Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικὸς Κανῶν Ἁγίας Νεομάρτυρος Ἀκυλίνης

 Παρακλητικός Κανών εις την Αγία Νεομάρτυρα Ακυλίνα την Ζαγκλιβερινή


Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου


Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας


Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἀθληφόρος εὐκλεὴς τοῦ Σωτῆρος, παρθενομάρτυς Ἀκυλίνα θεόφρον, τοὺς προσιόντας πίστει τῇ πρεσβείᾳ σου, σκέπε καὶ διάσωζε, ἀπὸ πάσης ἀνάγκης, ἴασιν καὶ λύτρωσιν, αἰτουμένη θεόθεν, καὶ τῶν πταισμάτων λύσιν παρασχεῖν, τοῖς τὴν ἁγίαν σου, μέλπουσιν ἄθλησιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δίδου ἡμῖν βοήθειαν Μάρτυς. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμει ἀθλήσασα θεϊκῇ, σεμνὴ Ακυλίνα, τῆς ψυχῆς μου τὸ ἀσθενές, δυνάμωσον θείαις σου πρεσβείαις, ἵνα ῥυσθῶ τῆς ἀπάτης τοῦ ὄφεως.

Ἱλέωσαι Μάρτυς ταῖς σαῖς λιταῖς, Χριστὸν τὸν Σωτῆρα, τοῖς προστρέχουσιν εὐλαβῶς, τῇ σῇ Ἀκυλίνᾳ προστασίᾳ, καὶ χαλεπῶν πειρασμῶν ἡμᾶς λύτρωσαι.

Διάρασα Μάρτυς ὑπερ ἡμῶν, τὰς θείας σου χείρας, καθικέτευε ἐκτενῶς, σεμνὴ Ἀκυλίνα τὸν Σωτῆρα, ὡς ἂν δεινῶν λυτρωθείημεν θλίψεων.

Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, κεχαριτωμένη, παντευλόγητε Μαριάμ, φωτὶ τῆς θερμῆς ἐπισκοπῆς σου, τὴν τῶν παθῶν ἡμῶν νύκτα διάλυσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑποστᾶσα ἀνδρείως, τοὺς ῥαβδισμοὺς πάνσεμνε, πᾶσαν ἀποῤῥάπισον βλάβην, καὶ πᾶσαν ἔφοδον, τοῦ πολεμήτορος, τὴν καθ’ ἡμῶν κινουμένην, Ἀκυλίνα ἔνδοξε, ταῖς ἱκεσίαις σου.

Ἡ θερμή σου πρεσβεία, πρὸς τὸν Χριστὸν γένοιτο, τεῖχος ἀσφαλείας Παρθένε, καὶ ἱλαστήριον, καὶ σκέπη ἄμαχος, τῇ σὲ τιμώσῃ πατρίδι, Ἀκυλίνα πάνσεμνε, νύμφη τοῦ Κτίσαντος.

Μαρτυρίου τοὺς ἄθλους, περιφανῶς ἤνυσας· ὅθεν πρὸς ὁδὸν μαρτυρίων, τοὺς σὲ δοξάσαντος, ἡμᾶς ὁδήγησον, ἵνα ζωὴν εἰρηναίαν, Ἀκυλίνα ζήσωμεν, φόβῳ τῷ κρείττονι.

Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα, καὶ Ποιητὴν τέτοκας, ὃν ἡ εὐκλεὴς Ἀκυλίνα, ὁμολογήσασα, παρθένε Δέσποινα, θεοπρεπῶς ἐδοξάσθη, αἶνον θεῖον ᾄδουσα, τοῖς μεγαλείοις σου.

