ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΔΟΞΟΛΟΓΙΑΣ ΕΠΙ Τῌ ΕΝΑΡΞΕΙ ΤΟΥ ΝΕΟΥ ΕΤΟΥΣ Ὁ Διάκονος: «Εὐλόγησον, Δέσποτα…». Ὁ Ἱερεύς: «Εὐλογητός ὁ Θεός…». Ὁ Χορός: Ἀμήν. Tό Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος. Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ’ οὐσίαν, πολυεύσπλαγχνε Κύριε. καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Εἶτα τό Ἀπολυτίκιον τοῦ Ἁγίου Βασιλείου. Ἦχος α΄. Εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τόν λόγον σου· δι’ οὗ θεοπρεπῶς ἐδογμάτισας, τήν φύσιν τῶν ὄντων ἐτράνωσας, τά τῶν ἀνθρώπων ἤθη κατεκόσμησας. Βασίλειον ἱεράτευμα. Πάτερ ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος. Εἶτα τό Κοντάκιον τῆς Ἰνδίκτου. Ἦχος δ΄. Ὁ ὑψωθείς. Ὁ τῶν αἰώνων Ποιητής καί Δεσπότης, Θεέ τῶν ὅλων ὑπερούσιε ὄντως, τήν ἐνιαύσιον εὐλόγησον περίοδον, σῴζων τῷ ἐλέει σου τῷ ἀπείρῳ Οἰκτίρμον, π...