Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικὸς Κανῶν Ὁσίας Εἰρήνης της Χρυσοβαλάντου

 ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ ΜΗΤΕΡΑ ΗΜΩΝ ΕΙΡΗΝΗΝ ΤΟΥ ΧΡΥΣΟΒΑΛΑΝΤΟΥ

ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ


Ποιηθείς ὑπό Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.


Εὐλογήσαντος τοῦ ἱερέως τό:

 Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Εἴτα τό Θεός Κύριος τετράκις καί τό ἑξῆς:

Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ φερωνύμῳ διαλάμπουσα κλήσει, τά τῆς εἰρήνης ἀγαθά πλουτοδότως, Εἰρήνη παμμακάριστε δίδου ἡμῖν ἀεί· κόπασον τόν τάραχον, τῶν δεινῶν νοσημάτων, σκέδασον τά σκάνδαλα, τοῦ δολίου Βελίαρ, καί εἰρηναίαν δώρησαι ζωήν, τοῖς προσιοῦσιν, Ὁσία τῇ σκέπῃ σου.

Δόξα Πατρί.

Ἀπολυτίκιον
Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Βασιλείας γηΐνου πάλαι οὐκ ἔτυχες, ἀλλ' ἀφθάρτων στεφάνων νῦν σὲ ἠξίωσεν, ὁ Νυμφίος σου Χριστὸς ὁ ὡραιότατος· ᾧ καθιέρωσας σαὐτήν, ὅλη καρδίᾳ καὶ ψυχῇ, Εἰρήνη Ὁσία Μῆτερ, Χρυσοβαλάντου ἡ δόξα, ἡμῶν δὲ προσφυγὴ καὶ βοήθεια.

Και νῦν. Θεοτόκιον
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰμὴ γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σούς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός Ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα Ἔλεός Σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου,  ἑξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἔστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθεῖς ἐν τοῖς λόγοις Σου, καί νικήσης  ἐν τῷ κρίνεσθαι Σέ.
Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί  τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπῳ καί καί καθαρισθήσομαι, πλυνεῖς μέ καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινομένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης με ἀπό τοῦ προσώπου Σου, καί τό Πνεῦμα Σου τό ἅγιον μή ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου, καί πνεύματι ἡγεμονικῷ στηριξόν μέ. Διδάξω ἀνόμους τάς ὁδούς Σου, καί ἀσεβεῖς ἐπί Σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλώσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ την αἰνεσίν Σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινομένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον,  Κύριε , ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.  

Ἡ ἀκροστιχίς.

«Εἰρήνης ἀξίωσον ἠμᾶς Εἰρήνη. Γερασίμου».

Ὁσία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ὠδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας

Εἰρήνης τόν ἄρχοντα ἐκτενῶς, Εἰρήνη δυσώπει, εἰρηναίαν καί εὐσταθῆ, ἡμᾶς διανύειν πολιτείαν, καί τοῦ ἐχθροῦ ἀποφεύγειν τά σκάνδαλα.

Ἰλύος ρυσθεῖσα τῆς κοσμικῆς, σκανδάλων τοῦ βίου, καί ἁπάσης ἐπιβουλῆς, καί γλώσσης δολίας καί δυσφήμου, τούς προσιόντάς σοι Μῆτερ ἀπάλλαξον.

 Δόξα Πατρί.

Ρευμάτων ἀΰλων τόν γλυκασμόν, ψυχαῖς φαρμαχθείσαις τῇ κακίᾳ τοῦ δυσμενοῦς, ἐπίσταξον Μῆτερ οὐρανόθεν, καί τόν ἰόν τῶν παθῶν ἀποξήρανον.

Καί νῦν. Θεοτοκίον

Ἡ ἄρρητος φύσις καί παντουργός, ὤ θαύματος ξένου! Συνεσχέθη ἐν σῇ γαστρί, σαρκί ἑνωθεῖσα ἀσυγχήτως, εἰς σωτηρίαν ἡμῶν Παναμώμητε.

Ὁσία του Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

  Ὠδή γ΄. Οὐρανίας ἁψίδος.

Νυμφευθεῖσα τῷ Λόγῳ, ἀσκητικῶς πάνσεμνε, τά τῆς ἀλογίας μου νέφη, μακράν ἀπέλασον, ἐξ ὧν τῆς μήνιδος, ἡ δυσωδία πηγάζει, τήν τοῦ θείου Πνεύματος, σχέσιν μακρύνουσα.

Ἡ ἐκ ρίζης εὐώδους, θεοπρεπῶς λάμψασα, τάς τῆς ἀνομίας ἀκάνθας, πρόρριζον ἔκτιλλον, ἐκ τῆς καρδίας μου, τῶν πρεσβειῶν σου σκαπάνη, καί φόβον τόν ἔνθεον, ταύτῃ ἐμφύτευσον.

