Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικὸς Κανῶν Ἁγίων Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ

 Παρακλητικός Κανών εις τους Αγίους Ενδόξους και Θαυματουργούς Αναργύρους Κοσμά και Δαμιανόν

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου

Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας


Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὡς τῶν νοσούντων συμπαθεῖς ἰατῆρες, καὶ χειρουργοὶ τῶν χαλεπῶν παθημάτων, καὶ τῶν πασχόντων θεῖοι ἀντιλήπτορες· ἵασιν καὶ λύτρωσιν, καὶ ὑγίειαν καὶ ῥῶσιν, ψυχῆς ὁμοῦ καὶ σώματος χορηγεῖτε ἀπαύστως, Κοσμᾶ σοφὲ σὺν τῷ Δαμιανῷ, τοῖς τῇ πρεσβεῖᾳ ὑμῶν καταφεύγουσι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Θεῖοι ἰατροί ἰάσασθέ με. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεράποντες θεῖοι τοῦ Λυτρωτοῦ, δυὰς Ἀναργύρων, θεραπείας με ταχινῆς, τῆς κατὰ ψυχήν τε καὶ τὸ σῶμα, τῇ ἀντιλήψει ὑμῶν ἀξιώσατε.

Ἐπλήγην κακία τοῦ δυσμενοῦς, καὶ νόσῳ βαρείᾳ, περιπέπτωκα χαλεπῶς, ἀλλ’ ὦ ἰατροὶ τῶν ἀσθενούντων, τῆς ἐπελθούσης με θλίψεως ῥύσασθε.

Ἰάσεις παρέχοντες δωρεάν, Κοσμᾶ θεοφόρε, σὺν τῷ θείῳ Δαμιανῷ, πόνων καὶ δεινῶν ἀῤῥωστημάτων, τοὺς προσιόντας ὑμῖν ἀπαλλάξατε.

Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Χριστοῦ, Κεχαριτωμένη, ἀειπάρθενε Μαριάμ, λάμπρυνον τὸν ζόφον τῆς ψυχῆς μου, ταῖς φωταυγέσι σου χάρισι δέομαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰατροὶ δεδειγμένοι, παρὰ Θεοῦ ἄμισθοι, τοῖς ὀδυνηρῶς τρυχομένοις, πόνοις καὶ ἄλγεσι, θεῖοι Ἀνάργυροι, τῆς ταλαιπώρου ζωῆς μου, τὰς ὀδύνας λύσατε, ὡς συμπαθέστατοι.

Ἰαμάτων τὰ ῥεῖθρα, οἷα πηγὴ δίκρουνος, ἡ τῶν ἱερῶν Ἀναργύρων, δυὰς αὐτάδελφοι, κόσμῳ πηγάζοντες, ἀσθενειῶν πάντα ῥύπον, καὶ παθῶν τὸν βόρβορον, ἀποκαθαίρετε.

Ἀναργύρους τὰς νόσους, τὰς τῶν βροτῶν παύοντες, ὡς παρὰ Κυρίου λαβόντες, τὴν χάριν Ἅγιοι, παύσατε δέομαι, τὸ τῆς καρδίας μου ἄλγος, καὶ πρὸς σωτηρίας με, τρίβον ἰθύνατε.

Θεοτοκίον.
Τὸν Σωτῆρα τοῦ κόσμου, ὑπερφυῶς τέξασα, τὴν ἐκ τῆς ἀρχαίας κατάρας, πληγὴν ἰώμενον, ἡμῶν Πανύμνητε, τῆς ἀσθενούσης ψυχῆς μου, ἴασαι τὸν καύσωνα, τῇ σῇ χρηστότητι.

Διάσωσον, τῶν εὐκλεῶν Ἀναργύρων δυὰς ἁγία, πάσης νόσου καὶ ἀσθενείας καὶ θλίψεως, τοὺς καταφεύγοντας πίστει ὑμῶν τῇ σκέπη.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Παθῶν χαλεπῶν, ἀκέστορες ὀξύτατοι, καὶ πάσης ψυχῆς, πασχούσης ἀνακούφισις, Δαμιανὲ μακάριε, καὶ Κοσμᾶ θεοφόρε Ἀνάργυροι, ἐν ὑγιεία ἡμῶν τὴν ζωήν, ἀπτώτῳ τηρήσατε δεόμεθα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥῶσιν θείαν καὶ ἵασιν, καὶ ἁμαρτημάτων θεόθεν ἄφεσιν, ἐξαιτήσασθε Ἀνάργυροι, ταῖς συνεχομένοις ἀῤῥωστήμασι.

