Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικὸς Κανῶν Ἁγίου Ἀποστόλου Σίλα

 Παρακλητικός Κανών εις τον Άγιον Απόστολο Σίλα


Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου


Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας


Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁμοφρονήσας τῷ θεόφρονι Παύλῳ, Χριστῷ συνδέδεσαι μακάριε Σίλα, οὗ κήρυξ ἐν τοῖς ἔθνεσιν ἐδείχθης ἱερός, διωγμοῖς καὶ θλίψεσι καὶ δεσμοῖς ἀριστεύσας, Κορινθίων γέγονας, ἱεράρχης θεόφρων, καθικετεύων πάντοτε Χριστόν, ὑπὲρ τῶν πίστει, εὐχὰς δεομένων σου.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Εὐχαῖς, ὦ Σίλα, φύλαττε φιλαποστόλου. Ἀθανάσιος.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Εὐχαῖς σου ὦ Σίλα ταῖς ἱεραῖς, φυλάττοις τοὺς πόθῶ, σὲ τιμῶντας ἀπὸ ψυχῆς, καὶ θείαν πρεσβείαν ἐκζητοῦντας, πρὸς τὸν Σωτῆρα ὃν βίῳ ἐδόξασας.

Ὑπάρχων δοχεῖον χωρητικόν, τῆς χάριτος Σίλα, ἠκολούθησας τῷ Χριστῷ, μηδόλως γηΐνων προσπαθήσας, ὧν καὶ ἡμᾶς ἀμετόχους ἀνάδειξον.

Χαρᾶς πεπλησμένος τῆς θεϊκῆς, ὦ Σίλα τῷ Παύλῳ, ἠκολούθησας ταπεινῶς, καὶ τούτου ἐκμίμημα ἐδέιχθης· ὅθεν ἡμᾶς μιμητάς σου ἀνάδειξον.

Θεοτοκίον.
Ἁγνείαν φυλάξασα ἀκριβῶ, ἁγνείας Παρθένε, δεῖξον οἴκους τοὺς ἐκ ψυχῆς, τιμῶντας ἐν ὕμνοις σου ἁγνείαν, δι’ ἧς Τριάδος τὴν χάριν ἐφείλκυσας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκανὸς ἐλογίσθης ἀποσταλεὶς Ἅγιε, σὺν τῷ θείῳ Παύλῳ καὶ ἄλλοις, εἰς Ἀντιόχειαν, πρὸς ὑποστήριξιν, Χριστιανῶν νεοφύτων· ὅθεν Σίλα στήριξον, ἡμᾶς ἐν θλίψεσι.

Σάλον κόπασον Σίλα τοῦ δολεροῦ δράκοντος, καὶ τὴν χριστοδώρητον δίδου, εἰρήνην ἅπασιν, ἵνα δοξάζομεν, τὴν ἐκ Θεοῦ σοι δοθεῖσαν, χάριν οἱ τιμῶντές σου, μνήμην τὴν πάντιμον.

Ὡς ἐχάρησαν πάλαι Ἀντιοχεῖς Ἅγιε, ἐπὶ τῇ ὑμῶν παρουσίᾳ, οὕτως ἀξίωσον, τοὺς σοὶ προσπίπτοντας, χαίρειν χαρὰν τοῦ Κυρίου, καὶ τὴν παρουσίαν σου, ἀεὶ αἰσθάνεσθαι.

Θεοτοκίον.
Σῶζε τέκνα σου Μῆτερ τὰ ἐπὶ σοὶ τρέχοντα, καὶ τὴν τῶν πτερύγων σου σκέπην, πόθῳ αἰτούμενα, ὅπως τοῦ δαίμονος, πάσης παγίδος ῥυσθῶμεν, καὶ κληρονομήσομεν, γλυκὺν Παράδεισον.

