Ἀπολυτίκιον
Ήχος δ’. Ταχύ προκατάλαβε.
Οσίως ανύσασα, των αρετών την οδόν, τω Λόγω νενύμφευσαι, ω Ανυσία σεμνή, και χαίρουσα ήθλησας, αίγλη δε απαθείας, λαμπρυνθείσα Μελάνη, ήστραψας εν τω κόσμω, αρετών λαμπηδόνας, και νυν ημίν ιλεούσθε, Χριστόν τον Κύριον.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Παρθενίας χάρισι, κεκοσμημένη Ὁσία, μαρτυρίου ἤνυσας, γνώμῃ ἀνδρείᾳ τὸ σκάμμα· ὅθεν σε, διπλοῖς στεφάνοις ὁ σὸς Νυμφίος ἔστεψεν, ὁ κατ’ ἀξίαν νέμων τὰ γερά· ὃν δυσώπει Ἀνυσία, ὑπὲρ τῶν πίστει ἀνευφημούντων σε.
Μεγαλυνάριον.
Τῆς Θεσσαλονίκης θεῖος βλαστός, καὶ ἄμωμος νύμφη, τοῦ Παντάνακτος Ἰησοῦ, ὤφθης Ἀνυσία, ἀσκήσει καὶ ἀθλήσει, ἐχθρὸν καταβαλοῦσα, τὸν πολυμήχανον.