Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικὸς Κανῶν Ὁσίου Νικοδήμου τοῦ Ἁγιορείτου

 Παρακλητικός Κανών εις τoν Άγιο Νικόδημο τον Αγιορείτη

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου

Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας


Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εῖτα τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τοῦ Παρακλήτου δεδεγμένος τὴν χάριν, σοφίας θείας ὑποφήτης ἐδείχθης, καὶ διδαχῶν ἐνθέων θεῖον ὄργανον, ὅθεν ἡμᾶς λύτρωσαι, σοφισμάτων τοῦ πλάνου, φωτισμὸν αἰτούμενος καὶ διόρθωσιν βίου, τοῖς προσιοῦσι Πάτερ εὐλαβῶς, τῇ σῇ πρεσβείᾳ, Νικόδημε ὅσιε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Φῶς μοι αἴτει, Νικόδημε πάτερ. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φωτὶ τῶν ἁγίων σου πρεσβειῶν, Νικόδημε πάτερ, τοῦ νοός μου τὸν σκοτασμὸν, καὶ τὴν ἀθυμίαν τῆς ψυχῆς μου, ὡς συμπαθὴς διασκέδασον δέομαι.

Ὡς ἔχων τῆς χάριτος τοῦ Θεοῦ, πλουσίως τὰ ῥεῖθρα, θεοφόρε ἐν τῇ ψυχῇ, τοὺς ἄνθρακας σβέσον τῶν παθῶν μου, τῇ ἐπομβρίᾳ τῶν σῶν ἀντιλήψεων.

Σοφίας ὧν ἔμπλεως θεϊκῆς, σοφῶς με βαδίζειν, ἐνταλμάτων τῶν τοῦ Θεοῦ, τὴν τρίβον ἐνίσχυσον παμμάκαρ, ταῖς πρὸς Θεόν σου πρεσβείαις Νικόδημε.

Θεοτοκίον.
Μὴ φλέξας τὴν μήτραν σου οἷα πῦρ, ὑπάρχων ὁ Λόγος, ἐκ σοῦ τίκτεται ὡς βροτός διό μου κατάφλεξον Παρθένε, τῶν λογισμῶν τῆς κακίας πᾶν βλάστημα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανόθεν ἐδέξω, χάριν πολλὴν Ὅσιε ὅθεν Ἐκκλησίας ἐδείχθης, φωστὴρ νεόφωτος διὸ καταύγασον, ταῖς φωτοφόροις λιταῖς σου, ἡμῶν τὴν διάνοιαν, πάτερ Νικόδημε.

Ἰσχὺν θείαν παρέχει, βίβλος ἡ σῇ Ὅσιε, ἡ πρὸς ἀοράτους πολέμους, ἡμᾶς ἀλείφουσα καὶ νῦν ἐνισχυσον, πρὸς συμπλοκὰς νοουμένας, τοὺς σὲ μακαρίζοντας, πάτερ Νικόδημε.

Ἀθλητῶν τοὺς ἀγῶνας, περιφανῶς ᾔνεσας, ὅθεν ἐναθλεῖν με νομίμως, ἐνθέοις σκάμμασιν, καὶ νοῦν τηρεῖν καθαρὸν, ταῖς προσβολαῖς τοῦ βελίαρ, Πάτερ ἐνδυνάμωσον τῇ προστασίᾳ σου.

Θεοτοκίον.
Ἰλαστήριον θεῖον, ὡς ἀληθῶς πέφηνας, τέξασα σαρκὶ ἀπορρήτως, τὸν πάντων Κύριον, τὸν λυτρωσάμενον, ἐκ τῆς ἀρχαίας κατάρας, τοὺς σὲ μεγαλύνοντας Παρθένε ἄχραντε.

Διάσωσον ταῖς πρὸς Θεὸν σου Νικόδημε ἱκεσίαις, πάσης βλάβης καὶ ἐπηρείας τοῦ ὄφεως, τοὺς σὲ διδάσκαλον Πάτερ πλουτοῦντας.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Παθῶν ψυχικῶν, ἀπάλλαξον Νικόδημε, καὶ δίδου ἡμῖν ζηλοῦν ἀεὶ τὰ κρείττονα, καὶ τὸν βίον ἐνάρετον, τοῖς ἐγκύπτουσι Πάτερ τοῖς βίβλοις σου, ἐξ ὧν πηγάζει ζωῆς γλυκασμὸς, εὐφραίνων καὶ τέρπων τοὺς θεόφρονας.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῇ μελέτῃ τῆς Κλίμακος, ἣν Ἁγίῳ Πνεύματι πάτερ ἔπηξας, ἀναβίβασον Νικόδημε, τὰς ψυχὰς ἡμῶν πρὸς θεῖον ἔρωτα.

