Ἀπολυτίκιο Ἀνακομιδῆς ἱερῶν Λειψάνων τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κύρου καὶ Ἰωάννου 28 Ἰουνίου
Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Θείας χάριτος, τὴ ἐνεργεῖα, ἀναβλύζοντα, θαυμάτων ρεῖθρα, ἀναργύρως τὰ σεπτὰ ὑμῶν λείψανα, ἐκ τῶν λαγόνων τῆς γῆς κόσμω ἔλαμψαν, Κῦρε θεόφρον, Ἰωάννη τὲ ἔνδοξε, ὅθεν ἅπαντες, τὴν τούτων τιμῶντες εὕρεσιν, αἰτοῦμεν δι' ὑμῶν τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἐκ τῆς θείας χάριτος, τὴν δωρεὰν τῶν θαυμάτων, εἰληφότες, Ἅγιοι, θαυματουργεῖτε ἐν κόσμῳ, ἄπαντα, ἡμῶν τὰ πάθη τῇ χειρουργίᾳ, τέμνετε, τῇ ἀοράτῳ Κῦρε θεόφρον, σὺν τῷ θείῳ Ἰωάννῃ, ὑμεῖς γὰρ θεῖοι, ἰατροὶ ὑπάρχετε.
.jpg)