Διάσωσον, παρθενομάρτυς πανεύφημε Ἀκυλίνα, τῶν ἐν βίῳ ἐπιφορῶν καὶ κακώσεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ, προστρέχοντες ῥυσθείημεν, ἐκ πάσης ὀργῆς, καὶ βλάβης τοῦ ἀλάστορος, καὶ νόσων τε καὶ θλίψεων, Ἀκυλίνα Μαρτύρων ὡράισμα· σὲ γὰρ μεσῖτιν θερμὴν πρὸς Χριστόν, ἀεὶ οἱ τιμῶντές σε κεκτήμεθα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων καὶ θλίψεων, καὶ πολυειδῶν σκανδάλων τοῦ ὄφεως, ἀνωτέρους διαφύλαττε, τοὺς σὲ Ἀκυλίνα μακαρίζοντας.

Βοηθὸς ἔσο πάντοτε, Μάρτυς ἐν κινδύνοις καὶ περιστάσεσιν, Ἀκυλίνα τῇ πατρίδι σου, τῇ ἐγκαυχωμένῃ τῇ ἀθλήσει σου.

Ὁδυνώμενοι πάθεσι, τῇ σῇ Ἀκυλίνα σκέπῃ προστρέχομεν, ἵνα λάβωμεν τὴν ἴασιν, καὶ τῶν ὀδυνῶν τὴν ἀπολύτρωσιν.

Θεοτοκίον.
Ἡλιόμορφε Δέσποινα, τῶν ἐσκοτισμένον με πλημμελήμασι, καὶ ἐννοίαις τοῦ ἀλάστορος, τῷ φωτὶ τῆς δόξης σου καταύγασον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τὴν ἰσχήν, τοῦ δολίου πολεμήτορος, τοῦ δεινῶς ὡρυομένου καθ’ ἡμῶν, Ἀκυλίνα νεομάρτυς καλλιπάρθενε.

Ἔχουσα πολλήν, παῤῥησίαν τῷ Νυμφίῳ σου, καθικέτευε ἀεὶ ὑπὲρ ἡμῶν, Ἀκυλίνα τῶν ζητούντων τὴν πρεσβείαν σου.

Ἴδε συμπαθῶς, Ἀκυλίνα τὴν πατρίδα σου, τὴν τιμῶσάν σου τοὺς ἄθλως εὐλαβῶς, καὶ παράσχου ταύτῃ ἄνωθεν τὴν χάριν σου.

Θεοτοκίον.
Ἄχραντε Ἁγνή, τὴν χρανθεῖσάν μου διάνοιαν, πονηραῖς τοῦ δυσμενοῦς ἐπιβουλαῖς, ἀποκάθαρον τοῖς ῥείθροις τοῦ ἐλέους σου.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νεκρώσασα, τῇ στεῤῥᾷ σου ἐνστάσει, τὸν πολύμορφον ἐχθρὸν Ἀκυλίνα, τὴν καθ’ ἡμῶν ὀλεθρίαν μανίαν, τούτου εἰς τέλος σεμνὴ ἀπενέκρωσον, καὶ καθοδήγησον ἡμᾶς, πρὸς λιμένας τοῦ θείου θελήματος.

Μεγίστην, τὸ Ζαγκλιβέριον Μάρτυς, ἐκδεχόμενον ἀεὶ προστασίαν, ἐκ τῆς θερμῆς σου προστασίας προστρέχει, ὑπὸ τὴν σκέπην σου κράζων ἑκάστοτε· σύ μου εἶ δόξα καὶ χαρά, Ἀκυλίνα καὶ θεία ἀντίληψις.

Ἁπάσης, ἐπιφορᾶς καὶ ἀνάγκης, καὶ στενώσεων καὶ πόνων καὶ νόσων, τῇ σῇ θερμῇ πρὸς Χριστὸν ἱκεσίᾳ, ῥύου ἡμᾶς Ἀκυλίνα δεόμεθα, καὶ δίδου πάντοτε ἡμῖν, εἰρηναίαν ἐν πᾶσι κατάστασιν.