Ἐξ ἐχθρῶν ἐπιθέσεως, ἀοράτων πάντας ἀτρώτους φύλαττε, τοὺς τὰς θείας ὑποθήκας σου, ὡς ἀσπίδα θείαν Πάτερ ἔχοντα.

Ἰλασμόν ἡμῖν αἴτησαι, καὶ φωτὸς ἀύλου θείαν ἐπίλαμψιν, τοῖς προστρέχουσι Νικόδημε, τοῖς σοῖς φωτοφόροις λόγοις πάντοτε.

Θεοτοκίον.
Νόμῳ θείῳ ὑπόταξον, τῆς σαρκός μου Δέσποινα τὰ κινήματα, καὶ τὸν νοῦν μου ἀναπτέρωσον, πρὸς ἀγάπην θείαν τοῦ Παντάνακτος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴθυνον ἡμᾶς, οὐρανόθεν πάτερ Ὅσιε, πρὸς τὸν φόβον τοῦ Θεοῦ τὸν ἀληθῆ, ὡς διδάσκαλον ἡμῶν λόγοις καὶ πράξεσι.

Κύματα δεινῶν, περιστάσεων κατεύνασον, ἀπειλοῦντα ἡμῖν ὄλεθρον σοφὲ, καὶ γαλήνην τῇ ζωῇ ἡμῶν πρυτάνευσον.

Ὅλος γλυκασμὸς, ὁ σὸς λόγος πέλει Ὅσιε ὅθεν δίωξον πικρίαν τῶν παθῶν, κατασχοῦσαν τὴν καρδίαν μου Νικόδημε.

Θεοτοκίον.
Δύναμιν Ἁγνή, τῇ ψυχῇ μου δίδου πάντοτε, τοῦ πατεῖν τὰς τοῦ δολίου προσβολάς, καὶ ἀμέμπτως διανύειν τὰς ἡμέρας μου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἠλίου τοῦ νοητοῦ ταῖς ἀκτῖσι, λαμπρυνόμενος τὸν νοῦν θεηγόρε, φωτολαμπεῖς ἡμῖν ἔλιπες βίβλους, ἀπελαυνούσας παθῶν τὴν σκοτόμαιναν, ἀλλ’ ὦ Νικόδημε σοφέ, πρὸς φωτὸς ἡμᾶς ἔργα κατεύθυνον.

Μηδόλως, τοῖς αἰσθητοῖς προσανέχειν, καταξίωσον ἡμῶν τὰς αἰσθήσεις, ὁ καταλλήλως ἐν τεύχει οἰκείῳ τὴν φυλακὴν τῶν αἰσθήσεων Ὅσιε, διδάσκων στόματι σοφῷ, θεηγόρε παμμάκαρ Νικόδημε.

Ἐνθέως, τῆς ἀρετῆς διανύειν, τὰ γυμνάσματα ἐνίσχυσον Πάτερ, τοὺς μελετῶντας τὴν θείαν σου βίβλον, ἥνπερ προσφόρως ὠνόμασας Ὅσιε, γυμνάσματα πνευματικά, θεηγόρε παμμάκαρ Νικόδημε.

Θεοτοκίον.
Παθῶν με, τῶν ἀκαθάρτων Παρθένε, συνθλιβόντων τὴν ἀθλίαν ψυχήν μου, καὶ συνωθούντων πρὸς ὄλεθρον Κόρη, τῇ ρυπτικῇ σου πρεσβείᾳ ἐκκάθαρον, καὶ καθαρὸν με τῷ Κριτῇ, καὶ Υἱῷ σου παράστησον δέομαι.

