Ἀπολυτίκιο Ἁγίων Ἀποστόλων Στάχυος, Ἀπελλοῦ, Ἀμπλία, Οὐρβανοῦ, Ἀριστοβούλου καὶ Ναρκίσσου 31 Ὀκτωβρίου
Ἀπολυτίκιον
Ἦχος γ’.
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὴν κιθάραν τοῦ Πνεύματος τὴν ἑξάχορδον, τὴν μελῳδήσασαν κόσμῳ τὰς ὑπὲρ νοῦν δωρεάς, ὡς ἐκφάντορας Χριστοῦ ἀνευφημήσωμεν, Στάχυν Ἀμπλίαν Ἀπελλῆν σὺν Ναρκίσσῳ Οὐρβανόν, καὶ Ἀριστόβουλον ἅμα· ὡς γὰρ Ἀπόστολοι θεῖοι, χάριν αἰτοῦνται ταῖς ψυχαῖς ἡμῶν.
Κοντάκιον
Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ὡς ἱερὰ κειμήλια, τοῦ Παναγίου Πνεύματος, καὶ τοῦ Ἡλίου τῆς δόξης αὐγάσματα, χρεωστικῶς ὑμνήσωμεν, τοὺς σοφοὺς Ἀποστόλους, Ἀπελλῆν Οὐρβανόν τε καὶ Ἀριστόβουλον, Ἀμπλίαν Νάρκισσον καὶ Στάχυν, οὓς ἡ χάρις συνήγαγε τοῦ Θεοῦ ἡμῶν.
Μεγαλυνάριον
Δῆμος Ἀποστόλων θεοφεγγής, Νάρκισσος Ἀμπλίας, Ἀριστόβουλος Οὐρβανός, Ἀπελλῆς καὶ Στάχυς, ἀνέτειλαν ὡς ἄστρα· δεῦτε οὖν καὶ θαλφθῶμεν, τούτων τῇ χάριτι.