Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Μύσται οὐράνιοι ἀποδεικνύμενοι, θεῖοι ἐκφάντορες τῷ κόσμῳ ὤφθητε, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ποιμάναντες θεαρέστως, ἱερὲ Ἀλέξανδρε, τῆς Τριάδος ὁ πρόμαχος, Ἰωάννη ἔνδοξε, ὁ τῆς χάριτος τρόφιμος, καὶ Παῦλε Ἱερέων ἀκρότης· ὅθεν ὑμᾶς ἀνευφημοῦμεν.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τὴν τριάδα σήμερον, Ἱεραρχῶν τῶν Ὁσίων, ἱεροῖς ἐν ᾄσμασιν, ἐγκωμιάσωμεν πάντες· οὗτοι γὰρ, ὡς οἰκονόμοι τῶν ἀπορρήτων, νέμουσι, χάριν ἀέναον τοῖς βοῶσιν, ὦ Ἀλέξανδρε παμμάκαρ, καὶ Ἰωάννη, σὺν Παύλῳ χαίρετε.
Μεγαλυνάριον.
Χαίροις τῶν Πατέρων τριὰς σεπτή, Ἀλέξανδρε μάκαρ, σὺν τῷ Παύλῳ τῷ εὐκλεεῖ, καὶ τῷ Ἰωάννη, ἡ τρίφωτος λυχνία, ἡ πᾶσαν Ἐκκλησίαν, καταπυρσεύουσα.