Διάσωσον, τοὺς σοὺς ἱκέτας Ἀπόστολε θεῖε Σίλα, ἀπὸ πάσης ἀνάγκης ψυχῆς τε καὶ σώματος, καὶ πρέσβευε διὰ παντός, ὑπὲρ ἡμῶν τῷ Δεσπότῃ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀγάπην τὴν σὴν ἣν ἔσχες πρὸς τὸν Κύριον, μετάδος ἡμῖν, ὦ Σίλα χριστοκάρδιε, καὶ παγίδων λύτρωσαι, ἃς ὁ δόλιος ἡμῖν ἵστησι, διαφυλάττων τὰς ψυχάς, ὁμοῦ καὶ σώματα τῶν τιμώντων σε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱερὰ σάλπιγξ γέγονας, Σίλα τοῦ Κυρίου τὰ δικαιώματα, ἐκδιδάξας ἐν τοῖς πέρασι· διὸ καὶ ἡμῖν ταῦτα ἐκδίδαξον.

Λαμπροτάτην τὴν εἴσοδον, εἰς τὴν Βασιλείαν Κυρίου ποίησον, Σίλα πᾶσι τοῖς προστρέχουσι, καὶ θερμῶς αἰτοῦσι τὰς πρεσβείας σου.

Αὐγαζόμενος χάριτι, Σίλα τοῦ ἡλίου τῆς δόξης αὔγασον, τοὺς κειμένους ἐν τοῖς πταίσμασι, καὶ τὸ φῶς Κυρίου ἀναμένοντας.

Θεοτοκίον.
Φεῖσαι Μῆτερ τῶν τέκνων σου, τῶν παραβαινόντων Χριστοῦ θελήματα, καὶ κρημνοῦ ταῦτα ἐξάρπασον, λυτρουμένη θείαις ἱκεσίαις σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕπνου ψυχικοῦ, ἡμᾶς Σίλα διανάστησον, πρὸς ἐργασίαν ἐντολῶν Χριστοῦ, δι’ ὧν θεοῦται, κατὰ χάριν τὸ ἀνθρώπινον.

Λύτρωσαι σειρᾶς, ἁμαρτίας Σίλα ἔνδοξε, ὡς σὺ ἐῤῥύσθης ἐν Φιλίππῳ θαυμαστῶς, μετὰ τοῦ Παύλου, ἐξ ἀδίκου φυλακίσεως.

Αἴτησαι ἡμῖν, ἐκ Κυρίου Σίλα πάντιμε, τὴν προστασίαν ἐκ δαιμόνων φοβερῶν, οὕς περ δυνάμει, τοῦ Σταυροῦ πάλαι κατήργησας.

Θεοτοκίον.
Τρῶσον τὰς ψυχάς, τῇ ἀγαπῃ θείου Τόκου σου, Παρθενομῆτορ καὶ ἀξίωσον ἡμᾶς, ὀπίσω Τούτου, ἐν παντὶ τῷ βίῳ ἔπεσθαι.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὰ πάθη μου, τὴν ψυχὴν συνθλίβοντα, ὡς ὀγκόλιθος ὦ Σίλα τρισμάκαρ, θραῦσον εὐθύς, ὡς τὰ εἴδωλα πάλαι, τὸ κατ’ εἰκόνα καθαίρων πρεσβείαις σου, καὶ ἐνισχύων με ἀεί, εἰς ἀπόκτησιν τοῦ καθ’ ὁμοίωσιν.

Ἐνίσχυσον, τὰς ψυχὰς τῶν δούλων σου, κλονουμένας πειρασμοῖς μάκαρ Σίλα, καὶ ἀβλαβεῖς, ἐξ ἐχθροῦ ἐπηρείας, σαῖς ἱκεσίαις ἡμᾶς διατήρησον, συντρίβων ἀποστολικῶς, τὰς παγίδας αὐτοῦ καὶ τὰ σκάνδαλα.

Φροντίδων με, ἀγχωδῶν ἀπάλλαξον, καὶ μερίμνης ψυχοφθόρου ὦ Σίλα, καταξιῶν, ἀνατίθεσθαι πάντα, πεπερασμένον μου βίον τῷ Κτίσαντι, τῷ ἔχοντι τὴν πατρικήν, οἰκουμένης φροντίδα καὶ πρόνοιαν.

