Ἀπολυτίκιον
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Ἐδέσσης ποιμένα, Ἀρχιθύτην πανεύφημον, καὶ τῆς Ἐκκλησίας ἁπάσης, τὸ λαμπρὸν σεμνολόγημα, Καλλίνικον τιμήσωμεν πιστοί, τοῦ κλήρου καὶ λαοῦ τὸν ποδηγόν, ὡς πρεσβεύοντα ἀπαύστως ὑπὲρ αὐτῶν, τῶν ἐκβοώντων πάντοτε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἀναδείξαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν μιμητὴν τοῦ Σωτῆρος Καλλίνικον, καὶ τῆς Ἐδέσσης ποιμένα τὸν ἄριστον, καὶ Ἐκκλησίας ἁπάσης τὸ σέμνωμα, ὑμνολογήσωμεν πάντες φιλάγιοι, ἡμῶν γὰρ ἐδείχθη τὸ στήριγμα.
Μεγαλυνάριον
Χαίροις Αἰτωλίας θεῖος βλαστός, καὶ ὁ Ἀρχιθύτης, τῆς Ἐδέσσης ὁ θαυμαστός, χαίροις Ἐκκλησίας, ἀγλάϊσμα καὶ δόξα, Καλλίνικε ποιμένων, τὸ ἀκροθίνιον.