Ὀδυνώμενος πάθεσιν, ὑμῶν τῇ πρεσβεία προστρέχω Ἅγιοι· μὴ παρίδητε Ἀνάργυροι, τὸν ταῖς ἁμαρτίαις ἀπολλύμενον.

Ἰατροὶ συμπαθέστατοι, μυστικοῖς φαρμάκοις ὑμῶν τῆς χάριτος, τὴν ἀφόρητον μου ἄλγησιν, τὴν μαστίζουσάν με θεραπεύσατε.

Θεοτοκίον.
Ἰατῆρα κυήσασα, τὸν τῶν ὄλων Κτίστην κόσμον ἰώμενον, ἴασαί μου τὰ ἀλγήματα, κεχαριτωμένη Μητροπάρθενε.

ᾨδὴ ε΄ Φώτισον ἡμᾶς.
Ἴαμα ἀεί, ἀναβλύζει θείῳ Πνεύματι, ὁ ναὸς ὑμῶν Ἀνάργυροι κλεινοί, καὶ ἰᾶται πᾶσαν νόσον καὶ πᾶν οἴδημα.

Ἄνωθεν ἡμᾶς, ἐποπτεύοιτε Ἀνάργυροι, ἐξ ἡμῶν ἀποδιώκοντες ἀεί, τὴν μανίαν τοῦ δολίου πολεμήτορος.

Σῶμα καὶ ψυχήν, ἀσινῆ ἡμῶν τηρήσατε, ἐκ δεινῶν ἀσθενειῶν καὶ συμφορῶν, τῶν προστάτας κεκτημένων ἡμᾶς Ἅγιοι.

Θεοτοκίον.
Ἄχραντε ἀγνή, τὴν χρονθεῖσάν μου διάνοιαν, μανιώδεσι τοῦ πλάνου προσβολαῖς, ἀποκάθαρον τοῖς ῥείθροις τοῦ ἐλέους σου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Συντρίμματα, τῶν ψυχῶν ἰάσασθε, καὶ τοῦ σώματος δεῖνας καχεξίας, ὡς δεδεγμένοι πλουσίαν τὴν χάριν, τοῦ θεραπεύειν τὰς νόσους Ἀνάργυροι, τῶν προσφωνούντων εὐλαβῶς, τὴν σεπτὴν ὑμῶν κλῆσιν ἑκάστοτε.

Θηρεύσας με, ἡδονῆς δελέατι, ἠχμαλώτευσεν ὁ δόλιος δράκων, ἔνθεν ὀδύναι καὶ νόσοι καὶ πόνοι, κρίσει δικαίας ἐπῆλθον μοι Ἅγιοι· ὧν τῆς βαρείας συνοχῆς, ῥύσασθέ με Ἀνάργυροι δέομαι.

Ἐκλάμποντες, ὡς φωστῆρες ἄδυτοι, ἰαμάτων τὰς ἀκτίνας τῇ κτίσει, τῶν νοσημάτων διώκετε ζόφον, καὶ τῆς ὑγιείας τὸ φῶς διαυγάζετε, Ἀνάργυροι θαυματουργοί, τοῖς τῇ σκέπῃ ὑμῶν καταφεύγουσι.

Θεοτοκίον.
Μητράνανδρε, Μαριὰμ θεόνυμφε, ἡ Θεὸν ἀνερμηνεύτως τεκοῦσα, τὴν χαλεπὴν τοῦ νοός μου σκοτίαν, τῇ φωταυγεί σου διάλυσον χάριτι, καὶ ἱθυνόν με πρὸς τὸ φῶς, τῶν σεπτῶν ἐντολῶν τοῦ Θεοῦ ἡμῶν.

Διάσωσον, τῶν εὐκλεῶν Ἀναργύρων δυὰς ἁγία, πάσης νόσου καὶ ἀσθενείας καὶ θλίψεως, τοὺς καταφεύγοντας πίστει ὑμῶν τῇ σκέπη.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῶν ἰαμάτων τὴν χάριν δεξάμενοι, τοὺς ἀνιάτως νοσοῦντας ἰάσασθε, Κοσμᾶ καὶ Δαμιανὲ ἔνδοξοι, ἁμαρτημάτων τὴν λύσιν αἰτούμενοι, τοῖς πίστει ὑμῖν καταφεύγουσι.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ, ἐθαυμάστωσεν αὐτοῦ ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄. 1, 5).

