ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΔΗΜΗΤΡΙΟΝ ΓΚΑΓΚΑΣΤΑΘΗΝ
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν πνευματέμφορον λευΐτην Πλατάνου
καὶ πολυτόκον κατὰ πνεῦμα καὶ σάρκα
πατέρα εὐφημήσωμεν πιστοὶ ἐκτενῶς,
εὐλαβῆ Δημήτριον, ἀνακράζοντες πόθῳ·
Ἄνθρωπε ἰσάγγελε καὶ ζωῆς κληρονόμε
τῆς αἰωνίου, ῥῦσαι σαῖς λιταῖς
τοὺς σοὺς ἱκέτας δεινῶν τῆς κολάσεως.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.
Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα
τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;
Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δημήτριε, ἄνθρωπε τοῦ Θεοῦ,
ἐν χρόνοις ἐσχάτοις
ὁ ἐκλάμψας μαρμαρυγαῖς
ἁπλότητος καὶ χρηστοηθείας,
ἡμων τὰ σκότη εὐχαῖς σου διάλυσον.
Ἠδάφισας φρύαγμα τοῦ ἐχθροῦ,
Δημήτριε, σθένει
τῶν ἀόκνων σου προσευχῶν·
διὸ καὶ ἡμᾶς Χριστῷ πρεσβεύεις
εὐχῆς τοῖς ὅπλοις παλαῖσαι τὸν βέβηλον.
Μὴ παύσῃ τὸν Κύριον δυσωπῶν
ὑπὲρ τῶν τιμώντων
πολιτείαν σου τὴν σεπτήν,
Δημήτριε, κλέϊσμα Πλατάνου
καὶ ἱερέων ἁπάντων εὐπρέπεια.
Θεοτοκίον.
Ἡλίου γλυκεῖα τοῦ νοητοῦ
καὶ πάντιμε Μῆτερ,
Δημητρίου θερμαῖς λιταῖς
τὴν νύκτα ἐξάλειψον παθῶν μου
καὶ ἀρετῆς παμφαεῖς τρίβους δεῖξόν μοι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ταξιάρχην προστάτην
τὸν Μιχαὴλ ἔχοντα
καὶ ἀγγελικὴν πολιτείαν
ἐπιδειξάμενον
ἀνευφημοῦντες λαμπρῶς,
κλεινὸν Δημήτριον, πάντες
τὴν αὐτοῦ ἀντίληψιν
ἀπεκδεχόμεθα.
Ῥῦσαι πάσης ἀνάγκης
καὶ ζοφερῶν θλίψεων,
ἱερεῦ Θεοῦ τοῦ Ὑψίστου
πανοσιώτατε,
τοὺς προσκυνοῦντας πιστῶς
τὴν τῶν λειψάνων σου θήκην
καὶ φαιδρῶς τιμῶντάς σε,
μάκαρ Δημήτριε.
Ἱερώτατε μύστα
τῆς τοῦ Θεοῦ χάριτος,
ὁ τοὺς λογικοὺς νουθετήσας
ἄρνας τῆς ποίμνης σου
ταῖς σαῖς σοφαῖς διδαχαῖς,
πάτερ Δημήτριε, δεῖξον
τοῖς θερμοῖς ἱκέταις σου
πᾶσι συμπάθειαν.
Θεοτοκίον.
Ὡς μεσίτριαν πάντων
χριστιανῶν ἔνθερμον
σὲ ὑμνολογοῦντες, Παρθένε,
καὶ παραμύθιον
τῶν θλιβομένων πικρῶς
ἀναβοῶμεν· Σοὺς δούλους
ἴθυνον πρὸς θέωσιν
καὶ τελειότητα.
Διάσωσον,
πνευματοφόρε Δημήτριε, σοὺς ἱκέτας
ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοὺς τιμῶντάς σε
ὡς νέον ὡράϊσμα εὐσεβείας.
