Ἀπολυτίκιο Ὁσίου Κλήμεντος τοῦ ἐν τῷ Ὄρει Σαγματίω ἄσκησας 26 Ἰανουαρίου.
Ἀπολυτίκιον
Ἦχος α’.
Τόν πλοῦτον καί τήν δόξαν τοῦ ματαίου αἰῶνος ἐμίσησας θεόφρων, ὁσιώτατε Κλήμη, καί ὄρος κατέλαβες τραχύ, ἔν ᾧ προσομίλεις τῷ Θεῷ, διά τοῦτο συνελθόντες, ἐπαξίως εὐφημοῦμέν σε δόξα τῷ σέ δοξάσαντι Χριστῷ, δόξα τῷ σέ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σοῦ πᾶσι ἰάματα.
Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τοὺς ἐν ἀσκήσει φαεινοὺς καὶ οὐρανόφρονας, καὶ τοῦ Χριστοῦ ὥς ἀληθῶς θείους θεράποντας, Κλήμεντα καὶ Γερμανὸν ανευφημήσωμεν, οὗτοι γὰρ ὡς ποταμοὺς ἰάματα βρύουσι, τοῖς θερμῶς τοῖς λειψάνοις αὐτῶν πελάζουσι, καὶ κραυγάζουσι, χαίροις ζεῦγος ἁγιόλεκτον.
Ἀπολυτίκιο Ὁσίου Γερμανοῦ τοῦ ἐν Σαγματὰ 26 Ἰανουαρίου.
Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστῷ ἠκολούθησας, καταλιπών τά τῆς γῆς καὶ βίου ἰσάγγελου, ἐπιπληθεῦσω σαφῶς, ὡς ἰσαρκος Ὅσιε σύ γάρ ἐν Σαγματίῳ προσχωρῶν Θείῳ πόθῳ, σμίλλη πικρᾶ τὴν πάλαι πικράν γεῦσιν ἄπώσω. Διό Γερμανέ Θεοφόρε, ἀξίως δεδόξασαι.