  Δόξα Πατρί.

Σαρκικῶν ἀλγηδόνων, καί ψυχικῆς θλίψεως, πονηρευομένων ἀνθρώπων, πάσης φαυλότητος, καί συστροφῆς χαλεπῶν, ἀπαρατρώτους ἀπαύστως, Εἰρήνη διάσωζε, τούς εὐφημούντας σε.

Καί νῦν. Θεοτοκίον.

Ἀπορρήτως ἐν μήτρᾳ τόν τοῦ Πατρός σύνθρονον, Λόγον σαρκωθέντα ἀσπόρως, Ἁγνή χωρήσασα, παθῶν στενώσεως, πρός πλατυσμόν ἀπαθείας, τόν νοῦν μου κυβέρνησον Θεοχαρίτωτε.

Διάσωσον ἐκ δυσμενείας καί ἔχθρας θανατηφόρου, τούς πρός σέ μετά σπουδῆς καταφεύγοντας, καί αἰτουμένους Εἰρήνη τήν σήν πρεσβείαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπὴν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Ἦχος β΄. Πρεσβεία θερμή.

Αἴτησις καί τό Κάθισμα.

Ἠσή ἀρωγή, ὡς μάχαιρα ἀμφίστομος, Εἰρήνη σεμνή, γενέσθω τοῖς ἱκέταις σου, τάς συμπλοκάς συγκόπτουσα, δυσμενείας ἁπάσης καί μήνιδος· σύ γάρ εἰρήνην νέμουσα ἡμῖν, τῷ σάλω ἐπιτιμᾷς τῶν θλίψεων.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε.

Ξενοτρόπως ἀσκήσασα, ξένωσον τόν νοῦν μου ἐκ πάσης μήνιδος, πονηρίας καί συγχύσεως, καί μνησικακίας Εἰρηνώνυμε.

Ἰαμάτων ἐπόμβρισον, Μῆτερ τάς σταγόνας καί καταδρόσισον, τούς φλογμῷ νόσων καί θλίψεων, κατατηκομένους ἐχθροῦ τοῖς ἄνθραξι.

Δόξα Πατρί.

Ὡραιόθης ποθήσασα, τόν ὡραῖον Λόγον ὅν καθικέτευε, ὡραιῶσαι τήν καρδίαν μου, καί τά τῆς σαρκός παῦσαι σκιρτήματα.

Καί νῦν. Θεοτοκίον.

Σωτηρίας λιμένα σε, Κόρη ἐπιστάμενος σοί ἀνέθηκα τάς ἀγκύρας τῆς ἐλπίδος μου• μή οὔν ὑπερίδης τόν προσφυγόντα σοί.

Ὁσία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ὠδή ε΄. Φώτισον ἡμᾶς

Ὅλη καθαρά, ὡς παρθένος πανακήρατος, τῷ νυμφίω ἠγγυήθης τῶν ψυχῶν, ᾧ ἐγγύας μετανοίας μοι προσάγαγε.

Νέκρωσον ζωῆς, ἐξανθήσασα θανάτωσον, τήν ἔτι ζῶσαν ἁμαρτίαν, ἐν ἐμοί, καί πρός κτῆσιν ἀπαθείας μέ διέγειρον.

 Δόξα Πατρί.

Ἤστραψας ἐν γῇ ὡς λαμπάς τοῦ Θείου Πνεύματος, διαλύουσα τοῦ μίσους τήν ἀχλύν, καί ἀγάπης ἀνατέλλουσα τήν ἔλλαμψιν.

Καί νῦν. Θεοτοκίον.

Μήτηρ τῆς ζωῆς, ἀνεδείχθης Παναμώμητε· διο νέκρωσον παθῶν μου τάς ὁρμᾶς καί τόν νοῦν μου πρός ἐγρήγορσιν ἀνάστησον.

Ὁσία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ὠδή στ΄. Τήν δέησιν.

Ἀνάτειλον, ὁμονοίας ἡμέραν, καί εἰρήνης ἀληθοῦς τάς ἀκτῖνας, τοῖς τοῦ θυμοῦ καί ὀργῆς ἐν τῷ σκότει, κατακειμένοις ἀπάτῃ τοῦ ὄφεως· σοί γάρ ἐδόθη πρός Θεοῦ, εἰρηνεύειν ἡμῶν τήν διάστασιν.

Στομώσασα, τῷ τοῦ Λόγου ἔρωτι, τῆς ψυχῆς σου τάς κινήσεις Ὁσία, ξίφος ἐγένου ἐχθρούς κατακόπτον, καί διχονοίας λικμίζον τό ἄχυρον· διό τῆς ἔχθρας ἐν ἐμοί τήν σφριγῶσαν κακίαν κατάβαλε.