Ἐπίβλεψον
ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστόν, Ὃν θερμῶς ἐφίλεις, καθικέτευε
διδόναι ἡμῖν πταισμάτων ἀπολύτρωσιν,
ἱερεῦ Δημήτριε,
τοῦ Πλατάνου εὖχος ὑπέρτιμον·
σὲ γὰρ Χριστός, ὁ Κτίστης τοῦ παντὸς
ἐν χρόνοις ἐσχάτοις ἐθαυμάστωσεν.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀμπεχόμενος ἔνδυμα,
κραταιὲ Δημήτριε, ἀφθαρτότητος,
τῆς φθορᾶς ἡμῶν ἀπέκδυσον
τὴν στολὴν πρεσβείαις σου πρὸς Κύριον.
Νεοσμίλευτον ἄγαλμα
τῆς Θεοῦ ἀγάπης καὶ ταπεινώσεως,
τοὺς ἱκέτας σου, Δημήτριε,
δεῖξον ἐκμαγεῖα θείας γνώσεως.
Θεοφόρε Δημήτριε,
ὁ μυρίσας κόσμον ὀδμαῖς χαρίτων σου,
δυσωδίαν μου ἀπέλασον
ἐμπαθείας, μίσους καὶ κακότητος.
Θεοτοκίον.
Ῥύπου κάθαρον, Δέσποινα,
τὴν ἐσπιλωμένην ἡμῶν διάνοιαν
καὶ πρὸς βίον καθαρότητος
ἴθυνον τοὺς σοὶ θερμῶς προσφεύγοντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὥσπερ λειτουργὸν
πνευματέμφορον τιμῶντές σε
ἀνακράζομεν· Δημήτριε, ἡμῶν
τὰς δεήσεις τῷ Θεῷ θερμῶς προσάγαγε.
Πέλων ἀρωγὸς
ἐν τῷ βίῳ σου, Δημήτριε,
τῶν στενόντων, νῦν ὑψόθεν καὶ ἡμᾶς
μὴ ἐλλείπῃς ἐποπτεύων, τοὺς ὑμνοῦντάς σε.
Ὥδευσας καλῶς
τὴν στενὴν ὁδόν, Δημήτριε·
ὅθεν ἔφθασας εἰς πλάτος οὐρανῶν,
εἰς ὃ ἕλκυσον καὶ πάντας τοὺς σοὺς πρόσφυγας.
Θεοτοκίον.
Τόμε τῶν βροτῶν
σωτηρίας θεοχάρακτε,
πλημμελήματα ἐξάλειψον ἡμῶν,
τῶν πιστῶς μακαριζόντων σε, Θεόνυμφε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Οὐράνωσον τῶν πιστῶν τὸ φρόνημα,
ἐπὶ γῆς ὁ ἀκλινῶς ἄρτι, πάτερ,
οὐρανοδρόμον χαράξας πορείαν,
ἱεροφάντορ παμμάκαρ, Δημήτριε,
ἵνα σὺν σοὶ ἐν οὐρανοῖς
καὶ ἡμεῖς εὐφραινώμεθα πάντοτε.
Ὑπέρλαμπρον τῆς ἀγάπης σκήνωμα,
εὐλαβείας καὶ πραότητος κέρας,
ὁ διασώσας τὴν κώμην Πλατάνου
ἐξ ὀλεθρίων δεινῶν, καθικέτευε
Χριστὸν καὶ ἅπαντας ἡμᾶς
ἐκ τῆς μήνιδος σῶσαι τοῦ δράκοντος.
Θειότατε ἱερεῦ, Δημήτριε,
ἀπλανέστατε πιστῶν ποδηγέτα
πρὸς βιοτὴν τὴν ἀγήρω, μὴ παύσῃ
ὑπὲρ ἡμῶν δυσωπῶν τὸν Παντάνακτα,
ἵνα τῆς κρείττονος χαρᾶς
ἀπολαύσωμεν πάντες πρεσβείαις σου.
Θεοτοκίον.