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς, λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.
Ταῖς τῶν Ἀναργύρων πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ῥῶσίν τε καὶ ἴασιν, τοῖς ἐν ὀδύναις καὶ λύπαις, συμπαθῶς παρέχοντες, Ἅγιοι Ἀνάργυροι θείῳ Πνεύματι, ἀλγεινῶν ῥύσασθε, ἡμᾶς παθημάτων, καὶ κινδύνων ἀπαλλάξατε, καὶ πάσης θλίψεως, καὶ ἀῤῥωστημάτων δεόμεθα, τοὺς τὴν ὑμῶν ἀντίληψιν, ἐπιβοωμένους ἑκάστοτε, καὶ πταισμάτων λύσιν, αἰτήσασθε ἡμῖν παρὰ Θεοῦ, ὡς τῶν πιστῶν πρέσβεις ἄριστοι, πρὸς Χριστὸν μακάριοι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐκ πηγῶν σωτηρίου, τὸ γλυκύτατον ὕδωρ τὸ τῶν ἰάσεων, πηγάζοντες πλουσίως, τῶν νόσων τὴν πικρίαν, θεραπεύετε Ἅγιοι· ἀποσβέννυντες ἀεί, τῶν λυπηρῶν τὴν φλόγα.

Γεωργήσας τὰ πάθη, ἀῤῥωστήμασι πλείστοις ἤδη ἐτάζομαι, ἀλλ’ ᾦ δυὰς Ἁγία, τῶν θείων Ἀναργύρων, τὴν ζωήν μου βελτίωσον· καὶ τῶν πολλῶν μου κακῶν, τὴν ἄνεσιν παράσχου.

Ἐν ὀδύνη τὸν βίον, διὰ πλῆθος κακίας ἀνύω Ἅγιοι, καὶ πέπλησμαι μωλώπων, τῶν ἐκ τῆς ἁμαρτίας, ἀλλ’ ὑμεῖς θεραπεύσατε· Ἀνάργυροι θαυμαστοί, τὴν τάλαιναν ψυχήν μου.

Θεοτοκίον.
Ῥώμην θείαν μοι δίδου, Θεοτόκε παρθένε καθικετεύω σε, ὡς ἂν ποιῶ καὶ πράττω, τὸ θέλημα τὸ θεῖον, ἐκ δυνάμεως Ἄχραντε· καὶ τῷ Υἰῷ σου Ἁγνή, πιστῶς εὐαρεστήσω.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἅπασαν βλάβην, τὴν καθ’ ἡμῶν τοῦ βελίαρ, ἀποκρούσασθε Ἀνάργυροι ταχέως, καὶ ἡμῶν τὸν βίον, ἀνώδυνον τηρεῖτε.

Σθένος μοι δίδου, κατὰ παθῶν όλεθρίων, ὦ αὐτάδελφοι δυὰς τῶν Ἀναργύρων, τοῦ πατεῖν έπάνω, ὄφεων καὶ σκορπίων.

Ἴδε τὸν πόνον, τῆς ταλαιπώρου ψυχῆς μου, ὦ αὐτάδελφοι δυὰς τῶν Ἀναργύρων, καὶ παράσχου ταύτῃ, ὑγίειαν οὐρανόθεν.

Θεοτοκίον.
Μὴ διαλίπῃς, Θεοχαρίτωτε κόρη, περιέπουσα ὡς Μήτηρ τοῦ Ὑψίστου, τοὺς ὑπερυψοῦντας, τὴν δόξαν σου τὴν θείαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτοκίον.
Οἱ κόσμῳ τὰς ἰάσεις, νέμοντες ἀπαύστως, θεομακάριστοι θεῖοι Ἀνάργυροι, ἐκ πάσης νόσου ἀτρώτους ἡμᾶς φυλάξατε.

Ὑψώσατε τὸν νοῦν μου, ἐννοιῶν ματαίων, καὶ τὴν ζωήν μου τηρήσατε ἄνοσον, ὡς ἀγαθοί μου προστάται θεῖοι Ἀνάργυροι.

Ὑπὲρ τῶν ἀνυμνούντων, ὑμᾶς θεοφόροι, διὰ παντὸς δυσωπεῖτε τὸν εὔσπλαγχνον, πάσης ἀνάγκης ἐν βίῳ ῥύεσθε πάντοτε.

Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρθένε, ὅτι τῷ σῷ τόκῳ, ἐκ τῆς ἀρχαίας κατάρας ἐῤῥύσθημεν, καὶ τῆς ζωῆς τῆς ἀλήκτου κατηξιώθημεν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀναργύρων ἡ ξυνωρίς, οἱ τῶν ἀσθενούντων, ἰατῆρες θαυματουργοί, Κοσμᾶ θεοφόρε, Δαμιανέ τε θεῖε, τῶν ἀρετῶν τὰ θεῖα ἐνδιαιτήματα.

