Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικός Κανών Αγίου Αποστόλου Ανδρέου του Πρωτοκλήτου

 Παρακλητικός Κανών εις τον Απόστολον Ανδρέαν τον Πρωτόκλητον

Ποίημα Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου


Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν θεηγόρον τε καὶ μύστην τοῦ Λόγου, τὸν πνευματέμφορον καὶ κήρυκα πάντες, τῆς εὐσεβείας ὕμνοις εὐφημήσωμεν· δέξαι οὖν τὴν δέησιν, τῶν σὲ παρακαλούντων, καὶ ἡμᾶς ἐπίσκεψαι, τοὺς σοὺς δούλους Ἀνδρέα, καὶ ἐκ παντοίων λύτρωσαι δεινῶν, ὡς τοῦ Δεσπότου, Ἀπόστολος μέγιστος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανῶν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τῶν λυπηρῶν ἐπαγωγαὶ χειμάζουσι τὴν ταπεινήν μου ψυχήν· καὶ συμφορῶν νέφη, ὅλον με καλύπτουσιν, Ἀνδρέα μεγαλώνυμε· ἀλλ’ ὡς Πνεύματος θείου, ἀκτῖνας περιδεξάμενος, λάμψον μοι τὸ φῶς τὸ τῆς χάριτος.

Ἐξ ἀμετρήτων ἀναγκῶν καὶ θλίψεων, καὶ ἐξ ἐχθρῶν δυσμενῶν, λυτρωθεὶς αὐτόπτα, τοῦ Χριστοῦ σῇ χάριτι, καὶ γνήσιε Ἀπόστολε, ἀνυμνῶ μεγαλύνω, τὴν εἰς ἐμὲ προστασίαν σου, καὶ κηδεμονίαν καὶ εὔνοιαν.

Νῦν πεποιθὼς ἐπὶ τὴν σὴν κατέφυγον Ἀνδρέαν πνευματικήν, σκέπην καὶ πρεσβείαν, τὴν πρὸς τὸν Δεσπότην σου, ὑπὲρ ἐμοῦ δεόμενος, ὁ φωτίσας τὰ ἔθνη, καὶ ἐκδιώξας ἀσέβειαν, δίδαξον κἀμὲ τὰ σωτήρια.

Θεοτοκίον.
Οὐ σιωπήσω τοῦ βοᾶν τρανώτατα τὰ μεγαλεῖα τὰ σά· εἰ μὴ γὰρ σὺ Κόρη, πάντοτε προΐστασο, ὑπὲρ ἐμοῦ πρεσβεύουσα, τῷ Θεῷ σου τὶς ἐκ τοσούτου με κλύδωνος, καὶ δεινῶν κινδύνων ἐῤῥύσατο;

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπορήσας ἐκ πάντων ὀδυνηρῶς κράζω σοι· πρόφθασον Ἀπόστολε μάκαρ, καὶ σὴν βοήθειαν, δὸς μοι τῷ δούλῳ σου, τῷ ταπεινῷ σοι βοῶντι, καὶ προσκαλουμένῳ σε, τὸν εὐεργέτην μου.

Ἐθαυμάστωσας ὄντως νῦν ἐπ’ ἐμοὶ ἔνδοξε, τὰς εὐεργεσίας σου μάκαρ καὶ προστασία σου· ὅθεν δοξάζω σε, καὶ ἀνυμνῶ καὶ γεραίρω, τὴν πολλὴν καὶ ἄμετρον κηδεμονίαν σου.

Καταιγὶς μὲ χειμάζει τῶν συμφορῶν Ἅγιε, καὶ τῶν λυπηρῶν τρικυμίαι καταποντίζουσιν· ἀλλ’ μὲ πρόφθασον, Ἀνδρέα μύστα τοῦ Λόγου, καὶ βυθοῦ ἐξάρπασον, τῆς ἀπογνώσεως.

Θεοτοκίον.
Ἀληθῆ Θεοτόκον ὁμολογῶ Δέσποινα, σὲ τὴν τοῦ θανάτου τὸ κράτος ἐξαφανίσασαν· ὡς γὰρ φυσίζῳος, ἐκ τῶν δεσμῶν τῶν τοῦ ᾅδου, πρὸς ζωὴν ἀνήγαγες, εἰς γῆν με ῥεύσαντα.

