Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικὸς Κανῶν Ἁγίου ἐνδόξου καὶ Πανευφήμου Ἀποστόλου Τίτου Πρώτου Ἐπισκόπου Κρήτης

  Παρακλητικός Κανών εις τον Άγιο Απόστολο Τίτο Πρώτο Επίσκοπο Κρήτης


Ευλογήσαντος του Ιερέως το
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι την δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· και μη εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρὸς την ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν την ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· και ἠκηδίασεν ἐπ᾿ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σὲ τας χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε το πνεῦμά μου· μη ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, και ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπί σοι ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρός σὲ ἦρα την ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σε κατέφυγον. δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως την ψυχήν μου· και ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τους ἐχθρούς μου και ἀπολεῖς πάντας τοὺς θλίβοντας την ψυχήν μου, ὅτι ἐγώ δοῦλός σού εἰμι.

Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. α' Ἐξομολογείσθε τω Κυρίῳ, και επικαλείσθε το όνομα το άγιον Αυτού.
Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. β' Πάντα τα έθνη εκύκλωσαν με, και τω ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. γ' Παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή εν ὀφθαλμοίς ημών.
Θεός Κύριος, και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τα κάτωθι Τροπάρια. 
Ήχος δ'. Ο υψωθείς εν τω Σταυρώ.
Ως κοινωνός του θεορρήμονος Παύλου, και μυστηρίων υπηρέτης των θείων, υπέρ ημών ικέτευε δεόμεθα, όπως λυτρωθείημεν, πειρασμών και κινδύνων, Τίτε παμμακάριστε, μαθητά του Σωτήρος, και των πταισμάτων λύσιν εκ Θεού, ταις σαις πρεσβείαις αεί κομιζώμεθα.

Δόξα
Του Παύλου συνέκδημος και μαθητής γεγονώς, την Κρήτην κατηύγασας Τίτε απόστολε, τη αίγλη των λόγων σου. Ως ουν ταύτην ερρύσω σκότους της ασεβείας, ούτω και νυν τους πόθω σε τιμώντας Παμμάκαρ, ως έχων παρρησίαν πολλήν, ρύσαι παντός πειρασμού.

Και νυν. Θεοτοκίον.
Ου σιωπήσομεν ποτέ Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι, εί μη γαρ Συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν έως νυν ελευθέρους; Ούκ αποστώμεν Δέσποινα εκ σου, σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ο Ν' Ψαλμός
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου και κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπί πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου και ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με ὅτι την ἀνομίαν μου ἐγὼ γινώσκω, και ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, και νικήσῃς ἐν τῷ κρίνεσθαί σε ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, και ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα και τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι ραντιεῖς με ὑσσώπῳ, και καθαρισθήσομαι, πλυνεῖς με, και ὑπὲρ χιόνα λευκανθήσομαι ἀκουτιεῖς μοι ἀγαλλίασιν και εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου και πάσας τὰς ἀνομίας μου ἐξάλειψον καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, και πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου μη ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου και τὸ πνεῦμά σου τὸ ἅγιον μη ἀντανέλῃς ἀπ᾿ ἐμοῦ ἀπόδος μοι την ἀγαλλίασιν τοῦ σωτηρίου σου και πνεύματι ἡγεμονικῷ στήριξόν με διδάξω ἀνόμους τὰς ὁδούς σου, και ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου την δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, και τὸ στόμα μου ἀναγγελεῖ την αἴνεσίν σου ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου την Σιών, και οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν και ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπί τὸ θυσιαστήριόν σου μόσχους.

Ο κανόνας του Αποστόλου του οποίου η ακροστιχίδα είναι
"Τίτε δίδου ημίν Θείαν χάριν. Γερασίμου."

Ωδή α' Ήχος πλ. δ'.
Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Ταις θείας λαμπόμενος αστραπαίς, Απόστολε Τίτε, της ψυχής μου τον σκοτασμόν, φωτί των αγίων πρεσβειών σου, ως αγαθός μου προστάτης απέλασον.

Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Ιλέωσαι Τίτε ταις σαις λιταίς, Χριστόν τον Σωτήρα, τοις εν πίστει ειλικρινεί, τη ση προσιούσι προστασία, ως αν πλησθώμεν της Θείας χρηστότητος.

Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Τους βρόχους διάλυσον των παθών, Τίτε της ψυχής μου, τη θερμή σου επισκοπή, και δίδου μοι δύναμιν βαδίζειν, της μετανοίας οδόν την σωτήριον.

Θεοτοκίον
Υπεραγία Θεοτόκε σώσον ημάς
Εκ σου ανατέταλκε της ζωής, ο Ήλιος είδει, ανθρωπίνω δίχα τροπής, ου ταις φωταυγείαις Θεοτόκε, την σκοτισθείσαν ψυχήν μου καταύγασον.

Ωδή γ'. Ουρανίας αψίδος.
Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Δεδεγμένος την χάριν, του Παντουργού Πνεύματος, οία μαθητής του Κυρίου, Τίτε απόστολε, εξ επηρείας με, των ακαθάρτων πνευμάτων, λύτρωσαι πρεσβαίαις σου, καθικετεύω σε.

Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Ιλασμόν ημίν αίτει, και των παθών ίασιν, και πλημμελημάτων παντοίων, την απολύτρωσιν, Τίτε απόστολε, τοις αληθή σε προστάτην, κεκτημένοις Άγιε και αντιλήπτορα.

Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Δωρεών υποφήτης, των Θεϊκών πέφηνας· όθεν των θερμών προσιόντων, τη αντιλήψει σου, Τίτε απόστολε, πλήρου αεί τας αιτήσεις, καθ' ημών τα σκάνδαλα, λύων του όφεως.

Θεοτοκίον
Υπεραγία Θεοτόκε σώσον ημάς
Ο των όλων Δεσπότης, και Ποιητής άχραντε εκ των σων αγίων αιμάτων, τεχθείς ως άνθρωπος, ανθρώπων έδειξε, μέγα σε τείχος και σκέπην· διό σου τας χάριτας, πάντες κηρύττομεν.

Διάσωσον πάσης ανάγκης και βλάβης ταις σαις πρεσβείαις, τους εν πίστει Τίτε απόστολε σπεύδοντας, τη ση θερμή ικεσία προς τον Σωτήρα.

Επίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίσαι της ψυχής μου το άλγος.

Αίτησις και το Κάθισμα.
Ήχος β'. Πρεσβεία θερμή
Χριστού μαθητά, και Παύλου συνακόλουθε, δυσώπει αεί, λυτρούσθαι πάσης θλίψεως, και πάσης περιστάσεως, θεηγόρε Τίτε απόστολε, τους εκζητούντας την σην αρωγήν, και μέλποντας μάκαρ τους αγώνας σου.

Ωδή δ'. Εισακήκοα Κύριε.
Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Ύδωρ θείας χρηστότητος, ταις σαις ικεσίαις βλύσον απόστολε, τοις εν δίψει παραπτώσεων, κατατηκομένοις τε και θλίψεων.

Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Η πρεσβεία σου γένοιτο, τείχος και οχύρωμα Τίτε ένδοξε, εν ποικίλαις περιστάσεσι, τοις ειλικρινώς σε μακαρίζουσι.

Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Μαθητής ενθεώτατος, πέλων του Σωτήρος Τίτε απόστολε, προς αγάπην Θείαν πτέρωσον, την ψυχήν ημών και την διάνοιαν.

Θεοτοκίον
Υπεραγία Θεοτόκε σώσον ημάς
Ιησούν τον φιλάνθρωπον, και Σωτήρα πάντων σαρκί κυήσασα, σωτηρίας με αξίωσον, Κεχαριτωμένη Αειπάρθενε.

Ωδή ε'. Φώτισον ημάς.
Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Νόσων και παθών, ασινείς ημάς διάσωζε, και ειρήνην ημίν αίτει εκ Θεού, και χαράν την ουρανίαν Τίτε πάνσοφε.

Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Θραύσον την ισχύν, του δολίου πολεμήτορος, του ζητούντος την απώλειαν ημών, ως προστάτης ημών Τίτε και υπέρμαχος.

Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Έχων προς Χριστόν, παρρησίαν πολλήν άγιε, καθικέτευε αεί υπέρ ημών, ως αν βίον διανύωμεν γαλήνιον.

Θεοτοκίον.
Υπεραγία Θεοτόκε σώσον ημάς
Ίασαι Αγνή, της ψυχής μου τα συντρίμματα, και του σώματος τα πάθη τα δεινά, οία μήτηρ του Κυρίου πολυεύσπλαχνος.

Ωδή στ'. Την δέησιν εκχεώ.
Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Ακτίσι, της ευσεβείας φωτίσας, τους εν σκότει της απάτης κειμένους, την σκοτισθείσαν ψυχήν μου εννοίαις, ταις πονηραίς φωταγώγησον ένδοξε, ίνα πορεύσωμαι πιστώς, εν ταις τρίβοις του Θείου θελήματος.

Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Νεκρώσας, την του Βελίαρ απάτην, ζωής θείας εχρημάτισας κήρυξ· αλλά προφθάσας με Τίτε τρισμάκαρ, προς απαθείας λιμένα κυβέρνησον, και προς γαλήνη αληθή, πολιτείας αμέμπτου απόστολε.

Θεοτοκίον.
Υπεραγία Θεοτόκε σώσον ημάς
Αγίων, αγιωτέρα υπάρχεις, και αγγέλων βασιλίς και Κυρία, ως τον Πανάγιον Λόγον τεκούσα, σωματωθέντα αγνή εξ αιμάτων σου· όθεν αγίασον καμού, και ψυχήν και καρδίαν Πανάχραντε.