Πλούτῳ διαπρέποντες ἀγαθῶν, εὐποιίας ῥεῖθρα, ἀνεδείχθητε συμπαθῶς, καὶ τὰς ἀσθενείας, ἰᾶσθε ἀναργύρως, τῶν χαλεπῶς πασχόντων θεῖοι Ἀνάργυροι.

Χάριν δεδεγμένοι παρὰ Θεοῦ, δωρεὰν τὰς νόσους, θεραπεύετε τῶν πιστῶν, καὶ τῶν βαρυτάτων, παθῶν λυτροῦσθε θᾶττον, τοὺς ἐπικαλουμένους ὑμᾶς Ἀνάργυροι.

Ὤφθη ἰατρεῖον πνευματικόν, Πνεύματι Ἁγίῳ, ὁ ναὸς ὑμῶν ὁ σεπτός· ἐν αὐτῷ γὰρ πᾶς τις, προστρέχων ἐκλυτροῦται, δεινῶν ἀῤῥωστημάτων θεῖοι Ἀνάργυροι.

Χαίρετε νοσούντων θεραπευταί, καὶ ῥώσεως θείας, καὶ ὑγιείας προμηθευταί, χαίρετε διῶκται, πνευμάτων ἀκαθάρτων, Κοσμᾶ Δαμιανέ τε ἀξιοθαύμαστοι.

Πάσης ἀσθενείας πάσης ὀργῆς, φθορᾶς τε καὶ βλάβης, καὶ ἀλγήματος χαλεποῦ, ἀσινεῖς τηρεῖτε, ἡμᾶς θαυματοβρύται τοὺς προσιόντας πόθῳ, ὑμῖν Ἀνάργυροι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ῥῦσαι νοσημάτων χαλεπῶν, καὶ φθοροποιῶν ἀλγηδόνων, τῶν Ἀναργύρων δυάς, τοὺς θερμῶς προστρέχοντας, τῇ προστασίᾳ ὑμῶν, ἐνεργείας τῆς χάριτος, τῆς ὑμῖν δοθείσης, Κοσμᾶ παναοίδιμε, Δαμιανέ τε σοφέ, ὅπως ἐν ὑγιείᾳ τελεῖς, καὶ εἰρηνικὴ καταστάσει, τὸν ὑμᾶς δοξάσαντα δοξάζωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.



Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ: 7997 - Όταν ο Ηγούμενος της Ιεράς Μονής Δοχειαρίου Γέροντας Γρηγόριος συνάντησε τον παπα Τύχωνα τον Ρώσο στο κελλί του

  Ὡρισμένοι ἄνθρωποι εἶναι μόνον νὰ τοὺς βλέπουμε, ἀλλὰ να μὴν τοὺς ἀκοῦμε. Καὶ ἄλλοι μόνον νὰ τοὺς ἀκοῦμε, ἀλλὰ νὰ μὴν τοὺς βλέπουμε. Σπάνιοι αὐτοὶ ποὺ συνδυάζουν καὶ τὰ δυό: καὶ νὰ τοὺς βλέπουμε καὶ νὰ τοὺς ἀκοῦμε. Ἕνας ἀπὸ αὐτοὺς ἦταν ὁ μακαριστὸς Γέροντας Τύχων ὁ Ῥῶσος. Ἦταν σχετικὰ ὑψίκορμος ἄνδρας, μὲ μακριὰ γενειάδα, ποὺ τὴν εἶχε πάντοτε δεμένη κόμπο, γιὰ νὰ εἶναι πιὸ ἄνετος στὴν διακονία, καὶ δασιὰ φρύδια, ποὺ τοῦ σκέπαζαν τὸ ἥμισυ τῶν μεγάλων του ὀφθαλμῶν. Στὶς ἀρχὲς Ἰουλίου τοῦ 1967 ἔνας ταπεινὸς λευΐτης μᾶς ὡδήγησε στὴν Καλύβα τοῦ Γέροντος Τύχωνος. Ἦταν τὸ Κελλί του ἀληθινὸ ἀσκητήριο, κρυμμένο μέσα στὰ ἀδιαπέραστα δάση καὶ φυλλώματα τοῦ κατάσκιου Ἁγίου Ὄρους. Προσιτὸ μόνο σ’ αὐτοὺς ποὺ γνώριζαν. Ἤτανε στὴν κυριολεξία Καλύβα ἀπέριττη, ποὺ ἔδειχνε περισσότερο ἐρειπωμένη παρὰ κατοικημένη. Κρούσαμε τὴν θύρα βαστάζοντας τὴν ἀναπνοή μας. «Τί λογῆς ἀσκητὴς εἶναι αὐτός, ποὺ ἔπρεπε νὰ διανύσουμε τόσο δρόμο, γιὰ νὰ πάρουμε τὴν εὐχή του;» Ἄνοιξε ἡ πόρτα καὶ φάνηκε μία μεγαλοπρεπὴς ...

