Ἀπολυτίκιο Ἁγίου Ἐθνοϊερομάρτυρος Χρυσοστόμου Μητροπολίτου Σμύρνης καὶ τῶν σὺν Αὐτῶν Νεομαρτύρων των ἐν Μικρὰ Ἀσίᾳ
Ἀπολυτίκιον
Ἦχος γ´. Θείας πίστεως.
Μέγαν μάρτυρα ἡ Ἐκκλησία, μέγαν ἥρωα τὸ ἔθνος σύμπαν, τὸν τῆς Σμύρνης ὑμνοῦμεν Χρυσόστομον. Καὶ γὰρ γενναίως ἀθλήσας ὑπέμεινεν ὑπὲρ πατρίδος καὶ πίστεως θάνατον. Ἱεράρχου τε ὑπόδειγμα ἑαυτὸν ἀνέδειξε, τὸν στέφανον λαβὼν τὸν ἀμαράντινον.
Έτερον Ἀπολυτίκιον
Ηχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.
Η πενταυγής Αρχιερέων χορεία, τη των αγώνων νοητή δαδουχία, την Μικρασίαν άπασαν αυγάζει νοητώς, ο σοφός Χρυσόστομος, Γρηγορίω τω θείω, Αμβρόσιος, Προκόπιος και Ευθύμιος άμα, ούς ευφημούμεν είπωμεν πιστοί, χαίροις Μαρτύρων, πεντάριθμε σύλλογε.