Διάσωσον, ταῖς πρὸς Θεὸν σου Νικόδημε ἱκεσίαις, πάσης βλάβης καὶ ἐπηρείας τοῦ ὄφεως, τοὺς σὲ διδάσκαλον Πάτερ πλουτοῦντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον, ὣς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἀπ’ οὐρανοῦ δεδεγμένος τὸ χάρισμα, τῆς εὐσεβείας διδάσκαλος πέφηνας διό με συνέτισον πάνσοφε, τῶν διδαχῶν σου τῶν θείων συντάγμασιν, ὁσίως βιῶσαι, Νικόδημε.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖου.
(Κεφ. ια΄. 27.30)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νέον ἄστρον πέφηνας, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἐν Ἄθῳ Νικόδημε, βίον βιωσάμενος τὸν ἰσάγγελον, καὶ φωτὶ Ὅσιε, τῶν σῶν διδαγμάτων, καταυγάζεις τὰς ψυχὰς ἡμῶν χάρις πλουσία γάρ, Πάτερ τοῖς σοῖς χείλεσι κέχυται διὸ ἐκδυσωποῦμεν σε, ρᾶνον ἡμῖν ἄνωθεν Ἅγιε, ταῖς σαῖς ἱκεσίαις, τοὺς θείους οἰκτιρμοὺς παρὰ Θεοῦ, ὡς τῆς ἐνθέου χρηστότητος, μύστης ἐνθεώτατος.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀπαθείας πρὸς τρίβον, ἐκ παθῶν ἀνοδίας ἡμᾶς ἀνθέλκυσον, ὁ λόγῳ ἀναπτύσσων, τῶν ἀρετῶν τὸ κάλλος, θεηγόρε Νικόδημε, τὴν ἀμορφίαν ἡμῶν, ἐκ τῶν ψυχῶν ἐξαίρων.

Τῶν ὁσίων Πατέρων, τὰς σοφὰς ὑποθήκας Πάτερ ἀνέπτυξας ἐν ταύταις οὖν ρυθμίζειν ἡμῶν τὴν πολιτείαν, θεαρέστως ἀξίωσον, ὡς ὑποφήτης σοφὸς, ζωῆς τῆς μακαρίας.

Ἐν φωτὶ τῷ ἀύλῳ, μελετῶν καὶ συγγράφων ζωῆς τὰ ρήματα, ψυχῆς ἡμῶν τὸν πόνον, πρὸς κτῆσιν τῶν κρειττόνων, διεγείρεις Νικόδημε, καὶ ραθυμίας δεινῆς, τὴν νέκρωσιν διώκεις.

Θεοτοκίον.
Ῥώμην δίδου μοι, Κόρη, κατὰ πάσης μανίας τοῦ παναλάστορος, καὶ ἴθυνον τὸν νοῦν μου, πρὸς φόβον τοῦ Υἱοῦ σου, ὡς ἄν πάσας ἐκκρούσωμαι, τὰς τῶν παθῶν προσβολὰς, καὶ ζήσω ἐναρέτως.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γλώσσῃ ἁγίᾳ νόμους ἐκθέμενος θείους, πάσης λύτρωσαι ἡμᾶς παρανομίας, τοὺς τρυφῶντας Πάτερ, τοῖς θείοις τεύχεσί σου.

Ἐξ ὕψους Πάτερ, δίδου ἡμῖν ἀοράτως, φῶς καὶ σύνεσιν κατανοεῖν καὶ πράττειν, τὰ καθοδηγοῦντα, τοὺς τρίβους σωτηρίας.

Ῥήσεσι Πάτερ, τῶν ἱερῶν σου χειλέων φωτιζόμενοι Νικόδημε τῆς πλάνης, καὶ τῆς ἀθυμίας, διώκομεν τὸ νέφος.

Θεοτοκίον.
Ἀνερμηνεύτως, τὸν Ποιητὴν τετοκυῖα, ἐκκαλούμενον ἡμᾶς πρὸς ἀφθαρσίαν, ῥῦσαι με Παρθένε, φθορᾶς καὶ ἁμαρτίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σοφίας ἡμᾶς πλῆσον, Νικόδημε τῆς θείας, ὡς τῆς σοφίας θεόφθογγον ὄργανον, καὶ σοφισμάτων ἐκλύτρωσαι τοῦ ἀλάστορος.

Ἰάματα βλυστάνει, Πάτερ ὁ σὸς λόγος, ταῖς ἀσθενούσαις ψυχαῖς Θείῳ Πνεύματι, καὶ τοῦ νοὸς θεραπεύει πᾶσαν τὴν ἄγνοιαν.