Θεοτοκίον.
Ἰάτρευσον, τῶν σωμάτων Δέσποινα, καὶ ψυχῶν τὰς ἀσθενείας καὶ νοσους, τὸν ἰατρόν, Ἰησοῦν σαῖς πρεσβείαις, ἐξιλεοῦσα ὑπὲρ τῶν τιμώντων σε, καὶ ὕμνον τὸν ἀγγελικόν, ἐκβοώντων σοι· χαῖρε πανάμωμε.

Διάσωσον, τοὺς σοὺς ἱκέτας Ἀπόστολε θεῖε Σίλα, ἀπὸ πάσης ἀνάγκης ψυχῆς τε καὶ σώματος, καὶ πρέσβευε διὰ παντός, ὑπὲρ ἡμῶν τῷ Δεσπότῃ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Πυρωθεὶς τῷ πυρὶ θείου Πνεύματος, ὥσπερ γίγας τὸν κόσμον διέδραμες, μάκαρ Σίλα, πλάνης λαοὺς πολλοὺς ἐξαγαγών· διὸ ῥῦσαι καὶ ἡμᾶς, προσπίπτοντάς σοι ἐκ ψυχῆς, ἐκ παγίδων ἀλάστορος· δίδου Χριστοῦ ἀγάπην, φλέξον παθῶν ἀκάνθας, καὶ Βασιλείαν οὐρανῶν, ταῖς εὐχαῖς σου πᾶσι χάρισαι.

Προκείμενον,
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος.  Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. θ΄ 37-38, ι΄ 5-9)
Εἶπεν ὁ Κύριος τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ
ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.  Πορευόμενοι δὲ κηρύσσετε λέγοντες, ὅτι· Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε. Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σίλα θεοδόξαστε, Ἁγίου Πνεύματος θρόνε, πᾶσαν γῆν ἐφώτισας, σωτηρίοις λόγοις σου καὶ συνήρμοσας, τῷ Χριστῷ ἄριστα, τοὺς ἐν σκότει ὄντας, καὶ υἱοὺς φωτὸς καὶ χάριτος, τούτους ἀνέδειξας· ὅθεν καὶ ἡμᾶς νῦν ἀξίωσον, ἐν τῷ φωτὶ πορεύεσθαι, τοῦ Εὐαγγελίου
καὶ ἄξια, κλήσεως Κυρίου, ἐργάζεσθαι τὰ ἔργα καὶ παντός κινδύνου ῥῦσαι τοὺς ὅσοι σου, δέονται ἐκ πίστεως.

Σῶσον ὀ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λιμὸν λόγου Κυρίου ἀποδίωκε Σίλα ἐκ τῶν τιμώντων σε, πλουσίως διατρέφων, ἡμᾶς σεπταῖς εὐχαῖς σου, ὅπως Λόγῳ ἑνούμενοι, ἐν οὐρανίῳ Σιών, ζήσωμεν εἰς αἰῶνας.

Ἀποστόλων με ζήλῳ, καταπλούτισον Σίλα θεομακάριστε, καὶ τῆς Χριστοῦ ἀγάπης· δι’ ὧν σὺ πεπλησμένος, οἰκουμένην διέδραμες, καὶ ὥσπερ σάλπιγξ λαμπρῶς, ἤχησας σωτηρίαν.

Πεδηθεὶς ἑκουσίως ἁμαρτίαις ποικίλαις Σίλα μακάριε, βοῶ σοι· θραῦσον πέδας, καθάπερ ἐν Φιλίπποις, σοῦ τὰς πέδας  κατέθραυσεν, ἐν φυλακῇ ὁ Χριστός, ὄντος μετὰ τοῦ Παύλου.