Διάσωσον, ἀπὸ κινδύνων Ἀπόστολε σοὺς οἰκέτας, τοὺς πιστῶς προσφυγόντας καὶ πόθῳ σῇ σκέπῃ σου, ὡς μύστης Ἀνδρέα τοῦ Δεσπότου σου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτης φρουρὸς γενοῦ μοι τῷ οἰκέτῃ σου, καὶ πρέσβυς θερμὸς πρὸς Κύριον σοῦ δέομαι, ὡς Αὐτοῦ Ἀπόστολος καὶ μιμητὴς ὑπάρχων Ἀνδρέα γνήσιος· καὶ ἐκ παντοίων λύτρωσαι δεινῶν, τοὺς πίστει καὶ πόθῳ σοι προστρέχοντας.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Καὶ σοῦ λοιπόν, τῇ σκέπῃ μάκαρ προσέρχομαι, τῇ πρεσβείᾳ, καὶ τῇ προστασίᾳ σου, ὁ σὸς ἱκέτης καὶ ἐκζητῶ, λύσιν τῶν πταισμάτων, Ἀνδρέα μάκαρ Ἀπόστολε, δεσμεῖν γὰρ καὶ λύειν, παρὰ Χριστοῦ πλουσίως ἔχεις, πνευματέμφορος ὅλος γενόμενος.

Τὸν ποταμόν, τὸν γλυκερὸν τῶν χαρίτων σου, τὸν πλουσίαις, δωρεαῖς δροσίζοντα, Ἀνδρέα μάκαρ μου, τὴν ψυχὴν καὶ τὴν προστασίαν, τὴν πρὸς ἐμὲ μεγαλύνω σου, καὶ ὕμνοις σου δοξάζω, ταύτην Ἀπόστολε θεόπτα, καὶ προστρέχω τῇ σκέπῃ σου σῶσόν με.

Πῶς ἐξειπεῖν, σοῦ κατ’ ἀξίαν δυνήσομαι, τοὺς ἀμέτρους, ὑπὲρ τοῦ κηρύγματος, σοὺς διωγμούς, καὶ τὰς συμφορᾶς, οἵους τε ὑπέστης, κινδύνους μάκαρ Ἀπόστολε· καὶ ταῦτα ἵνα σώσῃ, τὰ ἔθνη λίαν σκοτισθέντα, ἀσεβείας τῷ σκότει πανεύφημε.

Θεοτοκίον.
Σὲ τὴν ἁγνήν, σὲ τὴν Παρθένον καὶ ἄσπιλον, μόνην φέρω, τεῖχος ἀπροσμάχητον, καταφυγήν, σκέπην κραταιάν, ὅπλον σωτηρίας· μὴ μὲ παρίδῃς τὸν ἄσωτον, ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία, θλιβομένων χαρὰ καὶ ἀντίληψις.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Οἱ μισοῦντες με μάτην, βέλεμνα καὶ ξίφει καὶ λάκκον ηὐτρέπισαν, καὶ ἐπιζητοῦσι, τὸ πανάθλιον σῶμα σπαράξαι μου, καὶ καταβιβάσαι, πρὸς γῆν Ἀνδρέα μυστολέκτα· ἀλλ’ ἐκ τούτων σὺ πρόφθασον σῶσόν με.

Ἀπὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσου καὶ βλάβης με λύτρωσαι, καὶ τῇ σῇ προστασίᾳ, καὶ πρεσβείᾳ σου φύλαξον ἄτρωτον, ἐκ παντὸς κινδύνου, καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων, ὦ Ἀνδρέα Χριστοῦ μου Ἀπόστολε.

Τὶ σοι δῶρον προσάξω τῆς εὐχαριστίας ἀνθ’ ὧνπερ ἀπήλαυσα, τῆς σῆς προστασίας, καὶ πρεσβείας θερμῆς πρὸς τὸν Κύριον, τοιγαροῦν γεραίρω, ὑμνολογῶ καὶ μεγαλύνω, σὲ τὸν μύστην Χριστοῦ καὶ Ἀπόστολον.

Θεοτοκίον.
Εὐχαρίστως βοῶ σοι, χαῖρε Μητροπάρθενε χαῖρε Θεόνυμφε, χαῖρε ὅπλον καὶ τεῖχος ἀπόρθητον, χαῖρε προστασία, καὶ βοηθὲ καὶ σωτηρία, τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὰ νέφη τῶν λυπηρῶν ἐκάλυψαν, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ σκοτασμόν, ἐμποιοῦσι μοι μάκαρ, ἀλλ’ ὁ κηρύξας τὸ φῶς τὸ τῆς χάριτος, φωτὶ με φώτισον ταῖς σαῖς, ἱκεσίαις Ἀνδρέα μάκαρ πανεύφημε.

