Ἀπολυτίκιον
Ἦχος δ’.
Ταχύ προκατάλαβε.
Τοῦ Παύλου συνέκδημος καί μαθητής γεγονώς,
τήν Κρήτην κατηύγασας, Τίτε Ἀπόστολε,
τῇ αἴγλῃ τῶν λόγων σου.
Ὡς οὖν ταύτην εἰσῆξας πρός τό φῶς τοῦ Κυρίου,
οὕτω καί νῦν τούς πόθῳ, σέ τιμῶντας παμμάκαρ,
ὡς ἔχων παρρησίαν πολλήν,
φώτισον θείῳ φωτί.
Κοντάκιον.
Ἦχος β’.
Τὰ ἄνω ζητῶν.
Τοῦ Παύλου δειχθείς, συνόμιλος Ἀπόστολε, σὺν τούτῳ ἡμῖν, τὸν λόγον προκατήγγειλας, τῆς ἐνθέου χάριτος, μυστολέκτα Τίτε μακάριε· διὰ τοῦτο βοῶμέν σοι· μὴ παύσῃ πρεσβεύων, ὑπὲρ πάντων ἡμῶν.
Μεγαλυνάριον.
Παύλῳ τῷ θεόπτῃ μαθητεύεις, ὤφθης ἐν τῇ Κρήτῃ, εὐσεβείας ὑφηγητής, Τίτε θεηγόρε, Ἀπόστολε καὶ μύστα, τῆς πρὸς ἡμᾶς τοῦ Λόγου, συγκαταβάσεως.