Θεοτοκίον.
Ὁρμαθὸν τῶν παθῶν μου, Θεοτόκε Παρθένε, ταχὺ ἀφάνισον, ἡ ἀπαθῶς τὸν Λόγον, κυήσασα ἐν χρόνῳ, καὶ τοῖς πάθεσι σώσαντα, ἅπαν τὸ γένος ἡμῶν, ἀπὸ παθῶν ἀτίμων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σίλα ὡς δῶρον, τὴν προσευχήν μοι παράσχου, καὶ ὑπνοῦντι καὶ ἐξεγειρομένῳ, ὅπως ἰσαγγέλως, τὸν Κύριον δοξάζω.

Τρῶσον ψυχήν μου, Σίλα τῷ πόθῳ Κυρίου, ἐκδιώκων ἀγάπην τὴν τοῦ κόσμου, ἵνα διανύσω, ὁδὸν Εὐαγγελίου.

Ὅλον τὸν νοῦν μου, καθυπόταξον Σίλα, τοῦ Δεσπότου θελήματι τῷ θείῳ, λογισμοὺς ἀκαίρους, καθαίρων καὶ ἐννοίας.

Θεοτοκίον.
Λάμπρυνων Μῆτερ, ἠσβολωμένην ψυχήν μου, ἡ τεκοῦσα τὸ Φῶς παντὸς τοῦ κόσμου, καὶ ἀξίωσόν με, φωτὸς τοῦ Παραδείσου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ Πνεύματι Ἁγίῳ, πάθη θεραπεύων, ψυχῆς καὶ σώματος Σίλα μακάριε, τοὺς αἰτουμένους σε πόθῳ, ταχὺ θεράπευσον.

Ὑπὲρ τῆς Ἐκκλησίας, Σίλα ἐκδυσώπει, τὸν Ἰησοῦν ὑπὲρ οὗ ἄθλους ἤνεγκας, ἵνα αὐτὴν ἐν εἰρήνῃ, φυλάττῃ πάντοτε.

Σίλα ἀξίωσόν με, θείου Παραδείσου, τὸν προσκυνοῦντα ἁγίαν εἰκόνα σου, καὶ σὲ προβάλλοντα πρέσβυν, πρὸς τὸν φιλάνθρωπον.

Θεοτοκίον.
Ἀνάνηψον ψυχήν μου, ἐκ βαθέος ὕπνου, τῆς ἀμελείας καὶ δεῖξον μετάνοιαν, τὴν Θεοτόκον καὶ Σίλαν μεσίτας ἔχουσα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις εὐσεβείας θεῖος πυρσός, Ἀπόστολε Σίλα, καὶ τῆς Χάριτος θησαυρός· χαίροις τῆς Ἑλλάδος, ὁ θεῖος ἀντιλήπτωρ, ἣν φύλαττε καὶ φρούρει, πάντοτε Ἅγιε.

Χαίροις Σίλα σάλπιγξ τοῦ Ἰησοῦ, ἡ ἐκ σκότους πλάνης, ἀναστήσασα τοὺς λαούς, καὶ υἱοὺς ἡμέρας, αὐτοὺς ἐναποδείξας, θείῳ κηρύγματί σου, καὶ βίῳ λάμποντι.

Γέγονας συνέκδημος ἱερός, Σίλα θείου Παύλου, μεθ’ οὗ ἔδραμες ὡς φωστήρ, πᾶσαν οἰκουμένην, συνάπτων τῷ Κυρίῳ, καὶ νῦν τοὺς σὲ τιμῶντας, σκέπεις πρεσβείαις σου.

Τοὺς προσερχομένους τῷ σῷ ναῷ, Σίλα χριστοφόρε, δεῖξον οἴκους τοῦ Ἰησοῦ, πάθη θεραπεύων, ψυχῶν τε καὶ σωμάτων, Πνεύματι τῷ Ἁγίῳ, Οὗ πλήρης γέγονας.