Οὐ κρύπτω σου, τὸν βυθὸν τοῦ ἐλέους, καὶ τὴν χάριν τῶν πολλῶν σου θαυμάτων, μύστα Χριστοῦ, καὶ Ἀπόστολε μάκαρ, τῆς πρὸς ἐμὲ συμπαθείας σου Ἅγιε, ἀλλ’ ἅπασιν ὁμολογῶ, καὶ βοῶ καὶ κηρύττω καὶ φθέγγομαι.

Ἐκύκλωσαν, αἱ τοῦ βίου με ζάλαι, ὥσπερ μέλισσαι κηρίον τρισμάκαρ, καὶ τὴν ἐμήν, κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλει τῶν θλίψεων, ἀλλ’ εὕροιμί σε βοηθόν, καὶ προστάτην καὶ πρέσβυν Ἀπόστολε.

Θεοτοκίον.
Παράκλησιν, ἐν ταῖς θλίψεσιν οἶδα, καί τῶν νόσων ἰατρόν σε γινώσκω, καὶ παντελῆ, συντριμμὸν τοῦ θανάτου, καὶ ποταμὸν τῆς ζωῆς ἀνεξάντλητον, καὶ πάντων τῶν ἐν συμφοραῖς, ταχινὴν καὶ ὀξεῖαν ἀντίληψιν.

Διάσωσον, ἀπὸ κινδύνων Ἀπόστολε σοὺς οἰκέτας, τοὺς πιστῶς προσφυγόντας καὶ πόθῳ σῇ σκέπῃ σου, ὡς μύστης Ἀνδρέα τοῦ Δεσπότου σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν τῆς ἀνδρείας ἐπώνυμον θεηγόρον, καὶ μαθητὴν τὸν Πρωτόκλητον τοῦ Σωτῆρος, Πέτρου τὸν σύγγονον εὐφημήσωμεν, ὅτι ὡς πάλαι τούτῳ καὶ νῦν ἡμῖν ἐκέκραγεν· εὑρήκαμεν δεῦτε τὸν ποθούμενον.

Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ.  δ΄ 18-23 ).

Τῷ καιρῷ ἐκείνῳ, περιπατῶν ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β΄. Ὅλην ἀποθέμενοι.
Χάριν κομισάμενος, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, ὡς Αὐτοῦ Ἀπόστολος, νέμεις τοῖς τιμῶσί σε τὴν θεόῤῥητον, τὴν αὐτὴν δώρησαι, τῷ πιστῷ δούλῳ σου, παρακλήσει ἐκζητοῦντι σου, δι’ ἧς μου φώτισον, κόρας τῆς ψυχῆς μου ταῖς πρεσβείαις σου, Ἀνδρέα ὡς Ἀπόστολος, καὶ ὡς θεῖος κῆρυξ τῆς χάριτος, μύστα τῶν ἀῤῥήτων, θεόπτα θεηγόρε καὶ φωστήρ τῆς οἰκουμένης, ἱκέτευε ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Σκέπη γενοῦ μοι καὶ προστάτης, τῷ σῷ δούλῳ θεηγόρε, ἀποροῦντι νυνί, ἁπάσης βοηθείας, ἀβοηθήτων δύναμις, καὶ ἐλπὶς ἀπηλπισμένων.

Ὅλῃ ψυχῇ καὶ διανοίᾳ, καὶ καρδίᾳ νῦν καὶ χείλεσι ὑμνῶ σε, ἀπολαύσας σε νῦν, προστάτης θεηγόρε· ἀλλ’ ὦ τῶν θαυμασίων σου, καὶ χαρίτων τῶν μεγίστων.

Βλέψον ἱλέῳ ὄμματί σου, καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχων, καὶ δεινῶν συμφορῶν, ἀπόστολε Ἀνδρέα, καὶ πειρασμῶν με λύτρωσαι, ταῖς λιταῖς σου πρὸς τὸν Κτίστην.

Θεοτοκίον.
Φῶς ἡ τεκοῦσα Θεοτόκε, σκοτισθέντα με νυκτὶ ἁμαρτημάτων, φωταγώγησον σύ, φωτὸς οὖσα δοχεῖον, τὸ καθαρὸν καὶ ἄμωμον, ἵνα πόθῳ σὲ δοξάζω.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Διὰ θείων Ἀνδρέα πρεσβειῶν σου, μὴ παρίδῃς σοφὲ ποντούμενον σάλῳ, ἀλλὰ δίδου μοι χεῖρα βοηθείας, καταπονουμένῳ, κακώσεσι τοῦ βίου.

Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι, εὕροσάν με σοφέ, καὶ συμφοραί τοῦ βίου, καὶ πειρασμοί μοι πάντοθεν ἐκύκλωσαν· ἀλλὰ πρόστηθί μοι, καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ σου σκέπῃ.

Ἐν ταῖς ζάλαις ἐφεῦρόν σε λιμένα, ἐν ταῖς λύπαις χαρὰν καὶ εὐφροσύνην, καὶ ἐν ταῖς νόσοις ἰατρὸν πανάριστον, καὶ ἐν τοῖς κινδύνοις, ῥύστην καὶ προστάτην, Ἀνδρέα θεοκῆρυξ.

Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε Κυρίου, χαῖρε θεία καὶ μανναδόχε στάμνε, χαῖρε χρυσῇ λυχνία λαμπὰς ἄσβεστε, χαῖρε τῶν παρθένων, δόξα καὶ μητέρων, ὡράισμα καὶ κλέος.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν, μεγαλεῖα τὰ σὰ κῆρυξ πάνσοφε, καὶ τὸν βυθόν, τὸν ἀνεξερεύνητον ἐξειπεῖν, τῶν ὑπὲρ νοῦν θαυμάτων σου, τῶν τε πεπραγμένων σου καὶ πολλῶν, τοῖς πόθῳ σὲ τιμῶσι, καὶ πίστει σὲ ὑμνοῦσιν, ὡς ἀληθῆ Χριστοῦ Ἀπόστολε.

Ἐν ὕμνοις εὐχαρίστοις δοξολογῶ, καὶ γεραίρω τὰς θείας σου χάριτας, καὶ τὴν πολλήν, δόξαν ἣν ἐκτήσω παρὰ Χριστοῦ, καὶ τὰς εὐεργεσίας σου, ἃς ὑπερεκένωσας εἰς ἐμέ, κηρύττω μεγαλύνω, ψυχῇ τε καὶ καρδίᾳ, Ἀνδρέα πάντοτε ὁ δοῦλός σου.

Τὴν δέησιν μου δέξαι τὴν πενιχράν, καὶ κλαυθμὸν μὴ παρίδῃς καὶ δάκρυα, καὶ στεναγμόν· ἀλλ’ ἀντιλαβοῦ μου Πάτερ σοφέ, καὶ τὰς αἰτήσεις πλήρωσον, δύνασαι γὰρ πάντα ὡς πανσθενοῦς, Δεσπότου Χριστοῦ μύστης, εἰ νεύσεις ἔτι μόνον, πρὸς τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν.

Θεοτοκίον.
Πρὸς τίνα καταφύγω ἄλλην ἁγνή; Ποῦ προσδράμω λοιπὸν καὶ σωθήσομαι, ποῦ πορευθῶ; Ποίαν δὲ ἐφεύρω καταφυγήν; Ποίαν θερμὴν ἀντίληψιν; Ποίαν ἐν ταῖς θλίψεσι βοηθόν; Εἰς σὲ μόνην ἐλπίζω, εἰς σὲ μόνην καυχῶμαι, καὶ ἐπὶ σὲ θαῤῥῶν κατέφυγον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Κῆρυξ οἰκουμένης μέγας φανείς, πόλιν Βυζαντίδα σὺ φωτίζεις κατ’ ἐξοχήν, σὺν τῇ τοῦ Εὐξείνου, Ἀνδρέα μάκαρ Πόντου, τῇ Ἀμινσῷ καὶ ταύτας σοφῶς ἐφώτισας.

Λόγοις σου φωτίζεις τὴν Λαζικήν, καὶ τὴν Τραπεζοῦντα, σὺν Νικαίᾳ τῇ θαυμαστῇ, καὶ Νικομηδείᾳ, συνάμα Χαλκηδόνι, ὡς μύστης καὶ αὐτόπτης, Χριστοῦ Ἀπόστολε.

Τὴν Πόντου Ἡρακλείαν ὡς εἰκός, λόγοις ἐκδιδάξας ὦ Ἀνδρέα καθηγητά, καὶ τὴν Προποντίδα, ὡσαύτως ἐκδιδάσκεις, καὶ πόλιν τοῦ Εὐξείνου, σύν τε Ἀμάστριδᾳ.

Θαύμασι φωτίζεις τοὺς Σινωπεῖς, μύστα τοῦ Δεσπότου, Σαμοσάτας τε τοὺς σοφούς· Νεοκαισαρεῖς τε, τοὺς πρώην ἀπειθεῖς μέν, πιστοὺς δὲ διὰ λόγων σου εἰς τὸ ὕστερον.

