Ἄναρχος Θεὸς καταβέβηκε καὶ ἐν τῇ Παρθένῳ κατώκησε.
Ἐρρουρέμ, ἐρρουρέμ, ἐρρουρερουρέμ, χαῖρε Δέσποινα.
Βασιλεὺς τῶν ὅλων καὶ Κύριος, ἦλθε τὸν Ἀδὰμ ἀναπλάσασθαι.
Ἅγιος, ἅγιος, ἅγιος ὑπάρχεις καὶ Κύριος.
Γηγενεῖς σκιρτᾶτε καὶ χαίρετε, τάξεις τῶν Ἀγγέλων εὐφραίνονται
Χερουβείμ, Χερουβείμ, χαῖρε, χαῖρε Παναγία Δέσποινα.
Δεῦτε ἐν σπηλαίῳ κατίδωμεν, κείμενον ἐν φάτνῃ τὸν Κύριον.
Ἐρρουρέμ, ἐρρουρέμ, ἐρρουρερουρέμ, χαῖρε Δέσποινα.
[Ἐξ Ἀνατολῶν Μάγοι ἔρχονται, δῶρα προσκομίζουσιν ἄξια
Χερουβείμ, Χερουβείμ, χαῖρε, χαῖρε Παναγία Δέσποινα.
Ἤκουσεν Ἡρώδης τὸ μήνυμα κι ὅλος ἐταράχθη ὁ δόλιος.
Ἅγιος, ἅγιος, ἅγιος ὑπάρχεις καὶ Κύριος.
Πύλαι οὐρανῶν ἠνεώχθησαν, ἄγγελοι αὐτὸν ἀνυμνήτωσαν.
Ἅγιος, ἅγιος, ἅγιος ὑπάρχεις καὶ Κύριος.
Χαίρουσα ἡ κτίσις ἀγάλλεται καὶ πανηγυρίζει, εὐφραίνεται
Ἐρρουρέμ, ἐρρουρέμ, ἐρρουρερουρέμ, χαῖρε Δέσποινα.]
Ψάλλοντες Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν τῷ σπηλαίῳ τικτόμενον
Ἅγιος, ἅγιος, ἅγιος ὑπάρχεις καὶ Κύριος.
Ω Παρθενομήτωρ καὶ Δέσποινα, σῶζε τους εἰς Σὲ καταφεύγοντας
Χερουβείμ, Χερουβείμ, χαῖρε, χαῖρε Παναγία Δέσποινα.
.jpg)