Σκέπε ταῖς ἁγίαις σου προσευχαῖς, Ἐκκλησίας Σίλα, ἐν αἷς ἔδρασας θαυμαστῶς, τὴν Ἀντιοχείας, Φιλίππων τε Βεῤῥοίας, κλεινῆς Θεσσαλονίκης, Κορίνθου πόλεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σίλα, Θεοῦ Λόγου μαθητά, κήρυξ τῆς Χριστοῦ Βασιλείας, Παύλου ὁμόψυχε, τοὺς πιστῶς προστρέχοντας, τῷ ἱερῷ σου ναῷ,  νοσημάτων ἀπάλλαξον, καὶ Πνεύματος δεῖξον, θεῖα οἰκητήρια, κεκαθαρμένους παθῶν· ὅπως, ἐν ἐσχάτῃ ἡμέρᾳ, τύχωμεν ἐλέους Κυρίου, καὶ Αὐτοῦ κατίδωμεν τὸ πρόσωπον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Μὲ Δέουσα Λαμπρότητα ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῶν Θεοφανείων εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καί τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνούντάς σε· Ἦλθες, ἐφάνης, τό Φῶς τὸ ἀπρόσιτον».  Μὲ Δέουσα Λαμπρότητα καὶ Πλῆθος Πιστῶν ἑορτάστηκε ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῶν Θεοφανείων τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τὸν Ἱερὸν Ναὸν Κοιμήσεως τῆς Θεοτόκου ἐνορίας Ἁγίου Γεωργίου Τουρτούλων Σητείας. Τὴν Δευτέρα 6 Ἰανουαρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Θεία Λειτουργία τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου Ἀρχιεπισκόπου καὶ Καισαρείας της Καππαδοκίας Οὐρανοφάντορος τοῦ Μεγάλου καὶ ἐν Συνεχείᾳ ἡ Ἀκολουθία τοῦ Μεγάλου Ἁγιασμοῦ.  Φωτογραφίες Μιχάλης Κάββαλος 

To Oδοιπορικό της Μεγάλης Εβδομάδος στη Σητεία

  To Oδοιπορικό της Μεγάλης Εβδομάδος, μια ιστορική αναδρομή με δρώμενα της Σητείας. Μια παραγωγή από το STUDIOVAI του Sitia FM 95,5 MHz. Η εβδομάδα πριν το Πάσχα ονομάστηκε Μεγάλη από τους πρώτους κιόλας χριστιανικούς αιώνες κι αυτό γιατί, όπως μας εξηγεί ο Αγ. Ιω. ο Χρυσόστομος, μεγάλα και κοσμοσωτήρια γεγονότα συνέβησαν στη διάρκειά της. Κέντρο αυτών των γεγονότων είναι βεβαίως τα άγια και άχραντα Πάθη, η θεόσωμη Ταφή και η ένδοξη Ανάσταση του Κυρίου. Για τη διευκόλυνση των πιστών οι ακολουθίες της Μ. Εβδομάδας τελούνται αντίστροφα του κανονικού, δηλ. οι Όρθροι τελούνται το απόγευμα και οι Εσπερινοί το πρωί. Παλαιότερα οι όρθροι τελούνταν λίγο μετά τα μεσάνυχτα, όμως η ώρα αυτή δεν ήταν κατάλληλη για την προσέλευση των πιστών. Έτσι λοιπόν σήμερα οι ιερές ακολουθίες τελούνται ως εξής: Κυριακή Βαΐων απόγευμα                 : Όρθρος Μ. Δευτέρας Μ. Δευτέρα πρωί                      ...

Ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα». Στὶς 14 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τὴν Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ. Τὴν Κυριακὴ 14 Σεπτεμβρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Τελετὴ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, Ἀρτοκλασία καὶ ἐν Συνεχείᾳ ἡ Θεία Λειτουργία εἰς τὸν Ἱερὸν Ναὸν Ἁγίου Γεωργίου στὸ Χωριὸ Ἅγιος Γεώργιος Τουρτοῦλοι Σητείας. Φωτογραφίες Μιχάλης Κάββαλος  