Διάσωσον πάσης ανάγκης και βλάβης ταις σαις πρεσβείαις, τους εν πίστει Τίτε απόστολε σπεύδοντας, τη ση θερμή ικεσία προς τον Σωτήρα.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ' εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις και το Κοντάκιον.
Ήχος β'. Τοις των αιμάτων σου.
Ως κεκτημένος την χάριν του Πνεύματος, Τίτε απόστολε δίδου εκάστοτε, της βοηθείας της σης τα δωρήματα, τοις προσιούσι τη θεία πρεσβεία σου, κινδύνων και πόνων ρυόμενος.

Προκείμενον. Ήχος δ'.
Εις πάσαν την γης εξήλθεν ο φθόγγος αυτού και εις τα πέρατα της οικουμένης τα ρήματα αυτού. Στιχ. Οι ουρανοί διηγούνται δόξα Θεού, ποίησιν δε χειρών αυτού αναγγέλλει το στερέωμα

Ευαγγέλιον. Εκ του κατά Λουκάν. 10,16-21
Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, και ὁ ἀθετῶν ὑμᾶς ἐμέ ἀθετεῖ· ὁ δε ἐμέ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετά χαρᾶς λέγοντες· Κύριε, και τα δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν το σατανᾶν ὡς ἀστραπήν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδού δίδωμι ὑμῖν την ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων και σκορπίων και ἐπί πᾶσαν την δύναμιν τοῦ ἐχθροῦ, και οὐδὲν ὑμᾶς οὐ μη ἀδικήσῃ. πλήν ἐν τούτῳ μη χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δε ὅτι τα ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς και εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ και τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπό σοφῶν και συνετῶν, και ἀπεκάλυψας αὐτά νηπίοις· ναι, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

Δόξα σοι Κύριε δόξα σοι.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. 
Ταις του αποστόλου πρεσβείες Ελεήμων εξάλειψον τα πλήθη των εμών εγκλημάτων. 
Και νυν και αεί και εις τους αιώνας των αιώνων, αμήν. 
Ταις της Θεοτόκου πρεσβείαις Ελεήμων εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στίχος. Ελέησον με ο Θεός κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου, εξάλειψον το ανόμημά μου.

Προσόμοιον. Ήχος πλ.β'. Όλην αποθέμενοι. 
Φέγγος το της πίστεως, εν τη ψυχή δεδεγμένος, του Παύλου συνόμιλος, Τίτε και συμμέτοχος αναδέδειξαι, και πολλούς ήνυσας, συν αυτών αγώνας, δια τούτο σου δεόμεθα· Χριστόν ικέτευε, πόνων εκλυτρούσθαι και θλίψεων, και χαλεπών στενώσεων, και επιφορών του αλάστορος, τους τη ση εικόνι, εν πίστει παρεστώτας και ωδήν, νυν σοι ικέσιον άδοντας, και παρακαλούντας σε.

Ο ιερεύς: Σώσον, ο Θεός, τον λαόν σου...

Ωδή ζ'. Οι εκ της Ιουδαίας.
Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Ρείθροις Θείων δογμάτων, τον βυθόν της απάτης, Τίτε εξήρανας· και νυν ρείθροις αΰλοις, των πρεσβειών σου, την ψυχήν μου κατάρδευσον, ίνα βλαστήσει καρπόν, γνησίας μετανοίας.

Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Ισχυρός απεφάνθης, εναντίον της πλάνης, Τίτε απόστολε· και νυν ενίσχυσόν με, κατά της ολεθρίου, επηρείας του όφεως, ίνα ρυσθώ των αυτού παγίδων ψυχοφθόρων.

Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Νοσημάτων ποικίλων, και παθών ακαθάρτων, ημάς απάλλαξον, και άφεσιν πταισμάτων, εξαίτει θείε Τίτε, τοις εν πίστει κραυγάζουσιν· Ο των πατέρων ημών, Θεός ευλογητός ει.

Θεοτοκίον.
Υπεραγία Θεοτόκε σώσον ημάς
Γέλως ώφθην Παρθένε, τοις εχθροίς διαπράττων, αεί τα άτοπα· αλλά τη ση δυνάμει, ανθέλκυσον τον νουν μου, εννοιών του αλάστορος, και ιθυνόν με αγνή, προς μετανοίας τρίβον.

Ωδή η'. Τον Βασιλέα.
Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Εκ της μανίας, του σοφιστού της κακίας, απολύτρωσαι ω Τίτε θεηγόρε, τους επιζητούντας, την σην επιστασίαν.

Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Ρώσιν παράσχου, και την κατ' άμφω υγείαν, τοις προστρέχουσι τη ση πρεσβεία Τίτε, και υπερυψούσι, Χριστόν τον Βασιλέα.

Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Από Κυρίου, λαβών πλουσίαν την χάριν, χάριν αίτησαι και έλεος ω Τίτε, τοις προσπτυσσομένοις, την θείαν σου εικόνα.

Θεοτοκίον.
Υπεραγία Θεοτόκε σώσον ημάς
Συ ει Παρθένε, αμαρτωλών σωτηρία· διο ρύσαι με κακίστης συνηθείας και προς σωτηρίας, λιμένα ίθυνόν με.