 Δόξα Πατρί.

Ἐπίβλεψον, ἱλαρῶ σου ὄμματι, ἐφ’ ἡμᾶς τούς σούς ἱκέτας Ὁσία, καί τάς ὀδύνας ἡμῶν καί τάς θλίψεις ἐπικουφίζουσα τάχος ἀφάνισον, ἐν ὁμονοίᾳ τήν ζωήν, συντηροῦσα ἡμῶν ἀστασίαστον.

Καί νῦν. Θεοτοκίον.

Ἱσχύος, ἐνυποστάτου σκήνωμα, ἐκ Πατρός προερχομένης ἀνάρχως, ἀναδειχθεῖσα Θεόνυμφε Κόρη, τήν ἀσθενοῦσαν καρδίαν μου νεύρωσον, πρός ἐργασίαν, ἀρετῶν, ἵνα πίστει καί πόθῳ δοξάζω σε.

Διάσωσον ἐκ δυσμενείας καί ἔχθρας θανατηφόρου, τούς πρός σέ μετά σπουδῆς καταφεύγοντας, καί αἰτουμένους Εἰρήνη τήν σήν πρεσβείαν.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα Μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον.

Ἦχος β΄ . Προστασία τῶν Χριστιανῶν.

Παρρησίαν κεκτημένη πρός τό νυμφίον σου, ὡς παρθένος Ὁσία φρόνιμη καί ἔνθεος, μή ἐλλείπης ὑπέρ ἡμῶν πρευσβεύειν ἐκτενῶς, ἵνα ρυσθῶμεν πάσης ὀργῆς, καί πολυτρόπων πειρασμῶν, οἱ πιστῶς ἐκβοῶντές σοι· Πρόφθασον ὦ Εἰρήνη, καί δώρησαι τοῖς σοῖς δούλοις, συμβίωσην εἰρηνικήν, καί ἀγάπην ἀστασίαστον.

Καί εὐθύς τό Προκείμενον.

Ήχος δ΄

Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Στίχ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατεύθυνε τά διαβήματά μου.

Εὐαγγέλιον ἐκ τοῦ κατά Μάρκον.
(Κεφ. η΄ , 34-38).

Εἶπεν ὁ Κύριος· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτόν καί ἀράτω τόν σταυρόν αὐτοῦ, καί ἀκολουθείτω μοι. Ὅς γάρ ἄν θέλῃ τήν ψυχήν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὅς δ’ ἄν ἀπολέσῃ τήν ἑαυτοῦ ψυχήν ἕνεκεν ἐμοῦ καί τοῦ Εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γάρ ὠφελήσει ἄνθρωπον ἐάν κερδήσῃ τόν κόσμον ὅλον, καί ζημιωθῇ τήν ψυχήν αὐτοῦ; Ἤ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὅς γάρ ἐάν ἐπαισχυνθῇ με καί τούς ἐμούς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καί ἁμαρτωλῷ, καί ὁ Υἱός τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρός αὐτοῦ μετά τῶν ἀγγέλων τῶν ἁγίων. Καί ἔλεγεν αὐτοῖς· ἀμήν λέγω ὑμῖν, ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μή γεύσωνται θανάτου, ἕως ἄν ἴδωσι τήν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Δόξα Πατρί. Ταῖς τῆς σῆς Ὁσίας…

Καί νῦν. Ταῖς τῆς Θεοτόκου…

Προσόμοιον.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἐλεός σου και κατά το πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου.

Ὅρμημα ἀκάθεκτον, καί τάς κρυφίους ἐνέδρας, τοῦ δολίου, δράκοντος, καθ’ ἡμῶν ματαίωσον Εἰρηνώνυμε, καί δεινῶν θλίψεων, τάς ἐπαναστάσεις, καταπράϋνον καί κόπασον, ἅπαν σκευώρημα, καί διχοστασίας τά σκάνδαλα, εἰρήνην ἀστασίαστον, ταῖς εἰρηνοδώροις πρεσβείαις σου, πᾶσι χορηγοῦσα, Εἰρήνη τῶν Ὁσίων καλλονή, ὡς ἄν ἡσύχως βιώσαντες, δόξης ἐπιτύχωμεν.