Οἱ Ἁγίες Ἀγάπη, Εἰρήνη καὶ Χιονὶα οἱ Μάρτυρες 16 Απριλίου

  Οἱ Ἁγίες Ἀγάπη, Εἰρήνη καὶ Χιονὶα μαρτύρησαν ἐπὶ αὐτοκράτορος Διοκλητιανοῦ (284 – 305 μ.Χ.) στὴ Θεσσαλονίκη, τὸ ἔτος 304 μ.Χ. Στὸ Συναξάρι μαρτυρεῖται ὅτι οἱ τρεῖς ἀδελφές, πιθανῶς ἐνεργὰ μέλη μιᾶς ἀδελφότητας νέων Χριστιανῶν μὲ πλούσια βιβλιοθήκη, κατέφυγαν ἀμέσως μετὰ τὴν ἔναρξη τοῦ διωγμοῦ σὲ ὑψηλὸ ὄρος πλησίον τῆς Θεσσαλονίκης, πιθανῶς τὸ Χορτιάτη, ἀφοῦ ἔκρυψαν στὸ σπίτι τους τὰ βιβλία. Ἡ Ἀγάπη καὶ ἡ Χιονία, μετὰ ἀπὸ ἐντολὴ τοῦ διοικητοῦ Δουλκιτίου, ρίχθηκαν στὴν πυρά. Ἡ Ἁγία Εἰρήνη κλείσθηκε σὲ πορνεῖο, ἀλλὰ κανένας δὲν τόλμησε νὰ τὴν ἐνοχλήσει. Ὁδηγήθηκε καὶ αὐτὴ στὸν διὰ πυρᾶς θάνατο. Τὰ ἱερὰ λείψανα ποὺ ἀπέμειναν ἀπὸ τὴν πυρὰ συνελέγησαν ἀπὸ εὐλαβεῖς Χριστιανοὺς καὶ ἐνταφιάσθηκαν δυτικὰ τῆς πόλεως, σὲ μικρὴ ἀπόσταση ἀπὸ τὰ τείχη. Ἐκεῖ ἀνεγέρθηκε ἕνας ναΐσκος στὴν ἀρχή, ποὺ ἀργότερα ἔγινε μεγαλύτερος. Στὶς Διηγήσεις τῶν Θαυμάτων τοῦ Ἁγίου Δημητρίου ἀναφέρεται ὡς τὸ «σεβάσμιον τέμενος» τῶν τριῶν Ἁγίων Μαρτύρων Χιονίας, Εἰρήνης καὶ Ἀγάπης. Πηγή  https://www.synaxarion.g...

Κυριακὴ τῶν Βαΐων στὸν Ἱερὸ Καθεδρικὸ Ναὸ Ἁγίας Αἰκατερίνης Πολιούχου Σητείας

  Κυριακὴ τῶν Βαΐων 13 Ἀπριλίου 2025 εἷς τὸν Ἱερὸ Καθεδρικὸ Ναὸ Ἁγίας Αἰκατερίνης Πολιούχου Σητείας ἱερουργοῦντος τοῦ Σεβασμιωτάτου Ποιμενάρχου μας Μητροπολίτου Ἰεραπύτνης καὶ Σητείας κ.κ. Κυρίλλου. 

Οἱ Ἅγιοι Ἀρίσταρχος, Πούδης καὶ Τρόφιμος οἱ Ἀπόστολοι ἐκ τοὺς ἑβδομήκοντα 14 Απριλίου

