Ἀπολυτίκιο Ἁγίου Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου (Ἀνακομιδὴ Ἱερῶν Λειψάνων 27 Ἰανουαρίου)
Ἀπολυτίκιον Ἦχος πλ. δ’.
Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς, ἐκλάμψασα χάρις τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ, Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἔτερον Ἀπολυτίκιον τῆς ἀνακομιδής. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς πλοῦτον οὐράνιον, ἐκ τῶν Κομάνων ποτέ, τὴν θήκην μετήγαγον, τοῦ σοῦ λειψάνου σοφέ, πρὸς πόλιν βασίλειον· ταύτης οὖν ἐκτελοῦντες, τὴν ἀνάμνησιν πόθῳ, μέλπομεν Ἱεράρχα, τὴν δοθεῖσάν σοι χάριν, δι’ ἧς ἡμᾶς ῥυθμίζεις, Ἰωάννη Χρυσόστομε.
Κοντάκιον. Ἦχος α’. Χορὸς Ἀγγελικός.
Εὐφράνθη μυστικῶς, ἡ σεπτὴ Ἐκκλησία, τῇ ἀνακομιδῇ, τοῦ σεπτοῦ σου λειψάνου, καὶ τοῦτο κατακρύψασα, ὡς χρυσίον πολύτιμον, τοῖς ὑμνοῦσί σε, ἀδιαλείπτως παρέχει, ταῖς πρεσβείαις σου, τῶν ἰαμάτων τὴν χάριν, Ἰωάννη Χρυσόστομε.
Μεγαλυνάριον.
Ἤκεν ἐκ Κομάνων λαμπροφανῶς, τὸ σεπτόν σου σκῆνος, ὡς ἑστία ἁγιασμοῦ, τέρπον καὶ πλουτίζον, χαρίτων χρυσουργίᾳ, τὴν Ἐκκλησίαν πᾶσαν, Πάτερ Χρυσόστομε.