Σῶσον ὁ Θεός τόν λαόν σου…

Ὁσία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ὠδή ζ΄ . Οἱ ἐκ τῆς Ἰουδαίας

Ράβδῳ τῶν πρεσβειῶν σου, τούς κυκλώσαντας κύνας τήν τάλαινάν μου ψυχήν, ἐκδίωξον Ὁσία, καί τῇ ἀντιτυπίᾳ, τῆς θερμῆς προστασίας σου, ἱκάνωσόν μου τόν νοῦν, κατά τοῦ ἀντιπάλου.ᾳ

Ἠλλοιώθην τό πνεῦμα, ἐνεκρώθην τό σῶμα ταῖς πρός τό χεῖρον ροπαῖς· ἀλλ’ ἄνωθεν μοι πρόσχες, καί ἴδε μου τήν θλῖψιν, καί τῶν πόνων τά δάκρυα, καί ὄρεξόν μοί σεμνή, σωτηριώδη χεῖρα.

Δόξα Πατρί.

Νοσημάτων παντοίων, παθημάτων ποικίλων καί πειρασμῶν χαλεπῶν, δαιμόνων ἐπηρείας, ἀνθρώπων πονηρίας, κακοτρόπων ἀπάλλαξον, τούς προσιόντας θερμῶς, Εἰρήνη τῇ σῇ σκέπῃ.

Καί νῦν. Θεοτόκιον.

Ἡ Πανάμωμος Κόρη, ἡ τεκοῦσα τόν Κτίστην καί Ποιητήν τοῦ παντός, ἐκ μώμου ἐγκλημάτων, καί σπίλων ἁμαρτάδων, τήν ψυχήν μου καθάρισον, ἵνα ὑμνῶ σέ ἀεί, τήν Κεχαριτωμένην.

Ὁσία του Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

Ὠδή η΄. Τόν Βασιλέα.

Γαλήνην Μῆτερ, τοῖς ἐν θαλάσσῃ τοῦ βίου, κινδυνεύουσιν ἐξαίτει οὐρανόθεν, τούτους κυβερνῶσα, πρός ὅρμον σωτηρίας.

Ἐκ τῶν σκανδάλων, καί συστροφῶν ὀλεθρίων, περιφρούρησον ἡμῶν τήν πολιτείαν, ταῖς τῆς ὁμονοίας, βάρεσι μακαρία.

Δόξα Πατρί.

Ρερυπωμένον, τῇ κοινωνίᾳ τοῦ μίσους, ἀποκάθαρον τόν νοῦν μου πανολβία, τῆς φιλαδελφίας, καθαρτικῇ ἀρδείᾳ.

Καί νῦν. Θεοτόκιον.


Ἁγιωσύνης, περιφανέστατε οἶκε, καθαγίασον ἡμῶν τάς διανοίας, τῇ σῇ παραμηθείᾳ, Παρθένε Παναγία.

Ὁσία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.


Ὠδή θ΄ . Κυρίως Θεοτόκον.

Συνδέσμῳ τῆς ἀγάπης, σύνδεσον Ὁσία, τούς ἐκλυθέντας ἀπάτῃ τῆς μήνιδος, τήν ἀπ’ ἀλλήλων διάστασιν διατέμνουσα.

Ἰάσεων χειμάρρουν, βλύζουσα Ὁσία, ψυχῶν ὁμοῦ καί σωμάτων τά τραύματα, ἀποκαθαίρεις δυνάμει τοῦ Θείου Πνεύματος.

Δόξα Πατρί.

Μανίας τοῦ δολίου, ἀτρώτους διατήρει, τούς προσιόντας Εἰρήνη τῇ σκέπῃ σου, πρός τήν ὁδόν τῆς εἰρήνης ἡμᾶς εὐθύνουσα.

 
Καί νῦν. Θεοτόκιον.

Ὑπάρχουσα λυχνία, φωτοειδεστάτη τοῦ Πατρικοῦ ἀπαυγάσματος Δέσποινα, τό νοερόν τῆς ψυχῆς μου ὄμμα καταύγασον.

Τό Ἄξιον ἐστιν καί τά Μεγαλυνάρια.

Τῶν παρθένων στίφη καί Μοναστῶν, ἄσμασιν ἐνθέοις, εὐφημήσωμεν εὐλαβῶς, τῆς Χρυσοβαλάντου, Μονῆς, τήν Ἡγουμένην, Εἰρήνην τῶν θαυμάτων πηγήν ἀκένωτον.

Τῆς Καππαδοκίας ἄνθος τερπνόν, καί Χρυσοβαλάντου, πολιοῦχος καί ὁδηγός τῇ σῇ πολιτείᾳ, ἐδείχθης τρισολβία, Εἰρήνη Ἐκκλησίας, λαμπάς θεοφωτός.

Τό τοῦ σώματός σου κάλλος σεμνή, τῆς ψυχῆς ἐδήλου, τό ὡραῖον καί εὐανθοῦν• ὅθεν τῶν ἠθῶν σου, ὁ Κύριος ἠράσθη, καί ἄφθορόν σε νύμφην αὐτῷ ἠγάγετο.

