Μετάβαση στο κύριο περιεχόμενο

Ἀπολυτίκιο Παναγίας της Παμμακαρίστου 1 Σεπτεμβρίου

 


Ἀπολυτίκιο
Ἦχος δ΄. 
Ταχὺ προκατάλαβε.
Πανήγυριν σήμερον ἐπικροτοῦμεν φαιδράν, ἰδοὺ γὰρ προτίθεται, ὦ Παμμακάριστε, Εἰκών Σου ἡ πάνσεπτος, ἤνπερ καρδίας πόθῳ, προσερχόμενοι πάντες, Δέσποινα προσκυνοῦμεν, καὶ θερμῶς Σοι βοῶμεν· ῥῦσαι ἡμᾶς κινδύνων καὶ περιστάσεων.
Κοντάκιον 
Ἦχος δ΄.
 Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Ἐν Χριστομάρτυρος ναῷ Γεωργίου, ἀπανταχόθεν οἱ πιστοὶ συνελθόντες, τὴν ἱεράν Σου Δέσποινα, πρὸς δόξαν τοῦ Θεοῦ, σήμερον πανήγυριν, πανευλαβῶς τελοῦμεν· πόθῳ δ’ ἀσπαζόμενοι, τὴν σεπτήν Σου Εἰκόνα, Σοὶ μελῳδοῦμεν πάντες ἐν χαρᾷ· χαῖρε Παρθένε, σεμνὴ Παμμακάριστε.
Μεγαλυνάριον
Τῆς Ἀειπαρθένου Σεμνῆς Μητρός, τῆς Παμμακαρίστου, τὴν χαρμόσυνον ἑορτήν, σήμερον τελοῦντες, ἐν μέσῳ Ἐκκλησίας, τὴν ἄχραντον Εἰκόνα, πάντες τιμήσωμεν.