Ωδή θ'. Κυρίως Θεοτόκον.
Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Ισχύν ενδεδυμένος, Τίτε την εξ ύψους, τον ισχυρόν εν κακία κατάβαλε, τον καθ' ημών ωρυόμενον, ώσπερ λέοντα.

Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Μη παύση συν των Παύλω, Τίτε ικετεύων, υπέρ ημών τον φιλάνθρωπον Κύριον, ίνα ρυώμεθα πάσης, εναντιότητος.

Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Ο Κρήτης Ποιμενάρχης, Απόστολε Τίτε, και της πιστών Εκκλησίας διδάσκαλος, τη ιερά διδαχή σου, ημάς συνέτισον.

Θεοτοκίον.
Υπεραγία Θεοτόκε σώσον ημάς
Υδάτων απωλείας, ρύσαι με Παρθένε, και της ζωής με τοις νάμασι πότισον, αεί διψώντα την χάριν, της ευσπλαχνίας σου.

Άξιον εστίν ως αληθώς μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον σε μεγαλύνομεν.

Και τα μεγαλυνάρια

Χαίροις ευσεβείας υφηγητής, απόστολε Τίτε, ως του Παύλου συγκοινωνός· χαίροις ο της πλάνης αποτεμών τας ρίζας, κηρύγματι τω θείω, Πνεύματος χάριτι.

Τω φωτί τω Θείω καταυγασθείς, του Ευαγγελίου, ανεδείχθεις μυσταγωγός, και τω θείω Παύλω, των πόνων κοινωνήσας, ω Τίτε θεηγόρε, Χριστόν εδόξασας.

Λόγω τε και θαύμασιν ιερείς, Τίτε διαλάμπων, ως απόστολος του Χριστού, την γεγενημένην, εν κόσμω σωτηρίαν, δια Σταυρού του Θείου, πάσιν εκήρυξας.

Κρήτης ανεδείχθης θείος Ποιμήν, Τίτε θεηγόρε, ως των άνω μυσταγωγός· όθεν μεσιτεύων, μη παύση τω Κυρίω, υπέρ των εξαιτούντων, την προστασίαν σου.

Χαίροις ο του Παύλου συγκοινωνός, συνόμιλος θείος, και συνέκδημος ιερός, Τίτε θεηγόρε, μεθ' ου Χριστόν δυσώπει, λυτρούσθαι πάσης βλάβης, ημάς και θλίψεως.

Πρέσβευε απαύστως Τίτε σοφέ, τω σω Διδασκάλω, και Σωτήρι πάντων Χριστώ, ρύεσθαι κινδύνων, και πάσης δυσπραγίας, τους σε προστάτην θείον, πλουτούντας Άγιε.

Πάσαι των αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείας, εις το σωθήναι ημάς.

Απολυτίκιον Ήχος δ'. Ταχύ προκατάλαβε.
Του Παύλου συνέκδημος και μαθητής γεγονώς, την Κρήτην κατηύγασας Τίτε απόστολε, τη αίγλη των λόγων σου. Ως ουν ταύτην ερρύσω σκότους της ασεβείας, ούτω και νυν τους πόθω σε τιμώντας Παμμάκαρ, ως έχων παρρησίαν πολλήν, ρύσαι παντός πειρασμού.
 
Δίστιχον. 
Τίτε την παράκλησιν ταύτην προσδέχου, Ην σοι προσήγαγε Γεράσιμος ήδη.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ: 7997 - Όταν ο Ηγούμενος της Ιεράς Μονής Δοχειαρίου Γέροντας Γρηγόριος συνάντησε τον παπα Τύχωνα τον Ρώσο στο κελλί του

  Ὡρισμένοι ἄνθρωποι εἶναι μόνον νὰ τοὺς βλέπουμε, ἀλλὰ να μὴν τοὺς ἀκοῦμε. Καὶ ἄλλοι μόνον νὰ τοὺς ἀκοῦμε, ἀλλὰ νὰ μὴν τοὺς βλέπουμε. Σπάνιοι αὐτοὶ ποὺ συνδυάζουν καὶ τὰ δυό: καὶ νὰ τοὺς βλέπουμε καὶ νὰ τοὺς ἀκοῦμε. Ἕνας ἀπὸ αὐτοὺς ἦταν ὁ μακαριστὸς Γέροντας Τύχων ὁ Ῥῶσος. Ἦταν σχετικὰ ὑψίκορμος ἄνδρας, μὲ μακριὰ γενειάδα, ποὺ τὴν εἶχε πάντοτε δεμένη κόμπο, γιὰ νὰ εἶναι πιὸ ἄνετος στὴν διακονία, καὶ δασιὰ φρύδια, ποὺ τοῦ σκέπαζαν τὸ ἥμισυ τῶν μεγάλων του ὀφθαλμῶν. Στὶς ἀρχὲς Ἰουλίου τοῦ 1967 ἔνας ταπεινὸς λευΐτης μᾶς ὡδήγησε στὴν Καλύβα τοῦ Γέροντος Τύχωνος. Ἦταν τὸ Κελλί του ἀληθινὸ ἀσκητήριο, κρυμμένο μέσα στὰ ἀδιαπέραστα δάση καὶ φυλλώματα τοῦ κατάσκιου Ἁγίου Ὄρους. Προσιτὸ μόνο σ’ αὐτοὺς ποὺ γνώριζαν. Ἤτανε στὴν κυριολεξία Καλύβα ἀπέριττη, ποὺ ἔδειχνε περισσότερο ἐρειπωμένη παρὰ κατοικημένη. Κρούσαμε τὴν θύρα βαστάζοντας τὴν ἀναπνοή μας. «Τί λογῆς ἀσκητὴς εἶναι αὐτός, ποὺ ἔπρεπε νὰ διανύσουμε τόσο δρόμο, γιὰ νὰ πάρουμε τὴν εὐχή του;» Ἄνοιξε ἡ πόρτα καὶ φάνηκε μία μεγαλοπρεπὴς ...

