Ἀπολυτίκιο Ἀνακομιδῆς Ἱερῶν Λειψάνων Ἁγίου Νεκταρίου Ἐπισκόπου Πενταπόλεως τοῦ Θαυματουργοῦ 3 Σεπτεμβρίου
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀναβλύζει γὰρ ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πάσιν ἰάματα.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν σεπτῶν σου λειψάνων, Ἱεράρχα Νεκτάριε, τὴν ἁγίαν ἐκ τάφου κομιδὴν ἑορτάζοντες, σωμάτων καὶ ψυχῶν ἁγιασμόν, καὶ ἴασιν παθῶν παντοδαπῶν, κομιζόμεθα προσπίπτοντες εὐλαβῶς, τῇ χάριτί σου κράζοντες· δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
