Ἀπολυτίκιον
Ἦχος πλ. α ́. Τὸν συνάναρχον Λόγον.
Προσευχῆς ἀενάου λαμπτὴρ νεόφωτε, Κατουνακίων οἰκῆτορ, Ἁγίου Ὄρους πυρσέ, ὁ φωτίσας ἀρετῶν σου τοῖς πυρσεύμασι πάντας, θειότατε Ἐφραίμ, καὶ εἰς ὕψος ἐπαρθεὶς θεώσεως ἀπαθείᾳ καὶ νήψει, μὴ διαλείπῃς Χριστὸν ἡμῖν καθιλεούμενος.
Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. α ́. Τὸν συνάναρχον Λόγον.
Τὸ γλυκύφθογγον δεῦτε καὶ καλλικέλαδον Κατουνακίων στρουθίον, πνευματοφόρον Ἐφραίμ, ἀσκητῶν τῶν τῆς ἐρήμου ἰσοστάσιον, μέλψωμεν ὕμνοις μελιχροῖς νοερᾶς ὡς προσευχῆς διδάσκαλον καὶ πυξίον σκληραγωγίας σαρκίου, αὐτοῦ λιτὰς ἀπεκδεχόμενοι.
Κοντάκιον
Ἦχος πλ. δ ́. Τῇ Ὑπερμάχῳ.
Σκληραγωγούμενον, εὐχόμενον καὶ νήφοντα Κατουνακίων ἀσκητὴν ἐγκωμιάσωμεν, ἀρετῶν τὸν ἀναβάντα πασῶν βαθμίδας τὰς θυρίδας τοῦ νοὸς διὰ καθάρσεως ,ὡς ἰσάγγελον βροτὸν ψαλμοῖς καὶ ᾄσμασι θείοις κράζοντες· Χαίροις, Πάτερ θειότατε.
Μεγαλυνάριον
Χαίροις, ὁ ἀσκήσας ὑπερφυῶς ἐν Κατουνακίοις καὶ ἐγγίσας τὸν οὐρανὸν στάσεσι παννύχοις, δεήσεσι καὶ νήψει, Ἐφραὶμ πνευματοφόρε, Ἄθωνος κλέϊσμα.