Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τό ἄγονον ἐγεώργησας· καί τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατόν τούς πόνους ἐκαρποφόρησας· καί γέγονας φωστήρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν, Ἐφραίμ Πατήρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.
Έτερον Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Ρεῖθρον ἄυλον, ἐν τὴ ψυχή σου, τὸν ζωήρρυτον, πλουτήσας φόβον, κατανύξεως κρατὴρ ἀναδέδειξαι, ὅθεν ἠμᾶς πρὸς ἠθῶν τελειότητα, τοὶς ἱεροίς σου ρυθμίζεις διδάγμασιν. Ἐφραὶμ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος β’. Τά ἄνω ζητῶν.
Τήν ὥραν ἀεί, προβλέπων τῆς ἐτάσεως, ἐθρήνεις πικρώς, Ἐφραίμ δάκρυα κατανύξεως· πρακτικός δέ γέγονας, ἐν τοῖς ἔργοις διδάσκαλος ὅσιε· ὅθεν Πάτερ παγκόσμιε, ῥαθύμους ἐγείρεις πρός μετάνοιαν.