Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Οὐράνιον ἐφύμνιον, ἐν γῇ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, ἀγγέλων πολίτευμα· ἄνωθεν ὑμνῳδίαις εὐφημοῦσι τοὺς ἄθλους, κάτωθεν Ἐκκλησίᾳ τὴν οὐράνιον δόξαν· ἣν εὗρες πόνοις καὶ ἄθλοις τοῖς σοῖς Φανούριε ἔνδοξε.
Κοντάκιον
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
῾Ιερεῖς διέσωσας, αἰχμαλωσίας ἀθέου, καὶ δεσμὰ συνέθλασας, δυνάμει θείᾳ θεόφρον· ᾔσχυνας, τυράννων θράση γενναιοφρόνως· εὔφρανας, Ἀγγέλων τάξεις Μεγαλομάρτυς· διὰ τοῦτό σε τιμῶμεν, θεῖε ὁπλῖτα, Φανούριε ἔνδοξε.
Μεγαλυνάριον
Χαίροις ὁ ἐν Ῥόδῳ φανερωθείς, καὶ ἐξανατείλας, ὥσπερ ἥλιος ἐξ αὐτῆς, πᾶσαν καταυγάζων, Χριστοῦ τὴν Ἐκκλησίαν, θαυμάτων σου τῷ πλήθει, Μάρτυς Φανούριε.
