Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸν ποιμενάρχην Μηθύμνης Ἰγνάτιον ἄσμασι τὸν μετὰ πάντων Ἁγίων δοξασθέντα ἐν θαύμασιν, ὑμνήσωμεν ἀπαύστως οἱ πιστοὶ συμφώνως ἐν τῇ τούτου ἑορτῇ καὶ ὡς πλεῖστα κατιδόντες ὑπ’ αὐτοῦ θεραπευθέντα πάθη ἐκβοήσωμεν· δόξα τῷ σὲ δοξάσαντι, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἀπολυτίκιον Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς στῦλος ἀκλόνητος τῆς Ἐκκλησίας Χριστοῦ καὶ λύχνος ἀείφωτος τῶν Μηθυμναίων φωστήρ, φανεὶς ὦ Ἰγνάτιε· λύτρωσαι τοὺς σοὺς δούλους ἐκ παντοίων κινδύνων τὴν χάριν τῶν ἰαμάτων ἐπαντλῶν ἀεννάως τοῖς μετὰ πόθου Ἅγιε τὸ σὸν ἐπικαλουμένοις θαυμάσιον ὄνομα.
