Ἀπολυτίκιον
Ἦχος δ΄. Τῶν ἐν ὅλῳ τῷ κόσμῳ.
Τῇ ἀσκήσει τὴν σάρκα νεκρώσαντες, εὐσεβείας τὸν λόγον κηρύξαντες, καταφρονήσαντες τῶν ἐπιγείων, καὶ Χριστὸν ποθοῦντες σοφοὶ Ἀθληταί, τοῖς τυράννοις γενναιοφρόνως ἀντικατέστητε, καὶ στεφάνοις ἀθλητικοῖς κατεστέφθητε, ἰάσεις τοῖς προσιοῦσιν ἀναπηγάζετε.
Κοντάκιον
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Οἱ πεντεκαίδεκα Χριστοῦ Ἀθλοφόροι, τῆς Τιβερίου οἱ στεῤῥοὶ πολιοῦχοι, ὥσπερ ἀστέρες σήμερον ἀνίσχουσι φαιδροί, Τιμόθεος Θεόδωρος, οἱ κλεινοὶ Ἱεράρχαι, Εὐσέβιος Κομάσιος, καὶ ὁ θεῖος Σωκράτης, σὺν τῇ δεκάδι τῶν συναθλητῶν, πᾶσι θαυμάτων, ἀκτίνας πυρσεύοντες.
Μεγαλυνάριον
Τοὺς Ἱερομάρτυρας τοῦ Χριστοῦ, τοὺς πέντε καὶ δέκα, καθαιρέτας τῆς δυσσεβοῦς, πλάνης τῶν εἰδώλων, καὶ τοῦ παραβάτου, δοξολογοῦντες ἀνυμνήσωμεν.
