Ἀπολυτίκιον
Ἦχος δ’.
Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ Σκεύους τῆς ἐκλογῆς τὰ ἀπόῤῥητα, καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἱερομάρτυς Ἱερόθεε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Έτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τοῦ Παύλου ἠλίευσαι, ταὶς θεηγόροις πλοκαίς, καὶ ὅλος γεγένησαι, ἱερωμένος Θεῶ, σοφὲ Ἰερόθεε, σὺ γὰρ φιλοσοφίας, ταὶς ἀκτίσιν ἐκλάμπων, ὤφθης θεολογίας, ἀκριβοὺς ὑποφήτης, δι' ἧς μυσταγωγούμεθα, Πάτερ τὰ κρείττονα.
Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τὸν Ἱεράρχην Ἀθηνῶν ἀνευφημοῦμέν σε, ὡς μυηθέντες διὰ σοῦ ξέvα καὶ ἄῤῥητα, ἀνεδείχθης γὰρ θεόληπτος ὑμvολόγος. Ἀλλὰ πρέσβευε παμμάκαρ. Ἱερόθεε, ἐκ παντοίων συμπτωμάτων ἡμᾶς ῥύεσθαι, ἵνα κράζωμεν· Χαίροις Πάτερ Θεόσοφε.