Λαμποῦσαν ἁγνείας σε τῷ φωτί, κατιδών Ὁσία, ὡς λυχνίαν φωτοειδῆ, τήν σήν προθεσπίζει, οἰκείωσιν τῷ Λόγω, Προφητικῶς ὁ Μέγας Ἰωαννίκιος.

Χαίροις τῶν παρθένων ἡ καλλονή, καί Χρυσοβαλάντου, νυμφοστόλος θεοειδής, τῶν Μοναζουσῶν τε, κανών ἐν ἐγκρατείᾳ, Εἰρήνη μακαρία, Ἀγγέλων σύσκηνε.

Χαίροις τῆς εἰρήνης μυσταγωγός, καί μνησικακίας, ἀναιρέτις ἡ κραταιά• σύ γάρ τῶν σκανδάλων, ἐκτρέπεις τήν μανίαν, ἡμᾶς ἐν ὁμονοίᾳ στερρῶς συνέχουσα.

Τῆς Καππαδοκίας τήν καλλονήν, καί Χρυσοβαλάντου, ὁδηγίαν τήν ἀσφαλῆ, τήν στηλογραφίαν, εἰρήνης οὐρανίου, Εἰρήνην τήν Ὁσίαν, ὕμνοις τιμήσωμεν.

Ρύου πολυτρόπων ἐκ συμφορῶν, καί ἀρρωστημάτων, καί κινδύνων ψυχοβλαβῶν, τούς ἐν εὐλαβείᾳ, θερμῶς ἐξαιτουμένους, Εἰρήνη θεοφόρε, τήν προστασίαν σου.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό τρισάγιον καί τά ἀκόλουθα τροπάρια.

Ἦχος πλ. β΄ .

Ἐλέησον ἡμᾶς Κύριε, ἐλέησον ἡμᾶς· πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ οἱ ἁμαρτωλοί προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα Πατρί.

Κύριε ἐλέησον ἡμᾶς· ἐπί σοί γάρ πεποίθαμεν· μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος, καί λύτρωσαι ἡμᾶς, ἐν τῶν ἀνομιῶν ἡμῶν· σύ γάρ εἰ Θεός ἡμῶν, καί ἡμεῖς λαός σου· πάντες ἔργα τῶν χειρῶν σου, καί τό ὀνομά σου ἐπικεκλήμεθα.

Καί νῦν. Θεοτοκίον.

Τῆς εὐσπλαγχνίας τήν πύλην, ἄνοιξον ἡμῖν, Εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ μή ἀστοχήσωμεν. Ρυσθείημεν διά σοῦ τῶν περιστάσεων· σύ γάρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἴτα ἐκτενής παρά τοῦ Ἱερέως καί ἀπόλυσις, μεθ’ ἥν τά ἑξῆς.

Ἦχος β΄ . Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προστασία εὐμενής, καί καταφυγή ἐν ἀνάγκαις, Ὁσία πέλουσα, πάντας ἀπολύτρωσαι, πάσης κακώσεως, πειρασμῶν τε καί θλίψεων, καί ἀσθενημάτων, πρός εἰρήνην ἔνθεον, ἡμᾶς ἰθύνουσα, ὅπως ἐν συμπνοίᾳ συζῶντες, φθάσωμεν Εἰρήνη εἰς μέτρον, τῆς πεποθημένης καταπαύσεως.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπη σου·

Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καί τῆς Θεοτόκου, τήν σήν εἰρήνην δός ἡμῖν, καί ἐλέησον ἡμᾶς, ὡς μόνος Οἰκτίρμον.


Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Μὲ Δέουσα Λαμπρότητα ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῶν Θεοφανείων εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καί τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνούντάς σε· Ἦλθες, ἐφάνης, τό Φῶς τὸ ἀπρόσιτον».  Μὲ Δέουσα Λαμπρότητα καὶ Πλῆθος Πιστῶν ἑορτάστηκε ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῶν Θεοφανείων τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τὸν Ἱερὸν Ναὸν Κοιμήσεως τῆς Θεοτόκου ἐνορίας Ἁγίου Γεωργίου Τουρτούλων Σητείας. Τὴν Δευτέρα 6 Ἰανουαρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Θεία Λειτουργία τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου Ἀρχιεπισκόπου καὶ Καισαρείας της Καππαδοκίας Οὐρανοφάντορος τοῦ Μεγάλου καὶ ἐν Συνεχείᾳ ἡ Ἀκολουθία τοῦ Μεγάλου Ἁγιασμοῦ.  Φωτογραφίες Μιχάλης Κάββαλος 