Ἄξιόν ἐστὶν ὡς ἀληθῶς, τοῦ δοξάζειν σε τὸν θεηγόρον, τῶν Πατραίων θεῖον ὑπασπιστήν, τὸν τῆς Ἀχαΐας ἀντιλήπτορα τὸν θερμόν, Ἀνδρέαν τὸν μέγαν, καὶ μύστην τοῦ Σωτῆρος, Πρωτόκλητον φανέντα, πάντες ὑμνοῦμέν σε.

Δεῦτε τὸν Πρωτόκλητον μαθητήν, ἐν ὕμνοις ᾀσμάτων, εὐφημήσωμεν οἱ πιστοί, τὸν τοῦ Αἰγεάτου, τὸ θράσος καθελόντα, καὶ τοῦ Χριστοῦ τὸ πάθος ἐκμιμησάμενον.

Χαίροις αὐταδέλφων ἡ ξυνωρίς, Πέτρε καὶ Ἀνδρέα, Ἀποστόλων ἡ καλλονή, μεθ’ ὧν δυσωπεῖτε, τὸν Κτίστην ὑπὲρ πάντων, τῶν πόθῳ γεραιρόντων, τὴν θείαν μνήμην ὑμῶν.

Χαίροις ὁ Πρωτόκλητος μαθητής, χαίροις σωφροσύνης, καὶ ἀνδρείας στήλη λαμπρᾷ, χαίροις ὁ τοῦ πάθους, κοινωνὸς τοῦ Κυρίου, Ἀπόστολε θεόπτα Ἀνδρέα πάντιμε.

Κῆρυξ καὶ τῆς Θρᾴκης οὖν γεγονώς, πάσης Θετταλίας, καὶ Ἑλλάδος μάκαρ σοφέ, καὶ Μακεδονίας, ἐσχάτως ἐκδιδάσκεις, Ἀνδρέα μυστολέκτα, τὴν Πελοπόννησον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, καὶ αἱ τῶν Μαρτύρων, Ἀποστόλων Ἱεραρχῶν, σὺν ταῖς τῶν Ὁσίων, καὶ Προφητῶν Ἀνδρέα, καὶ νῦν μακαριοῦσί σε τὸν Ἀπόστολον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, προστατεύεις ὡς εἰκός, τῶν καταφευγόντων ἐν πίστει, τῇ σῇ Ἀνδρέᾳ στοργῇ, πρέσβυς γὰρ εὐπρόσδεκτος, τῷ σῷ Δεσπότῃ ἑστώς, ἀπαλλάττεις τοὺς κάμνοντας, ἐκ νόσων παντοίων, καὶ κινδύνων ἅπαντας, καὶ λύεις πταίσματα· ὅθεν, ὡς προστάτην καὶ ῥύστην, σὲ ἀνευφημοῦμεν τὸν Ἀπόστολον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Μὲ Δέουσα Λαμπρότητα ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῶν Θεοφανείων εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καί τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνούντάς σε· Ἦλθες, ἐφάνης, τό Φῶς τὸ ἀπρόσιτον».  Μὲ Δέουσα Λαμπρότητα καὶ Πλῆθος Πιστῶν ἑορτάστηκε ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῶν Θεοφανείων τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τὸν Ἱερὸν Ναὸν Κοιμήσεως τῆς Θεοτόκου ἐνορίας Ἁγίου Γεωργίου Τουρτούλων Σητείας. Τὴν Δευτέρα 6 Ἰανουαρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Θεία Λειτουργία τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου Ἀρχιεπισκόπου καὶ Καισαρείας της Καππαδοκίας Οὐρανοφάντορος τοῦ Μεγάλου καὶ ἐν Συνεχείᾳ ἡ Ἀκολουθία τοῦ Μεγάλου Ἁγιασμοῦ.  Φωτογραφίες Μιχάλης Κάββαλος 