Θεοτοκίον.
Ῥοαῖς σου, τῶν οἰκτιρμῶν Θεοτόκε, καταδρόσισον δεινῶς ξηρανθεῖσαν, τὴν ταπεινήν μου ψυχὴν ἐπηρείᾳ, τοῦ τὴν ἀπάτην τῷ κόσμῳ τεκτήναντος, καὶ δίδου μου καθαρτικόν, μετανοίας ἀείρυτον δάκρυον.

Διάσωσον, παρθενομάρτυς πανεύφημε Ἀκυλίνα, τῶν ἐν βίῳ ἐπιφορῶν καὶ κακώσεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Μαρτυρικῶς ἀριστεύσα πάνσεμνε, τῆς τῶν Μαρτύρων εὐκλείας ἠξίωσαι, μεθ’ ὧν Ἀκυλίνα ἱκέτευε, τὸν σὸν Νυμφίον Χριστὸν καλλιπάρθενε, διδόναι ἡμῖν θεῖον ἔλεος.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. κε΄ 1-13)
Εἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ὁμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἄνθος εὐωδέστατον, νεοθαλὲς καὶ ὡραῖον, ἐν ὑστέροις ἔτεσιν, ὤφθης ἐναθλήσασα θείῳ ἔρωτι· ὅθεν νῦν σκέδασον, θείᾳ εὐωδίᾳ, καὶ ὀσμῇ Ἁγίου Πνεύματος, πάθη ἀκάθαρτα, καὶ δυσώδεις νόσους δεόμεθα, ὑγιείαν τε καὶ ἴασιν, ταῖς ψυχαῖς ὁμοῦ καὶ τοῖς σώμασιν, ἡμῶν χορηγοῦσα, καὶ βίον εὐπραγῆ καὶ εὐσταθῆ, Παρθενομάρτυς θεόληπτε, ταῖς σαῖς ἀντιλήψεσι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὸν Νυμφίον σου Μάρτυς, δυσωποῦσα μὴ παύσῃ διδόναι ἅπασι, δεινῶν παντοίων λύσιν, χαρὰν καὶ εὐφροσύνην, καὶ πταισμάτων συγχώρησιν, τοῖς προσιοῦσι θερμῶς, τῇ θείᾳ σου πρεσβείᾳ.

Ὑπὲρ ἔννοιαν πέλει, ἡ δοθείσα σοι χάρις, θεόθεν πάνσεμνε· προφθάνεις γὰρ ταχέως, καὶ χείρα βοηθείας, ἐπορέγεις τοῖς κράζουσι· ῥῦσαι ἡμᾶς πειρασμῶν, θεόφρον Ἀκυλίνα.

Σωτηρίας σε τεῖχος, Ζαγκλιβέριον κέκτηται καλλιπάρθενε· ἐντεῦθεν ὁλοψύχως, τὴν σὴν ἐπιβοᾶται, προστασίαν θεόληπτε, ἣν δίδου τούτῳ ἀεί, ὡς Μάρτυς στεφηφόρος.

Θεοτοκίον.
Γεωργεῖν με Παρθένε, ἐν τῷ φόβῳ Κυρίου, ζωὴν τὴν κρείττονα, ἐν ἤθεσιν ἀμέμπτοις, τῇ σῇ ἐπικουρίᾳ, ἐνδυνάμωσον δέομαι, ἵνα ῥυσθῶ τῶν δεινῶν, παγίδων τοῦ βελίαρ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔλαμψε Μάρτυς, φῶς τῷ ἁγίῳ σου τάφῳ, οὗ τῇ χάριτι διάλυσον τὴν νύκτα, τῶν ἐπικειμένων, ἡμῖν πειρατηρίων.

Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, ταῖς πρεσβείαις σου θεόφρον Ἀκυλίνα, καὶ εἰρήνην θείαν, ἡμῖν τοῖς σὲ τιμῶσι.

Ἁρωματίζον, τὸ σὸν σεπτὸν ὤφθη σῶμα· ὅθεν χάριτι τῆς ἐν σοὶ εὐωδίας, εὔφρανον Ἁγία, ἡμῶν τὰς διανοίας.

