταντῖνος Ζαφειρόπουλος τοῦ Χαραλάμπους καὶ τῆς Βασιλικῆς. Γεννήθηκε στὸ χωριὸ Καλλιάνοι τῆς Κορινθίας τὸ 1913. Μόλις πέντε ἐτῶν ἔμεινε ὀρφανὸς καὶ ἀπὸ τοὺς δύο γονεῖς. Φλεγόμενος ἀπὸ τὸν πόθο τῆς μοναχικῆς ἀφιερώσεως ἀναχώρησε γιὰ τὸ Ἅγιον ...

"Τό στάδιον τῶν ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε." Αρχιμ. Πορφύριος Αγγελάκης

  Η Ιερά Μητρόπολη Κυδωνίας και Αποκορώνου, στο πλαίσιο της πνευματικής προετοιμασίας για το Άγιο Πάσχα και της διαρκούς ποιμαντικής της μέριμνας, πραγματοποίησε την Κυριακή της Τυρινής, 22 Φεβρουαρίου, τον πρώτο Κατανυκτικό Εσπερινό της Συγγνώμης, σηματοδοτώντας την είσοδο στο «στάδιο των αρετών». Η ακολουθία τελέστηκε στον Ιερό Ναό Αγίου Παντελεήμονος Αμπεριάς, μέσα σε κλίμα σαρακοστιανής κατάνυξης με τη συμμετοχή πλήθους πιστών που προσήλθαν για να προσευχηθούν και αλληλοσυγχωρεθούν  και να ξεκινήσουν τον πνευματικό αγώνα της Αγίας και Μεγάλης Τεσσαρακοστής. Μετά το πέρας του Εσπερινού, ο Πανοσιολογιώτατος Αρχιμανδρίτης Πορφύριος Αγγελάκης, Προϊστάμενος του Ιερού Καθεδρικού Ναού Αγίας Φωτεινής Ιεράπετρας της Ιερά Μητρόπολη Ιεραπύτνης και Σητείας, ανέπτυξε το θέμα: «ΤΟ ΣΤΑΔΙΟΝ ΤΩΝ ΑΡΕΤΩΝ ΗΝΕΩΚΤΑΙ· ΟΙ ΒΟΥΛΟΜΕΝΟΙ ΑΘΛΗΣΑΙ ΕΙΣΕΛΘΕΤΕ», προσφέροντας πνευματικά ερεθίσματα και ουσιαστικές παραινέσεις για την πορεία της νηστείας και του αγώνα των αρετών. Η Πνευματική εσπερίδα αποτέλε...