Ὁ Ὅσιος Ἱερομόναχος Ἄνθιμος Ἀγιαννανίτης (†1913 – 28 Ἰουνίου 1996)

 Ὁ Ὅσιος Ἱερομόναχος Ἄνθιμος Ἀγιαννανίτης (†1913 – 28 Ἰουνίου 1996) Ἑορτάζει στὶς 28 Ἰουνίου. Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας Πίστεως.  «Τόν ἐν Ἄθωνι ὀφθέντα ἄρτι διαυγέστατον χαρίτων σκεῦος καί ἀστέρα εὐσεβείας νεόφωτον πανευλαβῶς εὐφημήσωμεν Ἄνθιμον ὡς ἀγωγῆς καθαρᾶς ἄνθος ἥδιστον πόθω κράζοντες· χορείας ἀγγέλων σύσκηνε, Χριστόν ὑπὲρ ἡμῶν δυσώπει πάντοτε.» Ὁ μητροπολίτης Φθιώτιδος Νικόλαος γράφει περὶ τοῦ ἀειμνήστου Γέροντος: «Ὁ Γέροντας Ἄνθιμος Ἀγιαννανίτης ἦταν ἀπὸ τοὺς τελευταίους παλαιοὺς Ἁγιορεῖτες, ποὺ στὸ πρόσωπό του συγκέντρωσε τὴν αὐστηρότητα τῆς ἀσκήσεως, τὴν ἐμμονὴ στὴ μοναχικὴ παράδοση καὶ τὴν ἀπαρέγκλιτη τήρηση τῆς ἐκκλησιαστικῆς τάξεως. Ἦταν ὁ ἐκφραστὴς τοῦ γνησίου Ἁγιορείτικού μοναχικοῦ πνεύματος...». Κατὰ κόσμον ὀνομαζόταν Κωνσταντῖνος Ζαφειρόπουλος τοῦ Χαραλάμπους καὶ τῆς Βασιλικῆς. Γεννήθηκε στὸ χωριὸ Καλλιάνοι τῆς Κορινθίας τὸ 1913. Μόλις πέντε ἐτῶν ἔμεινε ὀρφανὸς καὶ ἀπὸ τοὺς δύο γονεῖς. Φλεγόμενος ἀπὸ τὸν πόθο τῆς μοναχικῆς ἀφιερώσεως ἀναχώρησε γιὰ τὸ Ἅγιον ...

Οἱ Ἅγιοι Πάντες

  Πραγματικὰ εἶναι θαυμαστὸς ὁ Θεὸς μέσα στοὺς ἁγίους του. Γιατί ὅταν κανεὶς ἀναλογισθεῖ τοὺς ὑπερφυσικοὺς ἀγῶνες τῶν μαρτύρων, πὼς μὲ ἀσθενὴ σάρκα καταντρόπιασαν τὸν ἰσχυρὸ στὴ κακία, πὼς ἔμειναν ἀναίσθητοι στὶς ὀδύνες καὶ στὰ τραύματα, καθὼς ἀγωνίζονταν μὲ σώματα πρὸς φωτιά, πρὸς τὸ ξίφος, πρὸς ποικίλα καὶ θανατηφόρα εἴδη βασάνων καὶ ἀντιπαρατάσσονταν μὲ καρτερία, ἐνῶ τοὺς ἔκοβαν τὶς σάρκες, τοὺς διάλυαν τοὺς ἁρμοὺς καὶ τοὺς συνέτριβαν τὰ ὀστά, ὅμως διαφύλαξαν τὴν ὁμολογία τῆς πίστεως στὸ Χριστὸ σώα καὶ ἀδιάσπαστη, ἀκεραία καὶ ἀκλόνητη, ποὺ γι’ αὐτὸ τοὺς χαρίσθηκε καὶ ἡ ἀναντίρρητη σοφία τοῦ Πνεύματος καὶ ἡ δύναμη τῶν θαυμάτων. Ὅταν κανεὶς ἀναλογισθεῖ ἐπίσης τὴν ὑπομονὴ τῶν ὁσίων, πὼς ὑπέφεραν μὲ τὴ θέλησή τους σὰν ἀσώματοι τὶς πολυήμερες ἀσιτίες, τὶς ἀγρυπνίες, τὶς ἄλλες ποικίλες κακώσεις τοῦ σώματος, καὶ ἀντιτάχθηκαν ἕως τὸ τέλος πρὸς τὰ πονηρὰ πάθη, πρὸς τὰ τόσα εἴδη ἁμαρτίας, πρὸς τὸν ἐσωτερικό μας ἀόρατο πόλεμο, πρὸς τὶς ἀρχὲς καὶ ἐξουσίες, ἐνῶ ἔλειωναν καὶ ἀχρηστεύονταν ἐξω...