To Oδοιπορικό της Μεγάλης Εβδομάδος στη Σητεία

  To Oδοιπορικό της Μεγάλης Εβδομάδος, μια ιστορική αναδρομή με δρώμενα της Σητείας. Μια παραγωγή από το STUDIOVAI του Sitia FM 95,5 MHz. Η εβδομάδα πριν το Πάσχα ονομάστηκε Μεγάλη από τους πρώτους κιόλας χριστιανικούς αιώνες κι αυτό γιατί, όπως μας εξηγεί ο Αγ. Ιω. ο Χρυσόστομος, μεγάλα και κοσμοσωτήρια γεγονότα συνέβησαν στη διάρκειά της. Κέντρο αυτών των γεγονότων είναι βεβαίως τα άγια και άχραντα Πάθη, η θεόσωμη Ταφή και η ένδοξη Ανάσταση του Κυρίου. Για τη διευκόλυνση των πιστών οι ακολουθίες της Μ. Εβδομάδας τελούνται αντίστροφα του κανονικού, δηλ. οι Όρθροι τελούνται το απόγευμα και οι Εσπερινοί το πρωί. Παλαιότερα οι όρθροι τελούνταν λίγο μετά τα μεσάνυχτα, όμως η ώρα αυτή δεν ήταν κατάλληλη για την προσέλευση των πιστών. Έτσι λοιπόν σήμερα οι ιερές ακολουθίες τελούνται ως εξής: Κυριακή Βαΐων απόγευμα                 : Όρθρος Μ. Δευτέρας Μ. Δευτέρα πρωί                      ...

Ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα». Στὶς 14 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τὴν Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ. Τὴν Κυριακὴ 14 Σεπτεμβρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Τελετὴ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, Ἀρτοκλασία καὶ ἐν Συνεχείᾳ ἡ Θεία Λειτουργία εἰς τὸν Ἱερὸν Ναὸν Ἁγίου Γεωργίου στὸ Χωριὸ Ἅγιος Γεώργιος Τουρτοῦλοι Σητείας. Φωτογραφίες Μιχάλης Κάββαλος  

Οἱ Ἁγίες Ἀγάπη, Εἰρήνη καὶ Χιονὶα οἱ Μάρτυρες 16 Απριλίου

  Οἱ Ἁγίες Ἀγάπη, Εἰρήνη καὶ Χιονὶα μαρτύρησαν ἐπὶ αὐτοκράτορος Διοκλητιανοῦ (284 – 305 μ.Χ.) στὴ Θεσσαλονίκη, τὸ ἔτος 304 μ.Χ. Στὸ Συναξάρι μαρτυρεῖται ὅτι οἱ τρεῖς ἀδελφές, πιθανῶς ἐνεργὰ μέλη μιᾶς ἀδελφότητας νέων Χριστιανῶν μὲ πλούσια βιβλιοθήκη, κατέφυγαν ἀμέσως μετὰ τὴν ἔναρξη τοῦ διωγμοῦ σὲ ὑψηλὸ ὄρος πλησίον τῆς Θεσσαλονίκης, πιθανῶς τὸ Χορτιάτη, ἀφοῦ ἔκρυψαν στὸ σπίτι τους τὰ βιβλία. Ἡ Ἀγάπη καὶ ἡ Χιονία, μετὰ ἀπὸ ἐντολὴ τοῦ διοικητοῦ Δουλκιτίου, ρίχθηκαν στὴν πυρά. Ἡ Ἁγία Εἰρήνη κλείσθηκε σὲ πορνεῖο, ἀλλὰ κανένας δὲν τόλμησε νὰ τὴν ἐνοχλήσει. Ὁδηγήθηκε καὶ αὐτὴ στὸν διὰ πυρᾶς θάνατο. Τὰ ἱερὰ λείψανα ποὺ ἀπέμειναν ἀπὸ τὴν πυρὰ συνελέγησαν ἀπὸ εὐλαβεῖς Χριστιανοὺς καὶ ἐνταφιάσθηκαν δυτικὰ τῆς πόλεως, σὲ μικρὴ ἀπόσταση ἀπὸ τὰ τείχη. Ἐκεῖ ἀνεγέρθηκε ἕνας ναΐσκος στὴν ἀρχή, ποὺ ἀργότερα ἔγινε μεγαλύτερος. Στὶς Διηγήσεις τῶν Θαυμάτων τοῦ Ἁγίου Δημητρίου ἀναφέρεται ὡς τὸ «σεβάσμιον τέμενος» τῶν τριῶν Ἁγίων Μαρτύρων Χιονίας, Εἰρήνης καὶ Ἀγάπης. Πηγή  https://www.synaxarion.g...

Κυριακὴ τῶν Βαΐων στὸν Ἱερὸ Καθεδρικὸ Ναὸ Ἁγίας Αἰκατερίνης Πολιούχου Σητείας

  Κυριακὴ τῶν Βαΐων 13 Ἀπριλίου 2025 εἷς τὸν Ἱερὸ Καθεδρικὸ Ναὸ Ἁγίας Αἰκατερίνης Πολιούχου Σητείας ἱερουργοῦντος τοῦ Σεβασμιωτάτου Ποιμενάρχου μας Μητροπολίτου Ἰεραπύτνης καὶ Σητείας κ.κ. Κυρίλλου. 

