Ἀπολυτίκιον
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶς προγυμνασθεῖς ἐν τῷ ὄρει, τᾶς νοητᾶς τῶν δυσμενῶν παρατάξεις, τὴ πανοπλία ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ, αὔθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τὸν Κοπρώνυμον, τῷ τῆς πίστεως ξίφει, καὶ δι' ἀμφοὶν ἐστέφθης ἐκ Θεοῦ, Ὁσιομάρτυς, Ἀνδρέα ἀοίδιμε.
Κοντάκιον
Ἦχος γ’ . Ἡ Παρθένος σήμερον.
Ἑορτάζει σήμερον, ἡ Βασιλεύουσα πόλις, ἑορτὴν ὑπέρλαμπρον, τῆς φωτοφόρου σου Μνήμης, ἅπασαν προσκαλουμένη πόλιν καὶ χώραν· χαίρει γάρ, ὡς κτησαμένη θησαυρόν μέγαν, τὸ πολύαθλόν σου σῶμα, Ἀνδρέα Μάρτυς, ὀρθοδοξίας φωστήρ.