Ἐπόμβρισον τὰ ἐλέη, Δέσποινα,
τοῦ Υἱοῦ σου δαψιλῶς τοῖς τιμῶσι
σὲ εἰς αἰῶνας αἰώνων, Παρθένε,
ὡς ὀμβροτόκον νεφέλην χρηστότητος,
εἰρήνης ἄμφω καὶ χαρᾶς
ἀενάου πιστῶν ὁμηγύρεως.
Διάσωσον,
πνευματοφόρε Δημήτριε, σοὺς ἱκέτας
ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοὺς τιμῶντάς σε
ὡς νέον ὡράϊσμα εὐσεβείας.
Ἄχραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως
ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς Ἀρχαγγέλων τῆς δόξης συμμέτοχος
καὶ τῶν Ἁγίων ἐν πόλῳ συνόμιλος,
σημειοφόρε Δημήτριε, πρέσβευε
Χριστῷ ἡμᾶς ἐκτενῶς βλάβης ῥύσασθαι,
σὲ τοὺς λαμπρῶς μακαρίζοντας, ὅσιε.
Προκείμενον. Ἦχος δ΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον· Κατὰ Λουκᾶν (Κεφ. στ΄ 17 – 33 ).
Τῷ καιρῷ εκείνω, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ·
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου
πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου
πρεσβείαις, Ελεῆμον,
ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ
κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Μιχαὴλ Ἀρχάγγελον
ἔχων προστάτην ἐν βίῳ
καὶ ζωὴν ἰσάγελον
διανύων, ὅσιε,
θείου Πνεύματος
δαψιλῶς εἴληφας
οὐρανόθεν χάριν
καὶ πολίτης θεῖος γέγονας
τῆς ἄνω πόλεως,
ἱερεῦ Δημήτριε, ὄλβιε·
διόπερ σοῦ δεόμεθα·
Τὸν Παμβασιλέα ἱκέτευε
δωρηθῆναι πᾶσιν
εἰρήνην καὶ ὁμόνοιαν πιστοῖς,
τοῖς ἀνυμνοῦσιν ἀγῶνάς σου
πρὸς ἀγήρω βίωσιν.
Σῶσον, ὁ Θεὸς, τὸν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὀφλημάτων μοι λύσιν
δίδου σαῖς ἱκεσίαις,
σεπτὲ Δημήτριε,
πρὸς τὸν Θεὸν τῆς δόξης,
Οὗ ὅσιος λευΐτης
ἐπὶ γῆς ἐχρημάτισας
καὶ Οὗ τὸ κάλλος ὁρᾷς
τὸ ἄῤῥητον ἐν πόλῳ.
Ὕμνοις στέφοντες θείοις
τὴν σεμνὴν βιοτήν σου
καὶ τοὺς καμάτους σου
πρὸς θέωσιν βοῶμεν·
Δημήτριε, μὴ παύσῃ
δυσωπῶν τὸν Παντάνακτα
ἰθύνειν πρὸς οὐρανῶν
λειμῶνας σοὺς ικέτας.
Πολυτέκνων πατέρων
ἐποφθεὶς ἄρτι κλέος
λαμπρόν, Δημήτριε,
τοὺς οἴκους πολυτέκνων
ἐπόπτευε θεόθεν
καὶ χορήγει τὰ πρόσφορα,
ὡς ἔχων πεῖραν αὐτοῖς,
ταῖς σαῖς θερμαῖς πρεσβείαις.
Θεοτοκίον.
Ῥαθυμίας ὁμίχλην
ἀποδίωξον πόῤῥῳ
ἡμῶν, Θεόνυμφε,
σκοτίζουσαν καρδίας
τῶν δούλων σου καὶ πᾶσι
χρυσαυγὴν ἐγρηγόρσεως,
τοῖς καταφεύγουσι σοί,
ἀνάτειλον, Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁ τῆς ἀγάπης
ἀναδειχθεὶς πρὸς τοὺς πέλας
καὶ τὸν Κτίστην, Δημήτριε, φάρος,
φθόνου καὶ κακίας
ἀπέλασόν μου ζόφον.
