Ἀπολυτίκιο Ἁγίας Ὁσιομάρτυρος Ἱερουσαλὴμ καὶ τῶν τριῶν τέκνων αὐτῆς Σεκένδου, Σεκενδίκου καὶ Κηγόρου 4 Σεπτεμβρίου
Ἀπολυτίκια. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀθλήσασα νομίμως τὸν Χριστὸν ὡμολόγησας, Ἱερουσαλὴμ ἀθληφόρε, σὺν υἱοῖς καὶ δεδόξασαι· ἐντεῦθέν σου τὴν κάραν τὴν σεπτήν, ἡ Βέῤῥοια πλουτήσασα πιστῶς, ἑορτάζει σου τὴν μνήμην τὴν ἱεράν, καὶ ἐκ ψυχῆς κραυγάζει σοί· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἕτερον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τετράριθμον ὅμιλον, τῶν ἀθλητῶν τοῦ Χριστοῦ, Σεκένδικον, Σέκενδον, σὺν τῷ Κηγόρῳ ὁμοῦ, συμφώνως τιμήσωμεν, ἅμα καὶ τὴν μητέρα, τὴν αὐτῶν συνυμνοῦντες, τούτοις συνηθληκυῖαν, Ἱερουσαλὴμ τὴν θείαν· Τριάδι γὰρ τῇ ἁγίᾳ, ὑπὲρ ἡμῶν πρεσβεύουσι.
