Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἐγκρατείας τὴ αἴγλη λαμπρυνθεῖς τὴν διάνοιαν, ἤστραψας θαυμάτων ἀκτῖνας Ἰλαρίων Πατὴρ ἠμῶν, καὶ γεγονὸς φωστὴρ περιφανής, καὶ στῦλος εὐσέβειας θεαυγῆς, καταυγάζων τὴ ἐνθέω σου βιοτῆ, τοὺς πίστει προσιόντας σοί. Δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σου, πάσιν ἰάματα.
Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας· καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν, Ἱλαρίων Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ὡς φωστῆρα ἄδυτον, τοῦ νοητοῦ σε Ἡλίου, συvελθόvτες σήμεροv, ἀνευφημοῦμεν ἐν ὕμvοις. Ἔλαμψας τοῖς ἐν τῷ σκότει τῆς ἀγνωσίας, ἅπαντας ἀναβιβάζων πρὸς θεῖοv ὕψος, Ἱλαρίων τοὺς βοώντας. Χαίροις ὢ Πάτερ, τῶν Ἀσκητῶv ἡ κρηπίς.