Στηλογραφία
τῆς ἀκακίας ὑπάρχων,
σκοτομήνην, Δημήτριε, λῦσον
τῆς μνησικακίας
ἡμῶν θερμαῖς εὐχαῖς σου.
Πυρὸς γεέννης
αἰωνιζούσης μὲ ῥῦσαι,
τὸν προσπίπτοντα σαῖς δροσοβόλοις
ἱκεσίαις, πάτερ
Δημήτριε, πρὸς Κτίστην.
Θεοτοκίον.Ἵ
να δοξάζω
ἀεὶ τὸν μονογενῆ σου,
Θεοτόκε, Υἱὸν παῦσον σάλον
ζοφερόν, Παρθένε,
παθῶν μου χαμαιζήλων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Παθῶν ἡμῶν ἀκάνθας
θέρισον δρεπάνῃ
τῶν σῶν εὐχῶν πρὸς τὸν Κτίστην, Δημήτριε,
ὁ δι’ εὐχῆς καταντήσας εἰς τὴν ἀπάθειαν.
Τοὺς σοὺς ἐπιστηρίζων
πρόσφυγας μὴ παύσῃ
πρὸς ἀρετῆς προκοπήν, ὁ τὴν ποίμνην σου
ἐν σαῖς ἀγκάλαις στηρίζων στεῤῥῶς, Δημήτριε.
Ὡράϊσας ἀρτίως
κώμην τοῦ Πλατάνου
καὶ τοὺς χοροὺς εὐσεβούντων, Δημήτριε,
τοὺς καταφεύγοντας πόθῳ τῇ ἀντιλήψει σου.
Θεοτοκίον.
Χαρίτωσον σοὺς δούλους,
τοὺς τιμῶντας μνήμην
τοῦ Δημητρίου τοῦ θείου, Παντάνασσα,
καὶ σὲ καρδίᾳ καὶ χείλεσι μεγαλύνοντας.
Ἄξιόν ἐστι….καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις, ἱερέων ἡ καλλονή,
χάριτος πυξίον,
στηλογράφημα ἀρετῶν,
εὐσπλαγχνίας στῦλε
καὶ προσευχῆς ἀόκνου
ὑπογραμμός, πρεσβῦτα
θεῖε, Δημήτριε.
Χαῖρε, ἐνθεώτατε λειτουργὲ
τοῦ Θεοῦ, ὁ πέλων
εὐωδία ὅλος Αὐτοῦ,
χαίροις, ὁ ἐν ὥρᾳ
τῆς θείας Λειτουργίας
ὀδμαῖς ἡδύνων πάντας
θείαις, Δημήτριε.
Σκέπε τοὺς τιμῶντας πανευλαβῶς
μνήμην σου τὴν θείαν
καὶ λειψάνων σου τὴν σορὸν
κατασπαζομένους,
Δημήτριε παμμάκαρ,
λευῗτα τοῦ Πλατάνου
πανιερώτατε.
Ἔχων ἐν κινδύνοις καὶ συμφοραῖς
ταχινὸν προστάτην
τὸν Ἀρχάγγελον Μιχαήλ,
ὁρατῶν μανίαν
ἐχθρῶν καὶ ἀοράτων
ἐτρόπωσας, λευῗτα
θεῖε, Δημήτριε.
Χαίροις, τῶν καμνόντων ὁ ἀρωγὸς
καὶ τῶν θλιβομένων
ἀντιλήπτωρ καὶ βοηθός,
χαίροις, τοῦ Πλατάνου
τῆς κώμης ὁ προστάτης
καὶ πλουτισμὸς πενήτων,
μάκαρ Δημήτριε.
Χαίροις, ἀγαπήσεως τοῦ Χριστοῦ
στήλη καὶ σοφίας
τῆς ἐνθέου φανὸς λαμπρός,
χαίροις, ὁ ἐν χρόνοις
ἐσχάτοις κατευφράνας
σοῖς τρόποις εὐσεβούντων
δήμους, Δημήτριε.