ΑΦΙΕΡΩΜΑ: Ο Άγιος Παΐσιος και οι νέοι Αγιορείτες Άγιοι της Εκκλησίας μας, Παπά – Τύχων και Χατζηγεώργης

  Πνευματική χαρά σκόρπισε στην Αθωνική Πολιτεία αλλά και σε όλο τον Ορθόδοξο κόσμο η αναγγελία της αναγραφής στις Αγιολογικές Δέλτους δύο μεγάλων ασκητικών μορφών του αγιορείτικου μοναχισμού, οι οποίοι, από την “έρημο της ησυχίας”, πλέον βρίσκονται στις τάξεις των Αγίων της Εκκλησίας μας.  Πρόκειται για τον Παπά – Τύχωνα, τον πνευματικό και τον Γεώργιο Χατζηγεώργη, τον αγιορείτη ασκητή του 19ου αιώνα με καταγωγή από την Καππαδοκία. Δύο ακόμη αγιοκατατάξεις επί των ημερών της Πατριαρχίας του Οικουμενικού Πατριάρχη κ.κ. Βαρθολομαίου Α’ ο οποίος – στα 35 έτη της Πρωθιεραρχικής του διακονίας στην Πρωτόθρονη Εκκλησία της Κωνσταντινουπόλεως – έχει ταυτίσει το όνομά του με αγιοκατατάξεις μεγάλων σύγχρονων Αγίων της εποχής μας. Εκτός από το προσωνύμιο του “πράσινου Πατριάρχη” δικαίως λαμβάνει και το προσωνύμιο του “αγιόφιλου Πατριάρχη”. Οι δύο νέοι Άγιοι της Εκκλησίας μας συνδέονται ωστόσο στενά και με έναν άλλο σύγχρονο Άγιο, τον Παΐσιο τον Αγιορείτη. Ο νέων Όσιος Τύχων υπήρξε πνευμ...

Ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα». Στὶς 14 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τὴν Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ. Τὴν Κυριακὴ 14 Σεπτεμβρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Τελετὴ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, Ἀρτοκλασία καὶ ἐν Συνεχείᾳ ἡ Θεία Λειτουργία εἰς τὸν Ἱερὸν Ναὸν Ἁγίου Γεωργίου στὸ Χωριὸ Ἅγιος Γεώργιος Τουρτοῦλοι Σητείας. Φωτογραφίες Μιχάλης Κάββαλος  

Οἱ Ἁγίες Ὀλυμπία καὶ Εὐφροσύνη οἱ Ὁσιομάρτυρες 11 Μαΐου

  Οἱ Ὁσίες Ὀλυμπία ἢ Ὀλυμπιὰς καὶ Εὐφροσύνη ἔζησαν τὸν 13ο αἰώνα μ.Χ. Ἡ Ἁγία Ὀλυμπία γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς, οἱ ὁποῖοι κατάγονταν ἀπὸ τὴν Κωνσταντινούπολη. Ὁ πατέρας της ἦταν ἱερέας καὶ ἡ μητέρα της θυγατέρα ἱερέως. Ἡ οἰκογένεια τῆς Ἁγίας ἔφυγε ἀπὸ τὴν Κωνσταντινούπολη καὶ κατοίκησε στὴν Πελοπόννησο. Σὲ ἡλικία δέκα ἐτῶν ἡ Ὀλυμπία ἔχασε τοὺς γονεῖς της καὶ οἱ οἰκεῖοι της τὴν ἔστειλαν στὴ μονὴ τῶν Καρυῶν τῆς Θέρμης Λέσβου, τὴ σημερινὴ μονὴ τοῦ Ἁγίου Ραφαήλ, στὴν ὁποία ἦταν ἡγούμενη ἡ θεία της, μοναχὴ Δωροθέα. Ἐκεῖ, σὲ ἡλικία δεκαεννέα ἐτῶν ἡ Ἁγία ἐκάρη μοναχὴ καὶ σὲ ἡλικία εἰκοσιπέντε ἐτῶν, ὅταν ἡ θεία της πέθανε, ἔγινε ἡγουμένη. Μετὰ παρέλευση δέκα ἐτῶν, τὸ 1235, πειρατὲς ἐπιτέθηκαν κατὰ τῆς μονῆς. Οἱ μοναχὲς διασκορπίσθηκαν καὶ ὅσες δὲν πρόλαβαν νὰ φύγουν, τὶς κακοποίησαν. Ἡ ἡγουμένη Ὀλυμπία καὶ ἡ μοναχὴ Εὐφροσύνη βασανίσθηκαν ἀνηλεῶς. Τὴν Εὐφροσύνη, ἀφοῦ τὴν κρέμασαν σὲ δένδρο, τὴν ἔκαψαν. Τὴν Ὀλυμπία τὴν ἔκαψαν σὲ ὅλο τὸ σῶμα μὲ λαμπάδες, διαπέρασαν τὰ αὐτιά ...

