Ἀπολυτίκιο Ἁγίου Μεγαλομάρτυρος Ἀνδρέου τοῦ Στρατηλάτου καὶ τῶν σὺν αὐτῷ 2.593 Μαρτύρων 19 Αὐγούστου
Ἀπολυτίκιο. Ἦχος γ'. Θείας πίστεως.
Θείας πίστεως, τῇ δυvαστείᾳ, προσενήνοχας, ὡς στρατηγέτης, τῷ Παντάνακτι στρατὸν θεοσύλλεκτον· τύπος γὰρ τούτων Ἀνδρέα γενόμενος, μαρτυρικῶς σὺν αὐτοῖς ἠνδραγάθησας. Μεθ’ ὧν πρέσβευε, Κυρίω τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Στρατηλάτης ἄριστος προβεβλημένος, τῷ Χριστῷ προσήγαγες, μαρτυρικὸν συνασπισμόν, μαθ’ ὧν Ἀνδρέα ἐκραύγαζες· Σὺ τῶν Μαρτύρων Οἰκτιρμὸν ὁ στέφανος.
Μεγαλυνάριον.
Τῇ στρατολογίᾳ τῇ ἀληθεῖ, ἐστράτευσας Μάρτυς, δῆμον Ἅγιον Ἀθλητῶν, μεθ’ ὧν καὶ ἀθλήσας, Ἀνδρέα Στρατηλάτα, ἀγγελικῆς στρατείας, ὤφθης ὁμόσκηνος.
