Ἀπολυτίκιο Ἁγίων Τριῶν Ἱεραρχῶν Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου 30 Ἰανουαρίου
Ἀπολυτίκιον
Ἦχος α’.
Τούς τρεῖς μεγίστους φωστῆρας τῆς Τρισηλίου θεότητος, τούς τήν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας, τούς μελιῤῥύτους ποταμούς τῆς σοφίας, τούς τήν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας, Βασίλειον τόν μέγαν, καί τόν Θεολόγον Γρηγόριον, σύν τῷ κλεινῷ Ἰωάννη, τῷ τήν γλῶτταν χρυσοῤῥήμονι, πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν· αὐτοί γάρ τῇ Τριάδι, ὑπέρ ὑμῶν ἀεί πρεσβεύουσιν.
Κοντάκιον
Ἦχος β’. Τούς ἀσφαλεῖς.
Τούς Ἱερούς καί θεοφθόγγους Κήρυκας, τήν κορυφήν τῶν Διδασκάλων Κύριε, προσελάβου εἰς ἀπόλαυσιν τῶν ἀγαθῶν σου καί ἀνάπαυσιν· τούς πόνους γάρ ἐκείνων καί τόν κάματον, ἐδέξω ὑπέρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος δοξάζων τούς Ἁγίους σου.
Μεγαλυνάριον
Ρήτορες σοφίας θεοειδεῖς, στῦλοι Ἐκκλησίας, οὐρανίων μυσταγωγοί, Βασίλειε πάτερ, Γρηγόριε θεόφρον, καὶ θεῖε Ἰωάννη, κόσμῳ ἐδείχθητε.