  Οἱ Ἅγιοι Ἀπόστολοι Ἀρίσταρχος, Πούδης καὶ Τρόφιμος ἀνῆκαν στὸν κύκλο τῶν Ἑβδομήκοντα Ἀποστόλων († 4 Ἰανουαρίου) τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Γιὰ τὸν Ἀπόστολο Ἀρίσταρχο ἀναφέρεται στὶς Πράξεις τῶν Ἀποστόλων ὅτι ἦταν Μακεδόνας καταγόμενος ἀπὸ τὴ Θεσσαλονίκη καὶ κατὰ πᾶσα πιθανότητα Ἰουδαῖος. Ὁπωσδήποτε ὁ Ἀπόστολος Ἀρίσταρχος ὑπῆρξε ἀπὸ τοὺς πρώτους μαθητὲς τοῦ Ἀποστόλου Παύλου στὴ Θεσσαλονίκη, ὁ ὁποῖος καὶ τὸν μνημονεύει στὶς πρὸς Κολοσσαεῖς καὶ Φιλήμονα ἐπιστολές του. Ὁ Ἀπόστολος Ἀρίσταρχος ᾖλθε στὴν Ἔφεσο κομίζοντας χάρη τῶν Χριστιανῶν τῶν Ἱεροσολύμων τὴ «λογία». Τὸ προϊὸν τοῦ ἐράνου ἔφεραν οἱ Γάιος, Σεκοῦνδος καὶ Ἀρίσταρχος. Ἀπὸ τότε ὁ Ἀρίσταρχος ἔγινε ἀχώριστος σύντροφος τοῦ Ἀποστόλου Παύλου ὡς τὴ Ρώμη. Τὸν Ἀπόστολο Ἀρίσταρχο τὸν συναντοῦμε καὶ στὸ 19ο κεφάλαιο τῶν Πράξεων, ὅπου ὁ Εὐαγγελιστὴς Λουκᾶς περιγράφει μὲ ἐξαιρετικὴ ζωηρότητα τὰ ἐπεισόδια τῆς Ἐφέσου. Ὁ ἀργυροκόπος Δημήτριος εἶχε χολωθεῖ ἀπὸ τὴ μεταστροφὴ τῶν κατοίκων τῆς Ἐφέσου πρὸς τὴ νέα πίστη καὶ γι’ αὐτὸ ξεσήκωσε ...

Ο ΟΣΙΟΣ ΙΩΣΗΦ Ο ΓΕΡΟΝΤΟΓΙΑΝΝΗΣ ΚΑΙ Η ΑΝΑΚΑΙΝΙΣΗ ΤΗΣ ΜΟΝΗΣ

Ο Ιωάννης Βιτσέντζος ή Γεροντογιάννης γεννήθηκε στο ημιερειπωμένο Μονύδριο του Τιμίου Προδρόμου Καψά το 1799. Στα ερειπωμένα κελλιά της άγονης και απόμονωμένης περιοχής είχαν μεταβεί οι ευσεβείς και ενάρετοι γονείς του Εμμανουήλ και Ζαμπία λόγω τουρκικής επιδρομής. Αργότερα, όταν ησύχασε η κατάσταση, διέμειναν μόνιμα στο χωριό Λιθίνες. Όταν ήρθε σε νόμιμη ηλικία νυμφεύθηκε την κυνηγημένη από τους Τούρκους Καλλιόπη από την οικογένεια των Γεροντάκηδων ή Γεροντήδων, η οποία ζούσε κρυμμένη και εκείνη στα νοτιοανατολικά παράλια, φοβούμενη μήπως έχει την ίδια τύχη που είχε η μοναδική αδελφή της, η οποία αυτοκτόνησε για να μην ατιμασθεί από ένα Τούρκο που είχε ενδιαφερθεί έντονα γι’ αυτήν. Γι’ αυτό και η Καλλιόπη στάλθηκε από τους γονείς της στις ερημικές ακτές της περιοχής, κοντά στην έρημη τότε Μονή Καψά και τελικά νυμφεύθηκε τον Γεροντογιάννη, με τον οποίο απέκτησε τέσσερα παιδιά, τρεις κόρες κι ένα γιο. Ο Γεροντογιάννης ήταν ατίθασος, αλλά ιδιαίτερα ευσεβής. Πολλές φορές είχε γίνει στόχασ...