Οἱ Ἅγιοι Ἀρίσταρχος, Πούδης καὶ Τρόφιμος οἱ Ἀπόστολοι ἐκ τοὺς ἑβδομήκοντα 14 Απριλίου

  Οἱ Ἅγιοι Ἀπόστολοι Ἀρίσταρχος, Πούδης καὶ Τρόφιμος ἀνῆκαν στὸν κύκλο τῶν Ἑβδομήκοντα Ἀποστόλων († 4 Ἰανουαρίου) τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Γιὰ τὸν Ἀπόστολο Ἀρίσταρχο ἀναφέρεται στὶς Πράξεις τῶν Ἀποστόλων ὅτι ἦταν Μακεδόνας καταγόμενος ἀπὸ τὴ Θεσσαλονίκη καὶ κατὰ πᾶσα πιθανότητα Ἰουδαῖος. Ὁπωσδήποτε ὁ Ἀπόστολος Ἀρίσταρχος ὑπῆρξε ἀπὸ τοὺς πρώτους μαθητὲς τοῦ Ἀποστόλου Παύλου στὴ Θεσσαλονίκη, ὁ ὁποῖος καὶ τὸν μνημονεύει στὶς πρὸς Κολοσσαεῖς καὶ Φιλήμονα ἐπιστολές του. Ὁ Ἀπόστολος Ἀρίσταρχος ᾖλθε στὴν Ἔφεσο κομίζοντας χάρη τῶν Χριστιανῶν τῶν Ἱεροσολύμων τὴ «λογία». Τὸ προϊὸν τοῦ ἐράνου ἔφεραν οἱ Γάιος, Σεκοῦνδος καὶ Ἀρίσταρχος. Ἀπὸ τότε ὁ Ἀρίσταρχος ἔγινε ἀχώριστος σύντροφος τοῦ Ἀποστόλου Παύλου ὡς τὴ Ρώμη. Τὸν Ἀπόστολο Ἀρίσταρχο τὸν συναντοῦμε καὶ στὸ 19ο κεφάλαιο τῶν Πράξεων, ὅπου ὁ Εὐαγγελιστὴς Λουκᾶς περιγράφει μὲ ἐξαιρετικὴ ζωηρότητα τὰ ἐπεισόδια τῆς Ἐφέσου. Ὁ ἀργυροκόπος Δημήτριος εἶχε χολωθεῖ ἀπὸ τὴ μεταστροφὴ τῶν κατοίκων τῆς Ἐφέσου πρὸς τὴ νέα πίστη καὶ γι’ αὐτὸ ξεσήκωσε ...

Ο ΟΣΙΟΣ ΙΩΣΗΦ Ο ΓΕΡΟΝΤΟΓΙΑΝΝΗΣ ΚΑΙ Η ΑΝΑΚΑΙΝΙΣΗ ΤΗΣ ΜΟΝΗΣ

Ο Ιωάννης Βιτσέντζος ή Γεροντογιάννης γεννήθηκε στο ημιερειπωμένο Μονύδριο του Τιμίου Προδρόμου Καψά το 1799. Στα ερειπωμένα κελλιά της άγονης και απόμονωμένης περιοχής είχαν μεταβεί οι ευσεβείς και ενάρετοι γονείς του Εμμανουήλ και Ζαμπία λόγω τουρκικής επιδρομής. Αργότερα, όταν ησύχασε η κατάσταση, διέμειναν μόνιμα στο χωριό Λιθίνες. Όταν ήρθε σε νόμιμη ηλικία νυμφεύθηκε την κυνηγημένη από τους Τούρκους Καλλιόπη από την οικογένεια των Γεροντάκηδων ή Γεροντήδων, η οποία ζούσε κρυμμένη και εκείνη στα νοτιοανατολικά παράλια, φοβούμενη μήπως έχει την ίδια τύχη που είχε η μοναδική αδελφή της, η οποία αυτοκτόνησε για να μην ατιμασθεί από ένα Τούρκο που είχε ενδιαφερθεί έντονα γι’ αυτήν. Γι’ αυτό και η Καλλιόπη στάλθηκε από τους γονείς της στις ερημικές ακτές της περιοχής, κοντά στην έρημη τότε Μονή Καψά και τελικά νυμφεύθηκε τον Γεροντογιάννη, με τον οποίο απέκτησε τέσσερα παιδιά, τρεις κόρες κι ένα γιο. Ο Γεροντογιάννης ήταν ατίθασος, αλλά ιδιαίτερα ευσεβής. Πολλές φορές είχε γίνει στόχασ...