Θεοτοκίον.
Σύντριψον Κόρη, τῇ κραταιᾷ σου πρεσβείᾳ, τοῦ ἀλάστορος τὴν καθ’ ἡμῶν μανίαν, μόνη Θεοτόκε, ἡμῶν ἡ προστασία.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον Ἁγία, τῇ σῇ μεσιτείᾳ, τοὺς τρυχωμένους πικροῖς ἀῤῥωστήμασι, καὶ εὐφροσύνην παράσχου ἡμῖν τὴν κρείττονα.

Μαρτύρων ταῖς χορείαις, νῦν συνηδομένη, σὺν τούτοις πρέσβευε, ῥύεσθαι πάντοτε, ἐκ χαλεπῶν Ἀκυλίνα ἡμᾶς συμπτώσεων.

Ὁλόφωτον παστάδα, ἤδη κατοικοῦσα, τῷ φωτισμῷ τῆς σῆς χάριτος φώτισον, ὦ Ἀκυλίνα ψυχῆς μου τὰς κόρας δέομαι.

Θεοτοκίον.
Ὑπέρφωτε λυχνία, τῆς ἀύλου δόξης, εὐλογημένη παρθένε Πανάχραντε, τὴν σκοτισθεῖσαν ψυχήν μου λάμπρυνον δέομαι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀκυλίνα νύμφη Χριστοῦ, ἡ χρόνοις ὑστέροις, ἐναθλήσασα ἀνδρικῶς, καὶ στεφάνῳ δόξης, ἀξίως κοσμηθεῖσα, ὡς Μάρτυς καὶ παρθένος ἀξιοθαύμαστος.

Λόγοις τῆς μητρός σου ὡς πίων γῆ, σεμνὴ ἀρδευθεῖσα, ἐγεώργησας μυστικῶς, ἄθλοις μαρτυρίου, καρποὺς ἀθανασίας, θεόφρον Ἀκυλίνα, στεῤῥῶς ἀθλήσασα.

Ἤσχυνας πατρός σου τὸ ἀσεβές, καὶ τῶν παρανόμων, κατεπάτησας τὴν ἰσχύν, τῇ σῇ ἀνενδότῳ, ἐνστάσει Ἀκυλίνα, καὶ ἤθλησας νομίμως ἐνθέῳ ἔρωτι.

Ἤνεγκας μαστίγων πεῖραν πολλῶν, καὶ ἀνδρισαμένη, ἠγωνίσω ἀθλητικῶς· ὅθεν σου τὸ σῶμα, ἔπνευσεν Ἀκυλίνα, τὴν εὐωδίαν πᾶσι τὴν ὑπερκόσμιον.

Φῶς ἐν τῷ σῷ τάφῳ ἀπ’ οὐρανοῦ, κατελθὼν Ἁγία, πᾶσιν ἔδειξεν ἐμφανῶς, τὴν σὴν Ἀκυλίνα, λαμπρότητα καὶ δόξαν, δι’ ἧς παθῶν διώκεις, δεινὴν σκοτόμαιναν.

Σκέπε τῆς πατρίδος σου ὦ σεμνή, μάρτυς Ἀκυλίνα, πάσης βλάβης τε καὶ ὀργῆς, καὶ τοῖς προσιοῦσι, τῇ θείᾳ σου πρεσβείᾳ, αἴτει πταισμάτων λύσιν, καὶ θεῖον ἔλεος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς τιμῶντας εὐλαβῶς, τὴν σὴν Ἀκυλίνα θεόφρον, ἁγίαν ἄθλησιν, καὶ τὴν χάριν βρύουσαν, εἰκόνα πάνσεμνε, προσκυνοῦντας ἐκ πίστεως, ἀβλαβεῖς συντήρει, πάσης περιστάσεως, καὶ πάσης θλίψεως, λύσιν αἰτουμένην πταισμάτων, καὶ ἀπαλλαγὴν παντὸς πόνου, τοὺς εἰλικρινῶς σὲ μακαρίζουσι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν. 

