"Ἁγίου Ζαχαρίου Σητείας Ἐπισκόπ. Ἀπολυτίκιον. Ἦχ. πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἱεράρχης ὑπάρχων θεοειδέστατος, ἱερωσύνης τὴν χλαῖναν, τοῖς τῶν αἱμάτων κρουνοῖς, ἐπορφύρωσας τυθεὶς ἀμνὸς ὡς ἄκακος, καὶ προσεχώρησας λαμπρῶς, πρὸς τὴν ἀνέσπερον ζωήν, ὑπὲρ ἡμῶν ἱκετεύων, Χριστὸν ἀεὶ Ζαχαρία, Σητείας κλέος ἀναφαίρετον.
Ἕτερον. Ἀπολυτίκιον. Εὐαγγέλου ἱερέως.
Τὸν στεῤῥὸν Νεομάρτυρα εὐφημήσωμεν, τὸν Ζαχαρίαν Σητείας καὶ Ἱεράρχην σεπτόν, ἀνδρικῶς γὰρ τὸν ἐχθρὸν κατετροπώσατο. Πάντας σὺν τούτῳ ἐκτενῶς, Μοναστῶν συναθλητῶν ὑμνήσωμεν τὴν πλειάδα, ὡς τῆς Τριάδος γὰρ μύσται, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι.
Μεγαλυνάριον.
Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, Ἱεράρχα θεῖε, καὶ Ἀζύγων ὑπογραμμός, σὺν αὐτοῖς θυσία, Θεῷ γὰρ προσηνέχθης, ὦ Ζαχαρία ὄντως, Σητείας καύχημα."