"Τό στάδιον τῶν ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε." Αρχιμ. Πορφύριος Αγγελάκης

  Η Ιερά Μητρόπολη Κυδωνίας και Αποκορώνου, στο πλαίσιο της πνευματικής προετοιμασίας για το Άγιο Πάσχα και της διαρκούς ποιμαντικής της μέριμνας, πραγματοποίησε την Κυριακή της Τυρινής, 22 Φεβρουαρίου, τον πρώτο Κατανυκτικό Εσπερινό της Συγγνώμης, σηματοδοτώντας την είσοδο στο «στάδιο των αρετών». Η ακολουθία τελέστηκε στον Ιερό Ναό Αγίου Παντελεήμονος Αμπεριάς, μέσα σε κλίμα σαρακοστιανής κατάνυξης με τη συμμετοχή πλήθους πιστών που προσήλθαν για να προσευχηθούν και αλληλοσυγχωρεθούν  και να ξεκινήσουν τον πνευματικό αγώνα της Αγίας και Μεγάλης Τεσσαρακοστής. Μετά το πέρας του Εσπερινού, ο Πανοσιολογιώτατος Αρχιμανδρίτης Πορφύριος Αγγελάκης, Προϊστάμενος του Ιερού Καθεδρικού Ναού Αγίας Φωτεινής Ιεράπετρας της Ιερά Μητρόπολη Ιεραπύτνης και Σητείας, ανέπτυξε το θέμα: «ΤΟ ΣΤΑΔΙΟΝ ΤΩΝ ΑΡΕΤΩΝ ΗΝΕΩΚΤΑΙ· ΟΙ ΒΟΥΛΟΜΕΝΟΙ ΑΘΛΗΣΑΙ ΕΙΣΕΛΘΕΤΕ», προσφέροντας πνευματικά ερεθίσματα και ουσιαστικές παραινέσεις για την πορεία της νηστείας και του αγώνα των αρετών. Η Πνευματική εσπερίδα αποτέλε...

ΑΦΙΕΡΩΜΑ: Ο Άγιος Παΐσιος και οι νέοι Αγιορείτες Άγιοι της Εκκλησίας μας, Παπά – Τύχων και Χατζηγεώργης

  Πνευματική χαρά σκόρπισε στην Αθωνική Πολιτεία αλλά και σε όλο τον Ορθόδοξο κόσμο η αναγγελία της αναγραφής στις Αγιολογικές Δέλτους δύο μεγάλων ασκητικών μορφών του αγιορείτικου μοναχισμού, οι οποίοι, από την “έρημο της ησυχίας”, πλέον βρίσκονται στις τάξεις των Αγίων της Εκκλησίας μας.  Πρόκειται για τον Παπά – Τύχωνα, τον πνευματικό και τον Γεώργιο Χατζηγεώργη, τον αγιορείτη ασκητή του 19ου αιώνα με καταγωγή από την Καππαδοκία. Δύο ακόμη αγιοκατατάξεις επί των ημερών της Πατριαρχίας του Οικουμενικού Πατριάρχη κ.κ. Βαρθολομαίου Α’ ο οποίος – στα 35 έτη της Πρωθιεραρχικής του διακονίας στην Πρωτόθρονη Εκκλησία της Κωνσταντινουπόλεως – έχει ταυτίσει το όνομά του με αγιοκατατάξεις μεγάλων σύγχρονων Αγίων της εποχής μας. Εκτός από το προσωνύμιο του “πράσινου Πατριάρχη” δικαίως λαμβάνει και το προσωνύμιο του “αγιόφιλου Πατριάρχη”. Οι δύο νέοι Άγιοι της Εκκλησίας μας συνδέονται ωστόσο στενά και με έναν άλλο σύγχρονο Άγιο, τον Παΐσιο τον Αγιορείτη. Ο νέων Όσιος Τύχων υπήρξε πνευμ...