To Oδοιπορικό της Μεγάλης Εβδομάδος στη Σητεία

  To Oδοιπορικό της Μεγάλης Εβδομάδος, μια ιστορική αναδρομή με δρώμενα της Σητείας. Μια παραγωγή από το STUDIOVAI του Sitia FM 95,5 MHz. Η εβδομάδα πριν το Πάσχα ονομάστηκε Μεγάλη από τους πρώτους κιόλας χριστιανικούς αιώνες κι αυτό γιατί, όπως μας εξηγεί ο Αγ. Ιω. ο Χρυσόστομος, μεγάλα και κοσμοσωτήρια γεγονότα συνέβησαν στη διάρκειά της. Κέντρο αυτών των γεγονότων είναι βεβαίως τα άγια και άχραντα Πάθη, η θεόσωμη Ταφή και η ένδοξη Ανάσταση του Κυρίου. Για τη διευκόλυνση των πιστών οι ακολουθίες της Μ. Εβδομάδας τελούνται αντίστροφα του κανονικού, δηλ. οι Όρθροι τελούνται το απόγευμα και οι Εσπερινοί το πρωί. Παλαιότερα οι όρθροι τελούνταν λίγο μετά τα μεσάνυχτα, όμως η ώρα αυτή δεν ήταν κατάλληλη για την προσέλευση των πιστών. Έτσι λοιπόν σήμερα οι ιερές ακολουθίες τελούνται ως εξής: Κυριακή Βαΐων απόγευμα                 : Όρθρος Μ. Δευτέρας Μ. Δευτέρα πρωί                      ...

Ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα». Στὶς 14 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τὴν Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ. Τὴν Κυριακὴ 14 Σεπτεμβρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Τελετὴ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, Ἀρτοκλασία καὶ ἐν Συνεχείᾳ ἡ Θεία Λειτουργία εἰς τὸν Ἱερὸν Ναὸν Ἁγίου Γεωργίου στὸ Χωριὸ Ἅγιος Γεώργιος Τουρτοῦλοι Σητείας. Φωτογραφίες Μιχάλης Κάββαλος  

Οἱ Ἁγίες Ἀγάπη, Εἰρήνη καὶ Χιονὶα οἱ Μάρτυρες 16 Απριλίου

  Οἱ Ἁγίες Ἀγάπη, Εἰρήνη καὶ Χιονὶα μαρτύρησαν ἐπὶ αὐτοκράτορος Διοκλητιανοῦ (284 – 305 μ.Χ.) στὴ Θεσσαλονίκη, τὸ ἔτος 304 μ.Χ. Στὸ Συναξάρι μαρτυρεῖται ὅτι οἱ τρεῖς ἀδελφές, πιθανῶς ἐνεργὰ μέλη μιᾶς ἀδελφότητας νέων Χριστιανῶν μὲ πλούσια βιβλιοθήκη, κατέφυγαν ἀμέσως μετὰ τὴν ἔναρξη τοῦ διωγμοῦ σὲ ὑψηλὸ ὄρος πλησίον τῆς Θεσσαλονίκης, πιθανῶς τὸ Χορτιάτη, ἀφοῦ ἔκρυψαν στὸ σπίτι τους τὰ βιβλία. Ἡ Ἀγάπη καὶ ἡ Χιονία, μετὰ ἀπὸ ἐντολὴ τοῦ διοικητοῦ Δουλκιτίου, ρίχθηκαν στὴν πυρά. Ἡ Ἁγία Εἰρήνη κλείσθηκε σὲ πορνεῖο, ἀλλὰ κανένας δὲν τόλμησε νὰ τὴν ἐνοχλήσει. Ὁδηγήθηκε καὶ αὐτὴ στὸν διὰ πυρᾶς θάνατο. Τὰ ἱερὰ λείψανα ποὺ ἀπέμειναν ἀπὸ τὴν πυρὰ συνελέγησαν ἀπὸ εὐλαβεῖς Χριστιανοὺς καὶ ἐνταφιάσθηκαν δυτικὰ τῆς πόλεως, σὲ μικρὴ ἀπόσταση ἀπὸ τὰ τείχη. Ἐκεῖ ἀνεγέρθηκε ἕνας ναΐσκος στὴν ἀρχή, ποὺ ἀργότερα ἔγινε μεγαλύτερος. Στὶς Διηγήσεις τῶν Θαυμάτων τοῦ Ἁγίου Δημητρίου ἀναφέρεται ὡς τὸ «σεβάσμιον τέμενος» τῶν τριῶν Ἁγίων Μαρτύρων Χιονίας, Εἰρήνης καὶ Ἀγάπης. Πηγή  https://www.synaxarion.g...

