Ἀπολυτίκιον Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Λειψάνων σου τιμίων, τὴν λάρνακα
κυκλοῦντες, ἀνακομιδῆς σου τὴν μνήμην,
φαιδρῶς ἐπιτελοῦμεν, καὶ χάριν θαυμάτων ἐξ
αὐτῆς, λαμβάνοντες εἰς ἴασιν παθῶν, Ἀμφιλόχιε, ὑμνοῦμέν σε οἱ πιστοί, κραυγάζοντες
γηθοσύνως· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,
δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ
σοῦ, πᾶσιν ἰάματα.