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Μὲ Δέουσα Λαμπρότητα ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῶν Θεοφανείων εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καί τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνούντάς σε· Ἦλθες, ἐφάνης, τό Φῶς τὸ ἀπρόσιτον».  Μὲ Δέουσα Λαμπρότητα καὶ Πλῆθος Πιστῶν ἑορτάστηκε ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῶν Θεοφανείων τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τὸν Ἱερὸν Ναὸν Κοιμήσεως τῆς Θεοτόκου ἐνορίας Ἁγίου Γεωργίου Τουρτούλων Σητείας. Τὴν Δευτέρα 6 Ἰανουαρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Θεία Λειτουργία τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου Ἀρχιεπισκόπου καὶ Καισαρείας της Καππαδοκίας Οὐρανοφάντορος τοῦ Μεγάλου καὶ ἐν Συνεχείᾳ ἡ Ἀκολουθία τοῦ Μεγάλου Ἁγιασμοῦ.  Φωτογραφίες Μιχάλης Κάββαλος 

To Oδοιπορικό της Μεγάλης Εβδομάδος στη Σητεία

  To Oδοιπορικό της Μεγάλης Εβδομάδος, μια ιστορική αναδρομή με δρώμενα της Σητείας. Μια παραγωγή από το STUDIOVAI του Sitia FM 95,5 MHz. Η εβδομάδα πριν το Πάσχα ονομάστηκε Μεγάλη από τους πρώτους κιόλας χριστιανικούς αιώνες κι αυτό γιατί, όπως μας εξηγεί ο Αγ. Ιω. ο Χρυσόστομος, μεγάλα και κοσμοσωτήρια γεγονότα συνέβησαν στη διάρκειά της. Κέντρο αυτών των γεγονότων είναι βεβαίως τα άγια και άχραντα Πάθη, η θεόσωμη Ταφή και η ένδοξη Ανάσταση του Κυρίου. Για τη διευκόλυνση των πιστών οι ακολουθίες της Μ. Εβδομάδας τελούνται αντίστροφα του κανονικού, δηλ. οι Όρθροι τελούνται το απόγευμα και οι Εσπερινοί το πρωί. Παλαιότερα οι όρθροι τελούνταν λίγο μετά τα μεσάνυχτα, όμως η ώρα αυτή δεν ήταν κατάλληλη για την προσέλευση των πιστών. Έτσι λοιπόν σήμερα οι ιερές ακολουθίες τελούνται ως εξής: Κυριακή Βαΐων απόγευμα                 : Όρθρος Μ. Δευτέρας Μ. Δευτέρα πρωί                      ...

Ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα». Στὶς 14 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τὴν Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ. Τὴν Κυριακὴ 14 Σεπτεμβρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Τελετὴ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, Ἀρτοκλασία καὶ ἐν Συνεχείᾳ ἡ Θεία Λειτουργία εἰς τὸν Ἱερὸν Ναὸν Ἁγίου Γεωργίου στὸ Χωριὸ Ἅγιος Γεώργιος Τουρτοῦλοι Σητείας. Φωτογραφίες Μιχάλης Κάββαλος  