Εὕρεσις Τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννη 24 Φεβρουαρίου

  Ὅταν ἀποκεφαλίσθηκε ἀπὸ τὸν Ἡρώδη, ὁ Ἅγιος Ἰωάννης ὁ Πρόδρομος, ἡ τίμια κεφαλὴ αὐτοῦ τοποθετήθηκε μέσα σὲ ἀγγεῖο ἀπὸ ὄστρακο καὶ κρύφθηκε στὴν οἰκία τοῦ Ἡρώδη. Μετὰ ἀπὸ πολλὰ χρόνια, ὁ Ἅγιος Ἰωάννης φανερώθηκε στὸ ὄνειρο δύο μοναχῶν, οἱ ὁποῖοι εἶχαν ἀναχωρήσει γιὰ τὰ Ἱεροσόλυμα μὲ σκοπὸ νὰ προσκυνήσουν τὸν τάφο τοῦ Κυρίου, ἀγγέλλοντας σὲ αὐτούς, ποῦ βρίσκεται ἡ τίμια κεφαλή του. Καὶ ἐκεῖνοι, ἀφοῦ τὴν βρῆκαν, τὴν εἶχαν μὲ τιμές. Ἀπὸ αὐτοὺς τὴν παρέλαβε κάποιος κεραμεὺς καὶ τὴν μετέφερε στὴν πόλη τῶν Ἐμεσηνῶν. Ὅταν ὅμως πέθανε, τὴν κληροδότησε στὴν ἀδελφή του. Καὶ ἀπὸ τότε διαδοχικὰ περιῆλθε σὲ πολλούς, γιὰ νὰ καταλήξει στὰ χέρια κάποιου ἱερομονάχου ἀρειανοῦ ποὺ ὀνομαζόταν Εὐστάθιος καὶ φύλαξε τὴν τίμια κάρα σὲ σπήλαιο. Ἀπὸ ἐκεῖ μεταφέρθηκε, ἐπὶ Οὐάλεντος (364 – 378 μ.Χ.), στὸ Παντείχιον τῆς Βιθυνίας μέχρι ποὺ ὁ Θεοδόσιος ὁ Μέγας (379 – 395 μ.Χ.) ἀνεκόμισε αὐτὴ στὸ Ἕβδομο τῆς Κωνσταντινουπόλεως, ὅπου ἀνήγειρε μέγα καὶ περικαλλέστατο ναό. Βέβαια περὶ τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς ...

To Oδοιπορικό της Μεγάλης Εβδομάδος στη Σητεία

  To Oδοιπορικό της Μεγάλης Εβδομάδος, μια ιστορική αναδρομή με δρώμενα της Σητείας. Μια παραγωγή από το STUDIOVAI του Sitia FM 95,5 MHz. Η εβδομάδα πριν το Πάσχα ονομάστηκε Μεγάλη από τους πρώτους κιόλας χριστιανικούς αιώνες κι αυτό γιατί, όπως μας εξηγεί ο Αγ. Ιω. ο Χρυσόστομος, μεγάλα και κοσμοσωτήρια γεγονότα συνέβησαν στη διάρκειά της. Κέντρο αυτών των γεγονότων είναι βεβαίως τα άγια και άχραντα Πάθη, η θεόσωμη Ταφή και η ένδοξη Ανάσταση του Κυρίου. Για τη διευκόλυνση των πιστών οι ακολουθίες της Μ. Εβδομάδας τελούνται αντίστροφα του κανονικού, δηλ. οι Όρθροι τελούνται το απόγευμα και οι Εσπερινοί το πρωί. Παλαιότερα οι όρθροι τελούνταν λίγο μετά τα μεσάνυχτα, όμως η ώρα αυτή δεν ήταν κατάλληλη για την προσέλευση των πιστών. Έτσι λοιπόν σήμερα οι ιερές ακολουθίες τελούνται ως εξής: Κυριακή Βαΐων απόγευμα                 : Όρθρος Μ. Δευτέρας Μ. Δευτέρα πρωί                      ...

