Ἀπολυτίκιον Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον. Βασιλείας γήινους πάλαι οὐκ ἔτυχες, ἀλλ’ ἄφθάρτων στεφάνων νῦν σὲ ἠξίωσεν, ὁ Νυμφίος σου Χριστὸς ὁ ὡραιότατος, ᾧ καθιέρωσας σαυτήν, ὅλῃ καρδίᾳ καὶ ψυχῇ, Εἰρήνη Ὁσία Μῆτερ, Χρυσοβαλάντου ἡ δόξα, ἡμῶν δὲ προσφυγὴ καὶ βοήθεια. Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον. Τὴν τοῦ κόσμου εὔκλειαν, καταλιποῦσα Ὁσία, τῷ Χριστῷ νενύμφευσαι, τῷ Βασιλεῖ τῷ ἀφθάρτῳ, κάλλεσι, τῆς παρθενίας λελαμπρυσμένη, σκάμμασι, τῆς ἐγκρατείας πεποικιλμένη· διὰ τοῦτό σε Εἰρήνη, ὁ σὸς Νυμφίος λαμπρῶς ἐδόξασε. Μεγαλυνάριον. Τῆς Καππαδοκίας τὴν καλλονήν, καὶ Χρυσοβαλάντου, ὀδηγίαν τὴν ἀσφαλῆ, τὴν πηγὴν θαυμάτων, πηγάζουσαν τῷ κόσμῳ, Εἰρήνην τὴν Ὁσίαν, ὕμνοις τιμήσωμεν.