Μεγαλυνάρια,
Σκέπε, φρούρει, φύλαττε σαῖς λιταῖς, Ἀρχάγγελε θεῖε, Ἀστραπόμορφε Μιχαήλ, τοὺς πίστει σε τιμῶντας καὶ γεραίροντας πόθοις, πρῶτον τῶν Ἀγγέλων καὶ Ἀρχιστράτηγον.
Πάρεσο προστάτης πᾶσιν ἡμῖν, ἐν παντὶ τῷ βίῳ καὶ ἐν ὥρα τῇ φοβερᾷ, τοῦ πικροῦ θανάτου, βοήθει θεῖε Νόε, Ἀρχάγγελε Κυρίου Μιχαὴλ ἀξιύμνητε.
Ξυνωρὶς ἀοίδιμε καὶ Δυάς, ἄυλοι καὶ θεῖοι διασώσατε τοὺς πιστῶς, ὑμᾶς εὐφημοῦντας, ἐκ παντοίων κινδύνων, Ἀρχάγγελοι Κυρίου Μιχαὴλ καὶ Γαβριὴλ.
Ἀρχάγγελοι, Ἄγγελοι καὶ Ἀρχαί, Δυνάμεις καὶ Θρόνοι, Κυριότητες, Σεραφείμ, σεπταὶ Ἐξουσίαι καὶ Χερουβεὶμ οἱ θεῖοι, ὑπὲρ ἡμῶν τὸν Κτίστην καθικετεύσατε.
«Έχω Σε Προστάτη και Βοηθόν, Φύλακα και Ρύστην της ψυχής μου της ταπεινής Μιχαήλ Πρωτάρχα και Μέγα Ταξιάρχα εν ώρα κινδύνου, Συ μοι βοήθησον…»