Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Εὐσέβειας τοῖς τρόποις καλλωπιζόμενος, ἀθλητικῆς ἀγλαΐας ὤφθης σοφὲ κοινωνός, πρὸς ἀγῶνας ἀνδρικοὺς παραταξάμενος· ὅθεν ὡς λύχνος φωταυγής, τῶν θαυμάτων τὰς βολάς, ἐκλάμπεις τῇ οἰκουμένῃ, Ἀρτέμιε Ἀθλοφόρε, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον λόγον.
Εὐσεβείας ἐμπρέπων τοῖς κατορθώμασι, τῆς τῶν Μαρτύρων εὐκλείας ὤφθης σοφὲ κοινωνός, ἐναθλήσας ἀνδρικῶς Μάρτυς Ἀρτέμιε· ὅθεν πηγάζων δαψιλῶς, ἰαμάτων δωρεάς, τὸ πάθος ἐντεροκήλης, ὡς συμπαθὴς θεραπεύεις, τῶν προστρεχόντων τῇ πρεσβείᾳ σου.
Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς ἀριστέα τοῦ Σωτῆρος πολυθαύμαστον Καὶ παροχέα ἰαμάτων πλουσιόδωρον Ἀνυμνοῦμέν σε προφρόνως Μεγαλομάρτυς. Ἀλλ’ ὡς πέλων ἰατὴρ τῆς κήλης ἄριστος, Ἀσινῆ με ἐκ τῆς βλάβης ταύτης φύλαττε, Ἵνα κράζω σοι, χαίροις Μάρτυς Ἀρτέμιε.
Μεγαλυνάριον
Δόξαν ὑπατείας ὑπεριδών, τὸ ὕπατον κλέος, ἐπορίσω τῶν ἀρετῶν, ὡς ἀνδραγαθήσας, Ἀρτέμιε ἐνδόξως· διὸ παντοίας βλάβης, ῥύου τοὺς δούλους σου.