Μυρίπνοον ὡς ρόδον, πρόκειται τοῖς πᾶσιν, ἡ Παναγία σου κάρα Νικόδημε, ἥν προσκυνοῦντες πληρούμεθα θείας χάριτος.

Ὁ νέος ἐν Ὁσίοις, τῶν ἄνω ἐκφάντωρ, θεομακάριστε πάτερ Νικόδημε, τὴν ἀσθενοῦσαν ψυχήν μου λόγῳ σου ἴασαι.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, ἡ Θεὸν τεκοῦσα, τὴν ἄναγνόν μου καρδίαν ἀπόπλυνον, τῆς μετανοίας τοῖς ῥείθροις ἵνα δοξάζω σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἐκκλησίας νέος φωστήρ, καὶ τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα ἱερὸν χαίροις τῆς Μονῆς μας θερμότατος προστάτης, Νικόδημε παμμάκαρ, Ἄθωνος καύχημα.

Χαίροις ὁ τῆς Νάξου θεῖος βλαστὸς, καὶ Ἁγίου Ὄρους, στῦλος ὄντως φωτοειδής χαίροις Μοναζόντων, ὁ θεῖος ὑποφήτης, Νικόδημε τρισμάκαρ, λόγῳ τῆς Χάριτος.

Βίον διανύσας ἀσκητικὸν καὶ τὸν νοῦν καθάρας τῆς ἰλύος τῶν γεηρῶν αἴγλης τρισηλίου Νικόδημε ἐπλήσθης, καὶ βίβλους θεογράφους, Πάτερ συνέγραψας.

Κάλαμος ἡ γλῶσσά σου ἀληθῶς, ὀξυγράφου ὤφθη, ὡς ὁ θεῖος λέγει Δαβίδ, ζωῆς αἰωνίου, καλλιγραφοῦσα λόγους, πιστῶν εἰς σωτηρίαν πάτερ Νικόδημε.

Νικῶν ἡμῖν δίδου κατὰ παθῶν, Νικόδημε πάτερ, καὶ διέγειρον τὰς ψυχὰς ἡμῶν θεηγόρε, πρὸς θείας ἐπιδόσεις, ὡς ἄν τῆς αἰωνίου ζωῆς μετάσχωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.  
Τὸν τοῦ Ἄθω φωστήρα καὶ τῆς Νάξου τὸ βλάστημα, καὶ τῆς Ἐκκλησίας ἁπάσης τὸν θεόπνουν διδάσκαλον, Νικόδημον τιμήσωμεν πιστοί, ὡς ἔμπλεων σοφίας θεϊκῆς, διδαχὰς γὰρ οὐρανίους καὶ δαψιλεῖς, βλυστάνει τοῖς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν τὰ πρόσφορα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων τῶν τιμώντων σε πιστῶς δέχου τὰς δεήσεις Παμμάκαρ, καὶ καθικέτευε, ἅγιε Νικόδημε, τὸν Ζωοδότην Χριστὸν, νίκην δοῦναι καὶ δύναμιν, κατὰ τοῦ βελίαρ, καὶ πταισμάτων ἄφεσιν, καὶ θεῖον ἔλεος, πᾶσι τοῖς ὑμνοῦσί σε Πάτερ καὶ τοῖς θεοσόφοις σου λόγοις, πίστει ὁμιλοῦσι καὶ ἐγκύπτουσι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Πηγή https://www.proseyxi.com

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ: 7997 - Όταν ο Ηγούμενος της Ιεράς Μονής Δοχειαρίου Γέροντας Γρηγόριος συνάντησε τον παπα Τύχωνα τον Ρώσο στο κελλί του

