Ἀπολυτίκιο Ἀνάμνησις τοῦ Θαύματος ἐν τῇ Νήσῳ Κερκύρα τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σπυρίδωνος Ἐπισκόπου Τριμυθοῦντος τοῦ Θαυματουργοῦ 11 Αὐγούστου
Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐπέστης καὶ ἔσωσας. ἐπιδρομῆς χαλεπῆς, τὴν νῆσον σου Κέρκυραν, τὴν προσπεσοῦσαν θερμῶς, τὴ θεία πρεσβεία σου. Ὅθεν θαυματοφόρε, Ἱεράρχα Σπυρίδων, ἀΐνον εὐχαριστίας, σοὶ προσάδοντες πίστει, δεόμεθα τοῦ ρύεσθαι ἀεί, ἠμᾶς ἐκ πάσης θλίψεως.
Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ὡς τῶν ὁρθοδόξων ὑπέρμαχος, καὶ πάντων τῶν ἀπίστων ἀντίπαλον, παμμακάριστε Σπυρίδων ὑμνοῦμέν σε, καὶ δυσωποῦμέν σε, φυλάττειν τὴν πόλιν σου, πάσης ὁρμῆς βαρβάρων ἀμέτοχον.
Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῷ τῆς Κερκύρας νῦν προμάχῳ ὑπανοίγωμεν Ὡς τροπαιούχῳ νικητῇ τὰ αἰσθητήρια. Ἀνακράζοντες οἱ δοῦλοί σου, θεοφόρε, Σοὶ τῷ ἔχοντι ἀεὶ τὸ εὐσυμπάθητον· Ἐκ βαρβάρων, ὦ Σπυρίδων, περιφρούρησον. Τοὺς κραυγάζοντας, χαίροις Πάτερ ἀήττητε.
Μεγαλυνάριον
Τῶν θαυμάτων πέλαγος γεγονώς, πάσης τρικυμίας, ἐν θαλάσσῃ τε καὶ ἐν γῇ, μέγιστε Σπυρίδων, διάσωζαι εὐχαῖς σου, τοὺς ἐπικαλουμένους, μέγα σὸν ὄνομα.