Ἡ Ἁγία Ἀναστασία ἡ Πατρικία 10 Μαρτίου

  Ἡ Ἁγία Ἀναστασία ἔζησε στὴν Κωνσταντινούπολη κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ τοῦ Μεγάλου (527 – 565 μ.Χ.) καὶ καταγόταν ἀπὸ πλούσιους καὶ εὐγενεῖς γονεῖς. Ἦταν πρώτη Πατρικία τοῦ βασιλέως καὶ φοβούμενη τὸν Θεό. Οἱ ἀρετές της κίνησαν σὲ φθόνο τὴν βασίλισσα καὶ ἔτσι ἡ Ἁγία ἀναγκάστηκε νὰ παραλάβει μέρος τῆς περιουσίας της καὶ νὰ καταφύγει στὴν Ἀλεξάνδρεια, ὅπου ἔκτισε στὴν θέση ποὺ καλεῖται Πέμπτον μονή, ἡ ὁποία ὀνομάστηκε καὶ τῆς Πατρικίας καὶ ζοῦσε ἀσκητικά. Ὅταν πληροφορήθηκε ὅτι ὁ αὐτοκράτορας Ἰουστινιανὸς τὴν ἀναζητεῖ, ἐγκατέλειψε τὴν μονὴ καὶ προσῆλθε στὴν σκήτη τοῦ ἀββᾶ Δανιήλ, στὸν ὁποῖο ἐμπιστεύθηκε τὰ κατ’ αὐτήν. Ὁ ἀββᾶς τὴν ἔνδυσε μὲ ἀνδρικὰ ἐνδύματα καὶ τὴν μετονόμασε σὲ Ἀναστάσιο. Ὅρισε δὲ καὶ ἕναν ἀπὸ τοὺς ὑποτακτικοὺς τῆς σκήτης, γιὰ νὰ προσκομίζει σὲ αὐτὴν τὰ ἀπαραίτητα, ἔτσι ὥστε νὰ μὴν ἐξέρχεται ἀπὸ τὸ σπήλαιο μέσα στὸ ὁποῖο ἀσκήτευε. Ἐκεῖ ἡ Ἁγία Ἀναστασία παρέμεινε κλεισμένη ἐπὶ εἴκοσι ὀκτὼ ὁλόκληρα χρόνια. Ὅταν προεῖδε τὸ τέλος της, προσκάλεσε τὸν...

Τι είναι η Προηγιασμένη Θεία Λειτουργία και κάθε πότε τελείται;

  Προηγιασμένη Θεία Λειτουργία: Η Εκκλησία μας καθόρισε όλες τίς Τετάρτες καί Παρασκευές τής Μεγάλης Τεσσαρακοστής νά τελείται η Λειτουργία τών Προηγιασμένων Δώρων. Κατά τή Λειτουργία αυτή δέν τελείται Θυσία, δέ γίνεται δηλαδή μεταβολή τού άρτου καί τού οίνου σέ Σώμα καί Αίμα Χριστού. Τά Τίμια Δώρα, ο Άρτος καί ο Οίνος είναι έτοιμα, έχουν προαγιασθεί (γι αυτό καί λέγεται Λειτουργία τών Προηγιασμένων Δώρων) κατά τήν προηγηθείσα θεία Λειτουργία τής Κυριακής, είναι πλέον Σώμα καί Αίμα Χριστού, καί απλώς προσφέρονται πρός μεταλήψη στούς πιστούς. Ο Ιερέας καθ εκάστη Κυριακή κόπτει από τό πρόσφορο τόν λεγόμενο «Αμνόν», δηλαδή τό τετράγωνο εκείνο τεμάχιο τής σφραγίδας πού γράφει ΙΣ-ΧΣ ΝΙ-ΚΑ, καί τό τοποθετεί επάνω στό ιερό Δισκάριο. Μετ ολίγο, κατά τή στιγμή τού «Σέ υμνούμεν», τό τεμάχιον αυτό τού άρτου θά μεταβληθεί διά τής ευλογίας τού Ιερέως σέ αυτό τούτο τό Σώμα τού Κυρίου, όπως καί ο οίνος, πού είναι στό ιερό Ποτήριο, θά μεταβληθεί καί αυτός σέ αυτό τούτο τό Αίμα τού Κυρίου. Όταν όμω...

Ὁ Ἅγιος Ρηγίνος ὁ Ἱερομάρτυρας 25 Φεβρουαρίου

  Ὁ Ἅγιος Ρηγίνος γεννήθηκε στὴ Λεβάδεια τῆς Βοιωτίας στὶς ἀρχὲς τοῦ 4ου αἰῶνα μ.Χ. ἀπὸ εὐσεβεῖς καὶ ἐνάρετους γονεῖς, οἱ ὁποῖοι τὸν βοήθησαν νὰ λάβει τὴ θύραθεν παιδεία ἀλλὰ καὶ τὴν ὀρθόδοξη ἀγωγή. Ἡ ἀγάπη του γιὰ τὸν Κύριο καὶ ἡ πνευματική του πρόοδος τὸν μεταμόρφωσαν σὲ σκεῦος ἐκλογῆς καὶ σὲ ναὸ τῆς Ἁγίας Τριάδος. Ὁ Ἅγιος ἔζησε τὴν ἐποχὴ ποὺ βασίλευσαν οἱ δύο υἱοὶ τοῦ Μεγάλου Κωνσταντίνου, ὁ μὲν Κωνστάντιος στὴν Κωνσταντινούπολη (Ἀνατολή), ὁ δὲ Κώνστας στὴ Ρώμη (Δύση). Καὶ οἱ δύο διάδοχοι τοῦ Μεγάλου Κωνσταντίνου εἶχαν ἀνατραφεῖ μὲ τὶς ἀρχὲς τῆς χριστιανικῆς πίστεως, ἀλλὰ ὁ μὲν Κωνστάντιος εἶχε συνειδητὰ ἀποδεχθεῖ τὸν Ἀρειανισμό, ὁ δὲ Κώνστας παρέμεινε πιστὸς στὶς δογματικὲς ἀποφάσεις τῆς Α’ Οἰκουμενικῆς Συνόδου. Καὶ οἱ δύο εἶχαν ὡς κοινὰ χαρακτηριστικὰ τῆς θρησκευτικῆς τους πολιτικῆς, ἀφ’ ἑνὸς μὲν τὴν καταπολέμηση τῆς ἐθνικῆς θρησκείας, ἀφ’ ἑτέρου δὲ τὴν ὑπεράσπιση τῆς ἑνότητος τῆς Ἐκκλησίας. Ἡ ἐκκλησιαστική τους πολιτικὴ εἶχε ὡς συνέπεια ὄχι μόνο τὴ συντήρηση, ἀλλὰ καὶ τὴν διε...

