Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Κλῆσιν σύνδρομον, ἔχων τῷ βίῳ, νίκος καλλίστον, ἤρας ἐν ἄθλοις, καταλλήλως γεγονῶς ὁ προκέκλησαι, σὺ γὰρ καλῶς τὸν ἀγῶνα τελέσας σου, ὡς νικητὴς ἐδοξάσθης Καλλίνικε. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τὰ ἄνω τερπνά, ἀξίως νῦν κεκλήρωσαι· Χριστοῦ γὰρ σφοδρῶς, τῷ πόθῳ πυρακτούμενος, τοῦ πυρὸς Καλλίνικε, δι᾽ αὐτοῦ ἀνδρείως κατετόλμησας· ᾧ καὶ νῦν παριστάμενος, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πάντων ἡμῶν.