  Ὡρισμένοι ἄνθρωποι εἶναι μόνον νὰ τοὺς βλέπουμε, ἀλλὰ να μὴν τοὺς ἀκοῦμε. Καὶ ἄλλοι μόνον νὰ τοὺς ἀκοῦμε, ἀλλὰ νὰ μὴν τοὺς βλέπουμε. Σπάνιοι αὐτοὶ ποὺ συνδυάζουν καὶ τὰ δυό: καὶ νὰ τοὺς βλέπουμε καὶ νὰ τοὺς ἀκοῦμε. Ἕνας ἀπὸ αὐτοὺς ἦταν ὁ μακαριστὸς Γέροντας Τύχων ὁ Ῥῶσος. Ἦταν σχετικὰ ὑψίκορμος ἄνδρας, μὲ μακριὰ γενειάδα, ποὺ τὴν εἶχε πάντοτε δεμένη κόμπο, γιὰ νὰ εἶναι πιὸ ἄνετος στὴν διακονία, καὶ δασιὰ φρύδια, ποὺ τοῦ σκέπαζαν τὸ ἥμισυ τῶν μεγάλων του ὀφθαλμῶν. Στὶς ἀρχὲς Ἰουλίου τοῦ 1967 ἔνας ταπεινὸς λευΐτης μᾶς ὡδήγησε στὴν Καλύβα τοῦ Γέροντος Τύχωνος. Ἦταν τὸ Κελλί του ἀληθινὸ ἀσκητήριο, κρυμμένο μέσα στὰ ἀδιαπέραστα δάση καὶ φυλλώματα τοῦ κατάσκιου Ἁγίου Ὄρους. Προσιτὸ μόνο σ’ αὐτοὺς ποὺ γνώριζαν. Ἤτανε στὴν κυριολεξία Καλύβα ἀπέριττη, ποὺ ἔδειχνε περισσότερο ἐρειπωμένη παρὰ κατοικημένη. Κρούσαμε τὴν θύρα βαστάζοντας τὴν ἀναπνοή μας. «Τί λογῆς ἀσκητὴς εἶναι αὐτός, ποὺ ἔπρεπε νὰ διανύσουμε τόσο δρόμο, γιὰ νὰ πάρουμε τὴν εὐχή του;» Ἄνοιξε ἡ πόρτα καὶ φάνηκε μία μεγαλοπρεπὴς ...

ΑΦΙΕΡΩΜΑ: Ο Άγιος Παΐσιος και οι νέοι Αγιορείτες Άγιοι της Εκκλησίας μας, Παπά – Τύχων και Χατζηγεώργης

  Πνευματική χαρά σκόρπισε στην Αθωνική Πολιτεία αλλά και σε όλο τον Ορθόδοξο κόσμο η αναγγελία της αναγραφής στις Αγιολογικές Δέλτους δύο μεγάλων ασκητικών μορφών του αγιορείτικου μοναχισμού, οι οποίοι, από την “έρημο της ησυχίας”, πλέον βρίσκονται στις τάξεις των Αγίων της Εκκλησίας μας.  Πρόκειται για τον Παπά – Τύχωνα, τον πνευματικό και τον Γεώργιο Χατζηγεώργη, τον αγιορείτη ασκητή του 19ου αιώνα με καταγωγή από την Καππαδοκία. Δύο ακόμη αγιοκατατάξεις επί των ημερών της Πατριαρχίας του Οικουμενικού Πατριάρχη κ.κ. Βαρθολομαίου Α’ ο οποίος – στα 35 έτη της Πρωθιεραρχικής του διακονίας στην Πρωτόθρονη Εκκλησία της Κωνσταντινουπόλεως – έχει ταυτίσει το όνομά του με αγιοκατατάξεις μεγάλων σύγχρονων Αγίων της εποχής μας. Εκτός από το προσωνύμιο του “πράσινου Πατριάρχη” δικαίως λαμβάνει και το προσωνύμιο του “αγιόφιλου Πατριάρχη”. Οι δύο νέοι Άγιοι της Εκκλησίας μας συνδέονται ωστόσο στενά και με έναν άλλο σύγχρονο Άγιο, τον Παΐσιο τον Αγιορείτη. Ο νέων Όσιος Τύχων υπήρξε πνευμ...

Ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα». Στὶς 14 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τὴν Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ. Τὴν Κυριακὴ 14 Σεπτεμβρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Τελετὴ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, Ἀρτοκλασία καὶ ἐν Συνεχείᾳ ἡ Θεία Λειτουργία εἰς τὸν Ἱερὸν Ναὸν Ἁγίου Γεωργίου στὸ Χωριὸ Ἅγιος Γεώργιος Τουρτοῦλοι Σητείας. Φωτογραφίες Μιχάλης Κάββαλος  