Οἱ Ἁγίες Ἀγάπη, Εἰρήνη καὶ Χιονὶα οἱ Μάρτυρες 16 Απριλίου

  Οἱ Ἁγίες Ἀγάπη, Εἰρήνη καὶ Χιονὶα μαρτύρησαν ἐπὶ αὐτοκράτορος Διοκλητιανοῦ (284 – 305 μ.Χ.) στὴ Θεσσαλονίκη, τὸ ἔτος 304 μ.Χ. Στὸ Συναξάρι μαρτυρεῖται ὅτι οἱ τρεῖς ἀδελφές, πιθανῶς ἐνεργὰ μέλη μιᾶς ἀδελφότητας νέων Χριστιανῶν μὲ πλούσια βιβλιοθήκη, κατέφυγαν ἀμέσως μετὰ τὴν ἔναρξη τοῦ διωγμοῦ σὲ ὑψηλὸ ὄρος πλησίον τῆς Θεσσαλονίκης, πιθανῶς τὸ Χορτιάτη, ἀφοῦ ἔκρυψαν στὸ σπίτι τους τὰ βιβλία. Ἡ Ἀγάπη καὶ ἡ Χιονία, μετὰ ἀπὸ ἐντολὴ τοῦ διοικητοῦ Δουλκιτίου, ρίχθηκαν στὴν πυρά. Ἡ Ἁγία Εἰρήνη κλείσθηκε σὲ πορνεῖο, ἀλλὰ κανένας δὲν τόλμησε νὰ τὴν ἐνοχλήσει. Ὁδηγήθηκε καὶ αὐτὴ στὸν διὰ πυρᾶς θάνατο. Τὰ ἱερὰ λείψανα ποὺ ἀπέμειναν ἀπὸ τὴν πυρὰ συνελέγησαν ἀπὸ εὐλαβεῖς Χριστιανοὺς καὶ ἐνταφιάσθηκαν δυτικὰ τῆς πόλεως, σὲ μικρὴ ἀπόσταση ἀπὸ τὰ τείχη. Ἐκεῖ ἀνεγέρθηκε ἕνας ναΐσκος στὴν ἀρχή, ποὺ ἀργότερα ἔγινε μεγαλύτερος. Στὶς Διηγήσεις τῶν Θαυμάτων τοῦ Ἁγίου Δημητρίου ἀναφέρεται ὡς τὸ «σεβάσμιον τέμενος» τῶν τριῶν Ἁγίων Μαρτύρων Χιονίας, Εἰρήνης καὶ Ἀγάπης. Πηγή  https://www.synaxarion.g...

Κυριακὴ τῶν Βαΐων στὸν Ἱερὸ Καθεδρικὸ Ναὸ Ἁγίας Αἰκατερίνης Πολιούχου Σητείας

  Κυριακὴ τῶν Βαΐων 13 Ἀπριλίου 2025 εἷς τὸν Ἱερὸ Καθεδρικὸ Ναὸ Ἁγίας Αἰκατερίνης Πολιούχου Σητείας ἱερουργοῦντος τοῦ Σεβασμιωτάτου Ποιμενάρχου μας Μητροπολίτου Ἰεραπύτνης καὶ Σητείας κ.κ. Κυρίλλου. 

Οἱ Ἅγιοι Ἀρίσταρχος, Πούδης καὶ Τρόφιμος οἱ Ἀπόστολοι ἐκ τοὺς ἑβδομήκοντα 14 Απριλίου