Εὕρεσις Τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννη 24 Φεβρουαρίου

  Ὅταν ἀποκεφαλίσθηκε ἀπὸ τὸν Ἡρώδη, ὁ Ἅγιος Ἰωάννης ὁ Πρόδρομος, ἡ τίμια κεφαλὴ αὐτοῦ τοποθετήθηκε μέσα σὲ ἀγγεῖο ἀπὸ ὄστρακο καὶ κρύφθηκε στὴν οἰκία τοῦ Ἡρώδη. Μετὰ ἀπὸ πολλὰ χρόνια, ὁ Ἅγιος Ἰωάννης φανερώθηκε στὸ ὄνειρο δύο μοναχῶν, οἱ ὁποῖοι εἶχαν ἀναχωρήσει γιὰ τὰ Ἱεροσόλυμα μὲ σκοπὸ νὰ προσκυνήσουν τὸν τάφο τοῦ Κυρίου, ἀγγέλλοντας σὲ αὐτούς, ποῦ βρίσκεται ἡ τίμια κεφαλή του. Καὶ ἐκεῖνοι, ἀφοῦ τὴν βρῆκαν, τὴν εἶχαν μὲ τιμές. Ἀπὸ αὐτοὺς τὴν παρέλαβε κάποιος κεραμεὺς καὶ τὴν μετέφερε στὴν πόλη τῶν Ἐμεσηνῶν. Ὅταν ὅμως πέθανε, τὴν κληροδότησε στὴν ἀδελφή του. Καὶ ἀπὸ τότε διαδοχικὰ περιῆλθε σὲ πολλούς, γιὰ νὰ καταλήξει στὰ χέρια κάποιου ἱερομονάχου ἀρειανοῦ ποὺ ὀνομαζόταν Εὐστάθιος καὶ φύλαξε τὴν τίμια κάρα σὲ σπήλαιο. Ἀπὸ ἐκεῖ μεταφέρθηκε, ἐπὶ Οὐάλεντος (364 – 378 μ.Χ.), στὸ Παντείχιον τῆς Βιθυνίας μέχρι ποὺ ὁ Θεοδόσιος ὁ Μέγας (379 – 395 μ.Χ.) ἀνεκόμισε αὐτὴ στὸ Ἕβδομο τῆς Κωνσταντινουπόλεως, ὅπου ἀνήγειρε μέγα καὶ περικαλλέστατο ναό. Βέβαια περὶ τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς ...

Ἡ Ἁγία Ἀναστασία ἡ Πατρικία 10 Μαρτίου

  Ἡ Ἁγία Ἀναστασία ἔζησε στὴν Κωνσταντινούπολη κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ τοῦ Μεγάλου (527 – 565 μ.Χ.) καὶ καταγόταν ἀπὸ πλούσιους καὶ εὐγενεῖς γονεῖς. Ἦταν πρώτη Πατρικία τοῦ βασιλέως καὶ φοβούμενη τὸν Θεό. Οἱ ἀρετές της κίνησαν σὲ φθόνο τὴν βασίλισσα καὶ ἔτσι ἡ Ἁγία ἀναγκάστηκε νὰ παραλάβει μέρος τῆς περιουσίας της καὶ νὰ καταφύγει στὴν Ἀλεξάνδρεια, ὅπου ἔκτισε στὴν θέση ποὺ καλεῖται Πέμπτον μονή, ἡ ὁποία ὀνομάστηκε καὶ τῆς Πατρικίας καὶ ζοῦσε ἀσκητικά. Ὅταν πληροφορήθηκε ὅτι ὁ αὐτοκράτορας Ἰουστινιανὸς τὴν ἀναζητεῖ, ἐγκατέλειψε τὴν μονὴ καὶ προσῆλθε στὴν σκήτη τοῦ ἀββᾶ Δανιήλ, στὸν ὁποῖο ἐμπιστεύθηκε τὰ κατ’ αὐτήν. Ὁ ἀββᾶς τὴν ἔνδυσε μὲ ἀνδρικὰ ἐνδύματα καὶ τὴν μετονόμασε σὲ Ἀναστάσιο. Ὅρισε δὲ καὶ ἕναν ἀπὸ τοὺς ὑποτακτικοὺς τῆς σκήτης, γιὰ νὰ προσκομίζει σὲ αὐτὴν τὰ ἀπαραίτητα, ἔτσι ὥστε νὰ μὴν ἐξέρχεται ἀπὸ τὸ σπήλαιο μέσα στὸ ὁποῖο ἀσκήτευε. Ἐκεῖ ἡ Ἁγία Ἀναστασία παρέμεινε κλεισμένη ἐπὶ εἴκοσι ὀκτὼ ὁλόκληρα χρόνια. Ὅταν προεῖδε τὸ τέλος της, προσκάλεσε τὸν...