Ὁ Ἅγιος Διονύσιος ὁ Ἀρεοπαγίτης 3 Οκτωβρίου

  Καταγόταν ἀπὸ τὴν πόλη τῶν Ἀθηνῶν. Ἔζησε καὶ μαρτύρησε τὰ χρόνια ποὺ αὐτοκράτορας ἦταν ὁ Δομετιανός. Διακρίθηκε γιὰ τὴ φιλοσοφική του κατάρτιση καὶ τὴν βαθιά του καλλιέργεια. Ἀρχικὰ ἦταν εἰδωλολάτρης καὶ μέλος τῆς Βουλῆς τοῦ Ἀρείου Πάγου. Τὸ κήρυγμα ὅμως τοῦ Ἀποστόλου Παύλου ἄγγιξε τὴν παιδευμένη καὶ εὐαίσθητη ψυχή του καὶ βαπτίσθηκε. Ἀργότερα διαδέχθηκε στὸν ἐπισκοπικὸ θρόνο τῶν Ἀθηνῶν τὸν εὐσεβῆ Ἰερόθεο. Ὑπῆρξε συγγραφέας πλήθους θεολογικῶν συγγραμμάτων. Ἐπιβραβεύθηκε ἀπὸ τὸ θεὸ γιὰ τὴ χριστιανική του δράση μὲ τὸ χάρισμα νὰ ἐπιτελεῖ θαύματα. Περιόδευσε σὲ πολλὰ μέρη τῆς Δύσης, ὅπου κήρυξε τὸν εὐαγγελικὸ λόγο καὶ ἑρμήνευσε τὶς ἱερὲς γραφές. Ὅταν ἔφθασε στὸ Παρίσι συνελήφθη καὶ ἀργότερα ἀποκεφαλίσθηκε. Μαζί του μαρτύρησαν καὶ δυὸ μαθητές του, ὁ Ρουστικὸς καὶ ὁ Ἐλευθέριος. Ὁ ἡγεμόνας τῆς περιοχῆς ἔδωσε ἐντολὴ νὰ μὴ θάψει κανεὶς τὰ ἅγια λείψανα τῶν μαρτύρων, ὅμως κάποιοι χριστιανοὶ τὰ φύλαξαν καὶ ὅταν δὲν ὑπῆρχε πλέον φόβος τὰ ἐνταφίασαν μὲ τιμές. Πηγή  https://www.synaxarion....

Μὲ ἰδιαίτερη Λαμπρότητα Πανηγύρισε ὁ Ι.Ν Παναγίας Πρωτοσεπτεμβριανὴς εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 «Χαῖρε κεχαριτωμένη θεοτόκε παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις μήτηρ καὶ παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι πάσῃ τῇ οἰκουμένῃ». Μὲ Δέουσα καὶ Πανευφρόσυνη Λαμπρότητα Πανηγύρισε ὁ Ἱερὸς Ναὸς Παναγίας Πρωτοσεπτεμβριανὴς εἰς τὸν Οἰκισμὸν Σωτῆρα ἐνορίας Ἁγίου Γεωργίου Τουρτούλων Σητείας. Τὴν Δευτέρα 1 Σεπτεμβρίου ἐπὶ τῇ ἐλεύσῃ τοῦ Νέου ἐνιαυτοῦ της Χριστότητος τοῦ Κυρίου καὶ ἐπὶ τῇ Ἱερὰ Σύναξη τῆς Παναγίας τῆς Παμμακαρίστου τελέστηκε ἡ Ἀκολυθία τοῦ Ὄρθρου, μετὰ Ἀρτοκλασίας καὶ ἐν Συνεχείᾳ ἡ Πανηγυρικὴ Θεία Λειτουργία καὶ ἡ Ἀκολουθία τοῦ Ἁγιασμοῦ ἐπὶ τῇ Εἰσόδῳ εἰς τὸ Νέον Ἐκκλησιαστικὸν Ἔτος.  Φωτογραφίες Μιχάλης Κάββαλος 

Ευαγγέλιο Κυριακής 5 Ιανουαρίου 2025 – Κυριακή προ των Φώτων

  Κατά Μάρκον (α΄ 1 – 8) Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. Ὡς γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ.   Ἀπόδοση στη νεοελληνική: Ἡ ἀρχὴ τοῦ εὐαγγελίου τοῦ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ Θεοῦ ἔγινε σύμφωνα μὲ ἐκεῖνο ποὺ εἶναι γραμμένον εἰς ...