Ὁ Ἅγιος Διονύσιος ὁ Ἀρεοπαγίτης 3 Οκτωβρίου

  Καταγόταν ἀπὸ τὴν πόλη τῶν Ἀθηνῶν. Ἔζησε καὶ μαρτύρησε τὰ χρόνια ποὺ αὐτοκράτορας ἦταν ὁ Δομετιανός. Διακρίθηκε γιὰ τὴ φιλοσοφική του κατάρτιση καὶ τὴν βαθιά του καλλιέργεια. Ἀρχικὰ ἦταν εἰδωλολάτρης καὶ μέλος τῆς Βουλῆς τοῦ Ἀρείου Πάγου. Τὸ κήρυγμα ὅμως τοῦ Ἀποστόλου Παύλου ἄγγιξε τὴν παιδευμένη καὶ εὐαίσθητη ψυχή του καὶ βαπτίσθηκε. Ἀργότερα διαδέχθηκε στὸν ἐπισκοπικὸ θρόνο τῶν Ἀθηνῶν τὸν εὐσεβῆ Ἰερόθεο. Ὑπῆρξε συγγραφέας πλήθους θεολογικῶν συγγραμμάτων. Ἐπιβραβεύθηκε ἀπὸ τὸ θεὸ γιὰ τὴ χριστιανική του δράση μὲ τὸ χάρισμα νὰ ἐπιτελεῖ θαύματα. Περιόδευσε σὲ πολλὰ μέρη τῆς Δύσης, ὅπου κήρυξε τὸν εὐαγγελικὸ λόγο καὶ ἑρμήνευσε τὶς ἱερὲς γραφές. Ὅταν ἔφθασε στὸ Παρίσι συνελήφθη καὶ ἀργότερα ἀποκεφαλίσθηκε. Μαζί του μαρτύρησαν καὶ δυὸ μαθητές του, ὁ Ρουστικὸς καὶ ὁ Ἐλευθέριος. Ὁ ἡγεμόνας τῆς περιοχῆς ἔδωσε ἐντολὴ νὰ μὴ θάψει κανεὶς τὰ ἅγια λείψανα τῶν μαρτύρων, ὅμως κάποιοι χριστιανοὶ τὰ φύλαξαν καὶ ὅταν δὲν ὑπῆρχε πλέον φόβος τὰ ἐνταφίασαν μὲ τιμές. Πηγή  https://www.synaxarion....

Μὲ ἰδιαίτερη Λαμπρότητα Πανηγύρισε ὁ Ι.Ν Παναγίας Πρωτοσεπτεμβριανὴς εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 «Χαῖρε κεχαριτωμένη θεοτόκε παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις μήτηρ καὶ παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι πάσῃ τῇ οἰκουμένῃ». Μὲ Δέουσα καὶ Πανευφρόσυνη Λαμπρότητα Πανηγύρισε ὁ Ἱερὸς Ναὸς Παναγίας Πρωτοσεπτεμβριανὴς εἰς τὸν Οἰκισμὸν Σωτῆρα ἐνορίας Ἁγίου Γεωργίου Τουρτούλων Σητείας. Τὴν Δευτέρα 1 Σεπτεμβρίου ἐπὶ τῇ ἐλεύσῃ τοῦ Νέου ἐνιαυτοῦ της Χριστότητος τοῦ Κυρίου καὶ ἐπὶ τῇ Ἱερὰ Σύναξη τῆς Παναγίας τῆς Παμμακαρίστου τελέστηκε ἡ Ἀκολυθία τοῦ Ὄρθρου, μετὰ Ἀρτοκλασίας καὶ ἐν Συνεχείᾳ ἡ Πανηγυρικὴ Θεία Λειτουργία καὶ ἡ Ἀκολουθία τοῦ Ἁγιασμοῦ ἐπὶ τῇ Εἰσόδῳ εἰς τὸ Νέον Ἐκκλησιαστικὸν Ἔτος.  Φωτογραφίες Μιχάλης Κάββαλος 

Ευαγγέλιο Κυριακής 5 Ιανουαρίου 2025 – Κυριακή προ των Φώτων

  Κατά Μάρκον (α΄ 1 – 8) Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. Ὡς γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ.   Ἀπόδοση στη νεοελληνική: Ἡ ἀρχὴ τοῦ εὐαγγελίου τοῦ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ Θεοῦ ἔγινε σύμφωνα μὲ ἐκεῖνο ποὺ εἶναι γραμμένον εἰς ...