Ἀπολυτίκιο Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σίλα, Σιλουανοῦ, Κρήσκεντος, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου 30 Ἰουλίου
Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Οἱ θεῖοι Ἀπόστολοι, ὡς οὐρανοὶ λογικοί, τὴν δόξαν ἀστράψαντες, τοῦ κενωθέντος ἐν γῇ, συμφώνως ὑμνείσθωσαν, Κρήσκης Σιλουναὸς τέ, καὶ ὁ ἔνθεος Σίλας, ἅμα σὺν Ἀνδρονίκω, Ἐπαινετὸς ὁ θεόφρων Χριστὸν γὰρ ἰκετεύουσι, σώζεσθαι ἅπαντας.
Έτερον Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Συνοδίτης τοῦ Παύλου γεγονὼς καὶ συνέκδημος, τὴν Νεάπολιν μάκαρ καὶ Φιλίππους ἐφώτισας, τῆς θείας ἐπιγνώσεως φωτί, Ἀπόστολε Σίλα ἱερέ. Ἀλλὰ φύλαττε καὶ σκέπε πάντας ἡμᾶς, ἐν πίστει ἐκβοῶντάς σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα.
Κοντάκιον
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Εἰς τὰ τοῦ κόσμου δραμόντες πληρώματα, θεογνωσίας τὸν λόγον ἐσπείρατε· καὶ στάχυν πολύχουν δρεψάμενοι, τῷ Βασιλεῖ τῶν ἁπάντων προσήξατε, Ἀπόστολοι Χριστοῦ παναοίδιμοι.
Έτερον Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐορτάζει σήμερον ἐν εὐφροσύνῃ, τὴν ἁγίαν μνήμην σου, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, καὶ ἐκβοᾷ σοι Ἀπόστολε· χαῖρε ὦ Σίλα τοῦ Παύλου συνόμιλε.
Μεγαλυνάριον
Χαίρετε Ἀπόστολοι τοῦ Χριστοῦ, Ἀνδρόνικε Σίλα, καὶ θεόφρον Σιλουανέ, σὺν Ἐπαινετῷ τε, καὶ Κρήσκεντι τῷ θείῳ, τῆς ἀληθοῦς σοφίας ἐνδιαιτήματα.