Κατά Λουκάν (ιη΄10-14) Εἶπεν ὁ Κύριος την παραβολὴν ταύτην· Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Ἀπόδοση στη νεοελληνική: Εἶπεν ὁ Κύριος τὴν ἑξῆς παραβολή: Δύο ἄνθρωποι ἀνέβηκαν εἰς τὸν ναόν, διὰ νὰ προσευχηθοῦν, ὁ ἕνας ἦτο Φαρισαῖος καὶ ὁ ἄλλος τελώνης. Ὁ Φαρισαῖος ἐστάθηκε καὶ ἔκανε τὴν ἑξῆς προσευχὴν ἐν σχέσει πρὸς τὸν ἑαυτόν του: «Θεέ, σ’ εὐχαριστῶ, διότι δὲν εἶμαι ὅπως οἱ ἄλλοι ἄνθρωποι, ἅρπαγες, ἄδικοι, μοιχοὶ ἢ ...