pemptousia-tv: Ντοκιμαντέρ – Άγιος Ραφαήλ – Ο «Ζωντανός» Άγιος

  Το Ινστιτούτο Άγιος Μάξιμος ο Γραικός σε συνεργασία με τον όμιλο Parapolitika Media, προβάλλουν το ντοκιμαντέρ ” Άγιος Ραφαήλ – Ο «Ζωντανός» Άγιος”. Στον αιματοβαμμένο λόφο των Καρυών ακολουθούμε τα ίχνη της ζωής του Αγίου Ραφαήλ, το μαρτυρικό του τέλος, τα θαύματα του, φωτίζοντας τα με τις σύγχρονες μαρτυρίες των πιστών. Παραγωγός Μαρία Γιαχνάκη. Δημοσιογραφική επιμέλεια: Κατερίνα Μαραγκού. Πατήστε στην εικόνα για να μεταβείτε στο περιεχόμενο: Πηγή  ORTHODOXIANEWSAGENCY.GR

Ὁ Ἅγιος Μύρων ὁ Νεομάρτυρας ἀπὸ τὸ Ἡράκλειο Κρήτης 20 Μαρτίου

  Ὁ Ἅγιος Νεομάρτυς Μύρων καταγόταν ἀπὸ τὸ Μεγάλο Κάστρο τῆς Κρήτης, τὸ σημερινὸ Ἡράκλειο καὶ γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς. Ὁ πατέρας του ὀνομαζόταν Δημήτριος καὶ ἦταν δίκαιος καὶ ἐνάρετος ἄνθρωπος. Ὁ Ἅγιος ἦταν σεμνὸς καὶ σώφρων καὶ ἀγαποῦσε ὑπερβολικὰ τὴν παρθενία καὶ τὴν ἄσκηση. Ἐργαζόμενος ὡς ράπτης στὸ Ἡράκλειο συκοφαντήθηκε ἀπὸ τοὺς Τούρκους, οἱ ὁποῖοι τὸν φθονοῦσαν, ὅτι δῆθεν ἀποπλάνησε μία Τουρκοπούλα. Στὸ δικαστήριο ὁ Ἅγιος ἀπέρριψε ἀπολογούμενος τὴ συκοφαντία, ἀλλὰ ἐτέθη σὲ αὐτὸν δίλημμα τοῦ ἐξισλαμισμοῦ ἢ τοῦ θανάτου. Ὁ Μάρτυρας Μύρων ἀποκρίθηκε μὲ παρρησία ὅτι δὲν ἀρνεῖται τὴν πίστη του, ἀλλὰ εἶναι ἕτοιμος νὰ ὑποστεῖ κάθε βασανιστήριο γιὰ τὴν ἀγάπη τοῦ Χριστοῦ, καθ’ ὅσον γεννήθηκε Χριστιανὸς καὶ Χριστιανὸς θέλει νὰ πεθάνει. Γιὰ τὸν λόγο αὐτὸ τὸν χτύπησαν ἀνηλεῶς καὶ τὸν ἔριξαν στὴ φυλακή. Ὅταν τὸν ἔβγαλαν ἀπὸ αὐτή, τὸν ὁδήγησαν καὶ πάλι ἐνώπιον τοῦ κριτοῦ, ὅπου ὁ Ἅγιος ἐπαναλάμβανε συνεχῶς ὅτι θέλει νὰ πεθάνει ὡς Χριστιανός. Ἔτσι καταδικάσθηκε στὸν διὰ ἀγ...