Ὁ Ἅγιος Θεόφιλος ὁ Νεομάρτυρας ὁ ἐκ Ζακύνθου 24 Ιουλίου

  Ὁ Ἅγιος Νεομάρτυς Θεόφιλος (Μαραμπελιώτης), γεννημένος, περί τό 1617, στήν Ζάκυνθο, γόνος οἰκογένειας «ποπολάρων», ἀκολουθώντας λόγῳ οἰκονομικῆς μᾶλλον δυσπραγίας ἔφηβος τό ἐπάγγελμα τοῦ ναυτικοῦ, πορευόταν οὐσιαστικά τόν ὁδό γιά τόν πλουτισμό πού χορηγεῖ ἡ μέθεξη τοῦ Θεοῦ. Μέ τήν ἔξοδό του στό ἄγνωστο καί ἄκρως ριψοκίνδυνο πέλαγος τῆς ὀθωμανικῆς καταδυναστείας εἰσόδευε ἀθλοφόρος στό νέφος τῶν Ἁγίων Μαρτύρων. Συνοπτικές πληροφορίες γιά τόν Νεομάρτυρα μᾶς παρέχει ὁ ἱστοριογράφος Παναγιώτης Χιώτης: «Οὗτος ἦν νέος εὐειδέστατος Ζακύνθιος, δεκαοκταετής ἔτυχεν εἰς Χίον (…) πλεύσας ὡς ναύτης, ὅτε μή θελήσας νά συνταξιδεύσῃ μετά τινός Τούρκου ἐσυκοφαντήθη ὅτι φορεῖ Τουρκικήν τιάραν, ἥτις ἦν ὁ σκοῦφος ὁ κόκκινος Ζακύνθιος. Καί ἐψευδομαρτύρησαν κατ’ αὐτοῦ εἰς τόν κατήν τῆς Χίου, ὅτι ἐτούρκευσε, καί ἐπειτα ἠρνεῖτο. Ὁ κατής οὖν ἀπεφάσισεν νά γένῃ Τούρκος, ἀλλ’ ὁ Θεόφιλος ἀντέστη, λέγων ὅτι πάντοτε ἐμμένει εἰς τήν θρησκείαν τῶν πατέρων του. Οἱ Τοῦρκοι λοιπόν ἤναυσαν πυρκαϊάν καί τόν ἔκαυσαν ζ...

Κυριακὴ τῆς Σαμαρείτιδος (Ἁγίας Φωτεινής)

  Ὅλη αὐτὴ τὴ περίοδο ποὺ διανύουμε τώρα, ἐπεκτεινομένη σὲ πενήντα μέρες, ἑορτάζομε τὴν ἀπὸ τοὺς νεκροὺς ἀνάσταση τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτήρα μας Ἰησοῦ Χριστοῦ, δεικνύοντας μὲ αὐτὴ τὴν παράταση τὴν ὑπεροχὴ τῆς ἀπέναντι στὶς ἄλλες ἑορτές. Πραγματικὰ ὅλοι ὅσοι ἀναστήθηκαν ἀπὸ τοὺς νεκροὺς ἀναστήθηκαν ἀπὸ ἄλλους καί, ἀφοῦ πέθαναν πάλι, ἐπέστρεψαν στὴ γῆ. Ὁ δὲ Χριστός, ἀφοῦ ἀναστήθηκε ἀπὸ τοὺς νεκρούς, δὲν κυριεύεται πλέον καθόλου ἀπὸ τὸ θάνατο, γιατί δὲν ἐπέστρεψε πάλι στὴ γῆ, ἀλλὰ ἀνέβηκε στὸν οὐρανό, καθιστώντας τὸ φύραμά μας ποὺ εἶχε λάβει ὁμόθρονο μὲ τὸ Πατέρα ὡς ὁμόθεο. Εἶναι ὁ μόνος ποὺ ἔγινε ἀρχὴ τῆς μελλοντικῆς ἀναστάσεως ὅλων καὶ πρωτότοκος ἀπὸ τοὺς νεκροὺς καὶ πατέρας τοῦ μέλλοντος αἰῶνος. Καὶ ὅπως ὅλοι ἁμαρτωλοὶ καὶ δίκαιοι, πεθαίνουν στὸν Ἀδάμ, ἔτσι στὸ Χριστὸ θὰ ζωοποιηθοῦν ὅλοι, ἁμαρτωλοὶ καὶ δίκαιοι, ἀλλὰ ὁ καθένας στὴ τάξη του. Ὅταν καταργήσει κάθε ἀρχὴ καὶ ἐξουσία καὶ δύναμη καὶ θέσει ὅλους τους ἐχθρούς του κάτω ἀπὸ τὰ πόδια του, τελευταῖος ἐχθρὸς ποὺ θὰ καταργηθεῖ...