Κυριακὴ τῶν Βαΐων στὸν Ἱερὸ Καθεδρικὸ Ναὸ Ἁγίας Αἰκατερίνης Πολιούχου Σητείας

  Κυριακὴ τῶν Βαΐων 13 Ἀπριλίου 2025 εἷς τὸν Ἱερὸ Καθεδρικὸ Ναὸ Ἁγίας Αἰκατερίνης Πολιούχου Σητείας ἱερουργοῦντος τοῦ Σεβασμιωτάτου Ποιμενάρχου μας Μητροπολίτου Ἰεραπύτνης καὶ Σητείας κ.κ. Κυρίλλου. 

Οἱ Ἅγιοι Ἀρίσταρχος, Πούδης καὶ Τρόφιμος οἱ Ἀπόστολοι ἐκ τοὺς ἑβδομήκοντα 14 Απριλίου

  Οἱ Ἅγιοι Ἀπόστολοι Ἀρίσταρχος, Πούδης καὶ Τρόφιμος ἀνῆκαν στὸν κύκλο τῶν Ἑβδομήκοντα Ἀποστόλων († 4 Ἰανουαρίου) τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Γιὰ τὸν Ἀπόστολο Ἀρίσταρχο ἀναφέρεται στὶς Πράξεις τῶν Ἀποστόλων ὅτι ἦταν Μακεδόνας καταγόμενος ἀπὸ τὴ Θεσσαλονίκη καὶ κατὰ πᾶσα πιθανότητα Ἰουδαῖος. Ὁπωσδήποτε ὁ Ἀπόστολος Ἀρίσταρχος ὑπῆρξε ἀπὸ τοὺς πρώτους μαθητὲς τοῦ Ἀποστόλου Παύλου στὴ Θεσσαλονίκη, ὁ ὁποῖος καὶ τὸν μνημονεύει στὶς πρὸς Κολοσσαεῖς καὶ Φιλήμονα ἐπιστολές του. Ὁ Ἀπόστολος Ἀρίσταρχος ᾖλθε στὴν Ἔφεσο κομίζοντας χάρη τῶν Χριστιανῶν τῶν Ἱεροσολύμων τὴ «λογία». Τὸ προϊὸν τοῦ ἐράνου ἔφεραν οἱ Γάιος, Σεκοῦνδος καὶ Ἀρίσταρχος. Ἀπὸ τότε ὁ Ἀρίσταρχος ἔγινε ἀχώριστος σύντροφος τοῦ Ἀποστόλου Παύλου ὡς τὴ Ρώμη. Τὸν Ἀπόστολο Ἀρίσταρχο τὸν συναντοῦμε καὶ στὸ 19ο κεφάλαιο τῶν Πράξεων, ὅπου ὁ Εὐαγγελιστὴς Λουκᾶς περιγράφει μὲ ἐξαιρετικὴ ζωηρότητα τὰ ἐπεισόδια τῆς Ἐφέσου. Ὁ ἀργυροκόπος Δημήτριος εἶχε χολωθεῖ ἀπὸ τὴ μεταστροφὴ τῶν κατοίκων τῆς Ἐφέσου πρὸς τὴ νέα πίστη καὶ γι’ αὐτὸ ξεσήκωσε ...

Ο ΟΣΙΟΣ ΙΩΣΗΦ Ο ΓΕΡΟΝΤΟΓΙΑΝΝΗΣ ΚΑΙ Η ΑΝΑΚΑΙΝΙΣΗ ΤΗΣ ΜΟΝΗΣ

Ο Ιωάννης Βιτσέντζος ή Γεροντογιάννης γεννήθηκε στο ημιερειπωμένο Μονύδριο του Τιμίου Προδρόμου Καψά το 1799. Στα ερειπωμένα κελλιά της άγονης και απόμονωμένης περιοχής είχαν μεταβεί οι ευσεβείς και ενάρετοι γονείς του Εμμανουήλ και Ζαμπία λόγω τουρκικής επιδρομής. Αργότερα, όταν ησύχασε η κατάσταση, διέμειναν μόνιμα στο χωριό Λιθίνες. Όταν ήρθε σε νόμιμη ηλικία νυμφεύθηκε την κυνηγημένη από τους Τούρκους Καλλιόπη από την οικογένεια των Γεροντάκηδων ή Γεροντήδων, η οποία ζούσε κρυμμένη και εκείνη στα νοτιοανατολικά παράλια, φοβούμενη μήπως έχει την ίδια τύχη που είχε η μοναδική αδελφή της, η οποία αυτοκτόνησε για να μην ατιμασθεί από ένα Τούρκο που είχε ενδιαφερθεί έντονα γι’ αυτήν. Γι’ αυτό και η Καλλιόπη στάλθηκε από τους γονείς της στις ερημικές ακτές της περιοχής, κοντά στην έρημη τότε Μονή Καψά και τελικά νυμφεύθηκε τον Γεροντογιάννη, με τον οποίο απέκτησε τέσσερα παιδιά, τρεις κόρες κι ένα γιο. Ο Γεροντογιάννης ήταν ατίθασος, αλλά ιδιαίτερα ευσεβής. Πολλές φορές είχε γίνει στόχασ...

