ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΔΟΞΟΛΟΓΙΑΣ ΕΠΙ Τῌ ΕΝΑΡΞΕΙ ΤΟΥ ΝΕΟΥ ΕΤΟΥΣ
Ὁ Διάκονος: «Εὐλόγησον, Δέσποτα…».
Ὁ Ἱερεύς: «Εὐλογητός ὁ Θεός…».
Ὁ Χορός: Ἀμήν.
Tό Ἀπολυτίκιον τῆς Ἑορτῆς.
Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ’ οὐσίαν, πολυεύσπλαγχνε Κύριε. καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.
Εἶτα τό Ἀπολυτίκιον τοῦ Ἁγίου Βασιλείου.
Ἦχος α΄.
Εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τόν λόγον σου· δι’ οὗ θεοπρεπῶς ἐδογμάτισας, τήν φύσιν τῶν ὄντων ἐτράνωσας, τά τῶν ἀνθρώπων ἤθη κατεκόσμησας. Βασίλειον ἱεράτευμα. Πάτερ ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.
Εἶτα τό Κοντάκιον τῆς Ἰνδίκτου.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὁ τῶν αἰώνων Ποιητής καί Δεσπότης, Θεέ τῶν ὅλων ὑπερούσιε ὄντως, τήν ἐνιαύσιον εὐλόγησον περίοδον, σῴζων τῷ ἐλέει σου τῷ ἀπείρῳ Οἰκτίρμον, πάντας τούς λατρεύοντάς σοι τῷ μόνῳ Δεσπότῃ καί ἐκβοῶντας φόβῳ· Λυτρωτά, εὔφορον πᾶσι τό ἔτος χορήγησον.
Εἶτα δέ στίχους τῆς Δοξολογίας·
«Δόξα σοι τῷ δείξαντι τό φῶς…».
Ὁ Διάκονος: «Ἐλέησον ἡμᾶς ὁ Θεός…».
Ὁ Χορός: «Κύριε, ἐλέησον…», τρίς (εἰς ἑκάστην δέησιν).
Ὁ Διάκονος: «Ἔτι δεόμεθα, ὑπέρ τῶν εὐσεβῶν…».
«Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν…».
«Ἔτι δεόμεθα ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους καί πάσης Ἀρχῆς καί ἐξουσίας ἐν αὐτῷ, τοῦ κατά ξηράν, θάλασσαν καί ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ καί ὑπέρ τοῦ Κύριον τόν Θεόν ἡμῶν ἐπιπλέον συνεργῆσαι καί κατευοδῶσαι αὐτούς ἐν πᾶσιν».
«Ἔτι δεόμεθα ὑπέρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καί καιρῶν εἰρηνικῶν καί ὑπέρ τοῦ εὐλογηθῆναι τόν νέον ἐνιαυτόν τῆς χρηστότητος τοῦ Κυρίου».
«Ἔτι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλησίαν…».
Ὁ Χορός: «Κύριε, ἐλέησον» (μ΄ χῦμα, ὡς εἴθισται καί ἠπίως).
«Ἔτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καί ἐλεῆσαι ἡμᾶς».
Ὁ Χορός: «Κύριε, ἐλέησον», τρίς.
Ὁ Διάκονος: «Τοῦ Κυρίου δεηθῶμεν».
Ὁ Χορός: «Κύριε, ἐλέησον», ἅπαξ.
Ὁ Ἱερεύς τήν Εὐχήν ταύτην:
Κύριε ὁ Θεός ἡμῶν, ὁ καιρούς καί χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, ὁ ἄναρχος καί ἀτελεύτητος καί ἐπέκεινα παντός χρόνου νοούμενός τε καί ὑπάρχων, ὁ πάσης ἐκτός μεταβολῆς τε τῶν ὄντων καί ἀλλοιώσεως, ὁ τόν πάντα χρόνον τόν τε γεγονότα, τόν τε ὄντα καί τόν ἐσόμενον πληρῶν, ὁ ἐν τῇ ἀφάτῳ σου μακροθυμίᾳ καταξιώσας ἡμᾶς εἰς νέον ἐνιαυτόν εἰσελθεῖν· αὐτός, πανάγαθε Δέσποτα, τήν εἴσοδον ταύτην τῇ θείᾳ σου χάριτι εὐλόγησον· ὄμβρους εἰρηνικούς πρός καρποφορίαν τῇ γῇ δώρησαι· τούς ἀέρας ὑγιεινούς καί εὐκράτους ἀνθρώποις τε καί κτήνεσι κατασκεύασον· δός ἡμῖν ἐν εἰρήνῃ καί ὁμονοίᾳ βεβαίᾳ τόν κύκλον αὐτοῦ διελθεῖν, τῷ στεφάνῳ τῆς δόξης τῶν ἀρετῶν κοσμουμένους, τῷ φωτί τῶν ἐντολῶν σου εὐσχημόνως ὡς ἐν ἡμέρᾳ καλῶς ὁδεύοντας. Τήν ἁγίαν ἡμῶν Ἐκκλησίαν καλῶς διαφύλαξον· τό εὐσεβές ἡμῶν Ἔθνος τῇ δυνάμει σου κραταίωσον· τούς Ἄρχοντας ἡμῶν καί τόν Στρατόν τῇ κραταιᾷ σου χειρί στερέωσον καί κράτυνον. Τήν νεότητα παιδαγώγησον, τό γῆρας περικράτησον, τούς ἐσκορπισμένους ἐπισυνάγαγε, τούς πεπλανημένους ἐπανάγαγε καί σύναψον τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ. Ἐλθέτω δή ἐφ’ ἡμᾶς ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων, βασιλεία χρηστότητος, δικαιοσύνης καί εἰρήνης καί ἀξίωσον ἡμᾶς ἐν ἑνί στόματι καί μιᾷ καρδίᾳ ὑμνεῖν σε καί δοξάζειν τόν ἐν Τριάδι ἄναρχον καί αἰώνιον Θεόν εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα ἡ Ἀπόλυσις.
«῾Ο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ σαρκὶ περιτμηθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…».