Χαίροις, ἱερέων ἡ καλλονή,
προσευχῆς ἀόκνου
ἐργαστήριον καὶ εἰκὼν
φιλοθέου βίου,
Δημήτριε, χαρίτων
τοῦ θείου Παρακλήτου
ἄστρον νεόφωτον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς,
οἱ Ἅγιοι πάντες,
μετὰ τῆς Θεοτόκου
ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον·
Ἀπολυτίκιον. Ἦχος πλ. α΄.
Τὸν συνάναρχον Λόγον.
Ἱερέα Πλατάνου τὸν θεοείκελον,
εὐαρεστήσαντα Κτίστῃ
ἐν τοῖς ἐσχάτοις καιροῖς
πολιτείᾳ διαυγεῖ, εὐχῇ καὶ δάκρυσιν,
ὡς ἀσωμάτων μιμητήν,
ἐπαινέσωμεν πιστοὶ
Δημήτριον ἐκβοῶντες·
Εὐώδει μύρῳ εὐχῶν σου
τοὺς σὲ γεραίροντας κατεύφρανον.
Ἕτερον. Ὅμοιον.
Ἱερέα Πλατάνου Τρικάλων μέλψωμεν,
ἀγγελοφρούρητον ὄντως
ἐν δίναις βιοτικαῖς,
Μιχαὴλ ἀρχιστρατήγου ἰσοστάσιον,
ὕμνοις Δημήτριον φαιδροῖς,
Γκαγκαστάθην, οἱ πιστοί,
ὡς χάριτος ἐκμαγεῖον,
ὑπὲρ ἡμῶν δυσωποῦντα
Χριστόν, Θεὸν τὸν πολυεύσπλαγχνον.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ χάρις τοῦ Πνεύματος
σὲ ἱερέα σοφόν,
παιδείας τὸν ἄμοιρον
τῆς κοσμικῆς, θαυμαστέ,
ἀρτίως ἀνέδειξε,
φίλε τῶν Ἀρχαγγέλων·
ὅθεν σὲ ἀνυμνοῦντες
τὰς πρὸς Θεὸν λιτάς σου
πρὸς τελείωσιν πάντες
αἰτούμεθα, Πλατάνου τερπνὸν
ἄνθος, Δημήτριε.
Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Ῥῦσαι σοὺς ἱκέτας προσβολῆς
πάσης τοῦ δολίου Βελίαρ
καὶ ἀνηκέστου φθορᾶς
τοὺς ἀνευφημοῦντάς σε,
σεπτὲ Δημήτριε,
ἱερεῦ ὁσιώτατε
Ὑψίστου καὶ σκεῦος
διαυγὲς τῆς χάριτος,
ὡς πρὸς τὸν Κύριον
ἔχων παῤῥησίαν πρεσβεύειν
ἀκλινῶς ὑπὲρ τῶν τιμώντων
μνήμην σου τὴν θείαν καὶ πανσέβαστον.
Δέσποινα, πρόσδεξαι
τὰς δεήσεις τῶν δούλων σου
καὶ λύτρωσαι ἡμᾶς
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου
εἰς σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δίστιχα.
Ἰσχύος ἔμπλησον, Δημήτριε, θείου
Χαραλάμπη, σπεύδοντα τῇ ἀρωγῇ σου.
ΤΕΛΟΣ
ΚΑΙ ΔΟΞΑ
Τῼ ΜΟΝῼ ΑΛΗΘΙΝῼ
ΘΕῼ ΗΜΩΝ
Τὸ Ἱστολόγιον Κρητικὴ Ἁγιολογία εὐχαριστεῖ εὐγνωμόνως γιὰ τὴν ἀποστολὴ μέσῳ ἠλεκτρονικοῦ ταχυδρομίου (email) τὴν Ἱστοσελίδα Παρακλητικοὶ Κανόνες γιὰ τὴν ἀποστολὴ τοῦ παρόντος Παρακλητικοῦ Κανόνος.
