Ἀπολυτίκιον.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς θησαυρὸν πλουτοποιῶν δωρημάτων, τὴν τῶν λειψάνων σου μυρίπνοον θήκην, τῇ ποίμνῃ σου μετήγαγον ἐκ Ῥώμης εὐσεβῶς· ἧσπερ τὴν ἐπάνοδον, ἑορτάζοντες πόθῳ, χάριν ἀρυόμεθα, πολλαπλῶν ἰαμάτων, τοὺς σοὺς ἀγῶνας μέλποντες ἀεί, Ἱερομάρτυς Ἰγνάτιε ἔνδοξε.
Κοντάκιον.
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐξ Ἑῴας σήμερον ἐξανατείλας, καὶ τὴν κτίσιν ἅπασαν, καταλαμπρύνας διδαχαῖς, τῷ μαρτυρίῳ κεκόσμηται, ὁ θεοφόρος καὶ θεῖος Ἰγνάτιος.
Μεγαλυνάριον.
Χάριν ἀναβλύζει οἷα πηγή, δωρεῶν ἀΰλων, ἡ σὴ θήκη ἡ εὐαγής, καὶ σωμάτων πάθη, καὶ καρδιῶν τοὺς σπίλους, ἀεὶ ἀνακαθαίρει, Πάτερ Ἰγνάτιε.