  Οἱ Ἅγιοι Ἀπόστολοι Ἀρίσταρχος, Πούδης καὶ Τρόφιμος ἀνῆκαν στὸν κύκλο τῶν Ἑβδομήκοντα Ἀποστόλων († 4 Ἰανουαρίου) τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Γιὰ τὸν Ἀπόστολο Ἀρίσταρχο ἀναφέρεται στὶς Πράξεις τῶν Ἀποστόλων ὅτι ἦταν Μακεδόνας καταγόμενος ἀπὸ τὴ Θεσσαλονίκη καὶ κατὰ πᾶσα πιθανότητα Ἰουδαῖος. Ὁπωσδήποτε ὁ Ἀπόστολος Ἀρίσταρχος ὑπῆρξε ἀπὸ τοὺς πρώτους μαθητὲς τοῦ Ἀποστόλου Παύλου στὴ Θεσσαλονίκη, ὁ ὁποῖος καὶ τὸν μνημονεύει στὶς πρὸς Κολοσσαεῖς καὶ Φιλήμονα ἐπιστολές του. Ὁ Ἀπόστολος Ἀρίσταρχος ᾖλθε στὴν Ἔφεσο κομίζοντας χάρη τῶν Χριστιανῶν τῶν Ἱεροσολύμων τὴ «λογία». Τὸ προϊὸν τοῦ ἐράνου ἔφεραν οἱ Γάιος, Σεκοῦνδος καὶ Ἀρίσταρχος. Ἀπὸ τότε ὁ Ἀρίσταρχος ἔγινε ἀχώριστος σύντροφος τοῦ Ἀποστόλου Παύλου ὡς τὴ Ρώμη. Τὸν Ἀπόστολο Ἀρίσταρχο τὸν συναντοῦμε καὶ στὸ 19ο κεφάλαιο τῶν Πράξεων, ὅπου ὁ Εὐαγγελιστὴς Λουκᾶς περιγράφει μὲ ἐξαιρετικὴ ζωηρότητα τὰ ἐπεισόδια τῆς Ἐφέσου. Ὁ ἀργυροκόπος Δημήτριος εἶχε χολωθεῖ ἀπὸ τὴ μεταστροφὴ τῶν κατοίκων τῆς Ἐφέσου πρὸς τὴ νέα πίστη καὶ γι’ αὐτὸ ξεσήκωσε ...

Ο ΟΣΙΟΣ ΙΩΣΗΦ Ο ΓΕΡΟΝΤΟΓΙΑΝΝΗΣ ΚΑΙ Η ΑΝΑΚΑΙΝΙΣΗ ΤΗΣ ΜΟΝΗΣ

Ο Ιωάννης Βιτσέντζος ή Γεροντογιάννης γεννήθηκε στο ημιερειπωμένο Μονύδριο του Τιμίου Προδρόμου Καψά το 1799. Στα ερειπωμένα κελλιά της άγονης και απόμονωμένης περιοχής είχαν μεταβεί οι ευσεβείς και ενάρετοι γονείς του Εμμανουήλ και Ζαμπία λόγω τουρκικής επιδρομής. Αργότερα, όταν ησύχασε η κατάσταση, διέμειναν μόνιμα στο χωριό Λιθίνες. Όταν ήρθε σε νόμιμη ηλικία νυμφεύθηκε την κυνηγημένη από τους Τούρκους Καλλιόπη από την οικογένεια των Γεροντάκηδων ή Γεροντήδων, η οποία ζούσε κρυμμένη και εκείνη στα νοτιοανατολικά παράλια, φοβούμενη μήπως έχει την ίδια τύχη που είχε η μοναδική αδελφή της, η οποία αυτοκτόνησε για να μην ατιμασθεί από ένα Τούρκο που είχε ενδιαφερθεί έντονα γι’ αυτήν. Γι’ αυτό και η Καλλιόπη στάλθηκε από τους γονείς της στις ερημικές ακτές της περιοχής, κοντά στην έρημη τότε Μονή Καψά και τελικά νυμφεύθηκε τον Γεροντογιάννη, με τον οποίο απέκτησε τέσσερα παιδιά, τρεις κόρες κι ένα γιο. Ο Γεροντογιάννης ήταν ατίθασος, αλλά ιδιαίτερα ευσεβής. Πολλές φορές είχε γίνει στόχασ...