Ὁ Ἅγιος Διονύσιος ὁ Ἀρεοπαγίτης 3 Οκτωβρίου

  Καταγόταν ἀπὸ τὴν πόλη τῶν Ἀθηνῶν. Ἔζησε καὶ μαρτύρησε τὰ χρόνια ποὺ αὐτοκράτορας ἦταν ὁ Δομετιανός. Διακρίθηκε γιὰ τὴ φιλοσοφική του κατάρτιση καὶ τὴν βαθιά του καλλιέργεια. Ἀρχικὰ ἦταν εἰδωλολάτρης καὶ μέλος τῆς Βουλῆς τοῦ Ἀρείου Πάγου. Τὸ κήρυγμα ὅμως τοῦ Ἀποστόλου Παύλου ἄγγιξε τὴν παιδευμένη καὶ εὐαίσθητη ψυχή του καὶ βαπτίσθηκε. Ἀργότερα διαδέχθηκε στὸν ἐπισκοπικὸ θρόνο τῶν Ἀθηνῶν τὸν εὐσεβῆ Ἰερόθεο. Ὑπῆρξε συγγραφέας πλήθους θεολογικῶν συγγραμμάτων. Ἐπιβραβεύθηκε ἀπὸ τὸ θεὸ γιὰ τὴ χριστιανική του δράση μὲ τὸ χάρισμα νὰ ἐπιτελεῖ θαύματα. Περιόδευσε σὲ πολλὰ μέρη τῆς Δύσης, ὅπου κήρυξε τὸν εὐαγγελικὸ λόγο καὶ ἑρμήνευσε τὶς ἱερὲς γραφές. Ὅταν ἔφθασε στὸ Παρίσι συνελήφθη καὶ ἀργότερα ἀποκεφαλίσθηκε. Μαζί του μαρτύρησαν καὶ δυὸ μαθητές του, ὁ Ρουστικὸς καὶ ὁ Ἐλευθέριος. Ὁ ἡγεμόνας τῆς περιοχῆς ἔδωσε ἐντολὴ νὰ μὴ θάψει κανεὶς τὰ ἅγια λείψανα τῶν μαρτύρων, ὅμως κάποιοι χριστιανοὶ τὰ φύλαξαν καὶ ὅταν δὲν ὑπῆρχε πλέον φόβος τὰ ἐνταφίασαν μὲ τιμές. Πηγή  https://www.synaxarion....

Μὲ ἰδιαίτερη Λαμπρότητα Πανηγύρισε ὁ Ι.Ν Παναγίας Πρωτοσεπτεμβριανὴς εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 «Χαῖρε κεχαριτωμένη θεοτόκε παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις μήτηρ καὶ παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι πάσῃ τῇ οἰκουμένῃ». Μὲ Δέουσα καὶ Πανευφρόσυνη Λαμπρότητα Πανηγύρισε ὁ Ἱερὸς Ναὸς Παναγίας Πρωτοσεπτεμβριανὴς εἰς τὸν Οἰκισμὸν Σωτῆρα ἐνορίας Ἁγίου Γεωργίου Τουρτούλων Σητείας. Τὴν Δευτέρα 1 Σεπτεμβρίου ἐπὶ τῇ ἐλεύσῃ τοῦ Νέου ἐνιαυτοῦ της Χριστότητος τοῦ Κυρίου καὶ ἐπὶ τῇ Ἱερὰ Σύναξη τῆς Παναγίας τῆς Παμμακαρίστου τελέστηκε ἡ Ἀκολυθία τοῦ Ὄρθρου, μετὰ Ἀρτοκλασίας καὶ ἐν Συνεχείᾳ ἡ Πανηγυρικὴ Θεία Λειτουργία καὶ ἡ Ἀκολουθία τοῦ Ἁγιασμοῦ ἐπὶ τῇ Εἰσόδῳ εἰς τὸ Νέον Ἐκκλησιαστικὸν Ἔτος.  Φωτογραφίες Μιχάλης Κάββαλος 

Ευαγγέλιο Κυριακής 5 Ιανουαρίου 2025 – Κυριακή προ των Φώτων

  Κατά Μάρκον (α΄ 1 – 8) Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. Ὡς γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ.   Ἀπόδοση στη νεοελληνική: Ἡ ἀρχὴ τοῦ εὐαγγελίου τοῦ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ Θεοῦ ἔγινε σύμφωνα μὲ ἐκεῖνο ποὺ εἶναι γραμμένον εἰς ...