Ὁ Ἅγιος Διονύσιος ὁ Ἀρεοπαγίτης 3 Οκτωβρίου

  Καταγόταν ἀπὸ τὴν πόλη τῶν Ἀθηνῶν. Ἔζησε καὶ μαρτύρησε τὰ χρόνια ποὺ αὐτοκράτορας ἦταν ὁ Δομετιανός. Διακρίθηκε γιὰ τὴ φιλοσοφική του κατάρτιση καὶ τὴν βαθιά του καλλιέργεια. Ἀρχικὰ ἦταν εἰδωλολάτρης καὶ μέλος τῆς Βουλῆς τοῦ Ἀρείου Πάγου. Τὸ κήρυγμα ὅμως τοῦ Ἀποστόλου Παύλου ἄγγιξε τὴν παιδευμένη καὶ εὐαίσθητη ψυχή του καὶ βαπτίσθηκε. Ἀργότερα διαδέχθηκε στὸν ἐπισκοπικὸ θρόνο τῶν Ἀθηνῶν τὸν εὐσεβῆ Ἰερόθεο. Ὑπῆρξε συγγραφέας πλήθους θεολογικῶν συγγραμμάτων. Ἐπιβραβεύθηκε ἀπὸ τὸ θεὸ γιὰ τὴ χριστιανική του δράση μὲ τὸ χάρισμα νὰ ἐπιτελεῖ θαύματα. Περιόδευσε σὲ πολλὰ μέρη τῆς Δύσης, ὅπου κήρυξε τὸν εὐαγγελικὸ λόγο καὶ ἑρμήνευσε τὶς ἱερὲς γραφές. Ὅταν ἔφθασε στὸ Παρίσι συνελήφθη καὶ ἀργότερα ἀποκεφαλίσθηκε. Μαζί του μαρτύρησαν καὶ δυὸ μαθητές του, ὁ Ρουστικὸς καὶ ὁ Ἐλευθέριος. Ὁ ἡγεμόνας τῆς περιοχῆς ἔδωσε ἐντολὴ νὰ μὴ θάψει κανεὶς τὰ ἅγια λείψανα τῶν μαρτύρων, ὅμως κάποιοι χριστιανοὶ τὰ φύλαξαν καὶ ὅταν δὲν ὑπῆρχε πλέον φόβος τὰ ἐνταφίασαν μὲ τιμές. Πηγή  https://www.synaxarion....

Μὲ ἰδιαίτερη Λαμπρότητα Πανηγύρισε ὁ Ι.Ν Παναγίας Πρωτοσεπτεμβριανὴς εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 «Χαῖρε κεχαριτωμένη θεοτόκε παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις μήτηρ καὶ παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι πάσῃ τῇ οἰκουμένῃ». Μὲ Δέουσα καὶ Πανευφρόσυνη Λαμπρότητα Πανηγύρισε ὁ Ἱερὸς Ναὸς Παναγίας Πρωτοσεπτεμβριανὴς εἰς τὸν Οἰκισμὸν Σωτῆρα ἐνορίας Ἁγίου Γεωργίου Τουρτούλων Σητείας. Τὴν Δευτέρα 1 Σεπτεμβρίου ἐπὶ τῇ ἐλεύσῃ τοῦ Νέου ἐνιαυτοῦ της Χριστότητος τοῦ Κυρίου καὶ ἐπὶ τῇ Ἱερὰ Σύναξη τῆς Παναγίας τῆς Παμμακαρίστου τελέστηκε ἡ Ἀκολυθία τοῦ Ὄρθρου, μετὰ Ἀρτοκλασίας καὶ ἐν Συνεχείᾳ ἡ Πανηγυρικὴ Θεία Λειτουργία καὶ ἡ Ἀκολουθία τοῦ Ἁγιασμοῦ ἐπὶ τῇ Εἰσόδῳ εἰς τὸ Νέον Ἐκκλησιαστικὸν Ἔτος.  Φωτογραφίες Μιχάλης Κάββαλος 

Ευαγγέλιο Κυριακής 5 Ιανουαρίου 2025 – Κυριακή προ των Φώτων

  Κατά Μάρκον (α΄ 1 – 8) Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. Ὡς γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ.   Ἀπόδοση στη νεοελληνική: Ἡ ἀρχὴ τοῦ εὐαγγελίου τοῦ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ Θεοῦ ἔγινε σύμφωνα μὲ ἐκεῖνο ποὺ εἶναι γραμμένον εἰς ...