Οἱ Ἁγίες Ὀλυμπία καὶ Εὐφροσύνη οἱ Ὁσιομάρτυρες 11 Μαΐου

  Οἱ Ὁσίες Ὀλυμπία ἢ Ὀλυμπιὰς καὶ Εὐφροσύνη ἔζησαν τὸν 13ο αἰώνα μ.Χ. Ἡ Ἁγία Ὀλυμπία γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς, οἱ ὁποῖοι κατάγονταν ἀπὸ τὴν Κωνσταντινούπολη. Ὁ πατέρας της ἦταν ἱερέας καὶ ἡ μητέρα της θυγατέρα ἱερέως. Ἡ οἰκογένεια τῆς Ἁγίας ἔφυγε ἀπὸ τὴν Κωνσταντινούπολη καὶ κατοίκησε στὴν Πελοπόννησο. Σὲ ἡλικία δέκα ἐτῶν ἡ Ὀλυμπία ἔχασε τοὺς γονεῖς της καὶ οἱ οἰκεῖοι της τὴν ἔστειλαν στὴ μονὴ τῶν Καρυῶν τῆς Θέρμης Λέσβου, τὴ σημερινὴ μονὴ τοῦ Ἁγίου Ραφαήλ, στὴν ὁποία ἦταν ἡγούμενη ἡ θεία της, μοναχὴ Δωροθέα. Ἐκεῖ, σὲ ἡλικία δεκαεννέα ἐτῶν ἡ Ἁγία ἐκάρη μοναχὴ καὶ σὲ ἡλικία εἰκοσιπέντε ἐτῶν, ὅταν ἡ θεία της πέθανε, ἔγινε ἡγουμένη. Μετὰ παρέλευση δέκα ἐτῶν, τὸ 1235, πειρατὲς ἐπιτέθηκαν κατὰ τῆς μονῆς. Οἱ μοναχὲς διασκορπίσθηκαν καὶ ὅσες δὲν πρόλαβαν νὰ φύγουν, τὶς κακοποίησαν. Ἡ ἡγουμένη Ὀλυμπία καὶ ἡ μοναχὴ Εὐφροσύνη βασανίσθηκαν ἀνηλεῶς. Τὴν Εὐφροσύνη, ἀφοῦ τὴν κρέμασαν σὲ δένδρο, τὴν ἔκαψαν. Τὴν Ὀλυμπία τὴν ἔκαψαν σὲ ὅλο τὸ σῶμα μὲ λαμπάδες, διαπέρασαν τὰ αὐτιά ...

Εὕρεσις Τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννη 24 Φεβρουαρίου

  Ὅταν ἀποκεφαλίσθηκε ἀπὸ τὸν Ἡρώδη, ὁ Ἅγιος Ἰωάννης ὁ Πρόδρομος, ἡ τίμια κεφαλὴ αὐτοῦ τοποθετήθηκε μέσα σὲ ἀγγεῖο ἀπὸ ὄστρακο καὶ κρύφθηκε στὴν οἰκία τοῦ Ἡρώδη. Μετὰ ἀπὸ πολλὰ χρόνια, ὁ Ἅγιος Ἰωάννης φανερώθηκε στὸ ὄνειρο δύο μοναχῶν, οἱ ὁποῖοι εἶχαν ἀναχωρήσει γιὰ τὰ Ἱεροσόλυμα μὲ σκοπὸ νὰ προσκυνήσουν τὸν τάφο τοῦ Κυρίου, ἀγγέλλοντας σὲ αὐτούς, ποῦ βρίσκεται ἡ τίμια κεφαλή του. Καὶ ἐκεῖνοι, ἀφοῦ τὴν βρῆκαν, τὴν εἶχαν μὲ τιμές. Ἀπὸ αὐτοὺς τὴν παρέλαβε κάποιος κεραμεὺς καὶ τὴν μετέφερε στὴν πόλη τῶν Ἐμεσηνῶν. Ὅταν ὅμως πέθανε, τὴν κληροδότησε στὴν ἀδελφή του. Καὶ ἀπὸ τότε διαδοχικὰ περιῆλθε σὲ πολλούς, γιὰ νὰ καταλήξει στὰ χέρια κάποιου ἱερομονάχου ἀρειανοῦ ποὺ ὀνομαζόταν Εὐστάθιος καὶ φύλαξε τὴν τίμια κάρα σὲ σπήλαιο. Ἀπὸ ἐκεῖ μεταφέρθηκε, ἐπὶ Οὐάλεντος (364 – 378 μ.Χ.), στὸ Παντείχιον τῆς Βιθυνίας μέχρι ποὺ ὁ Θεοδόσιος ὁ Μέγας (379 – 395 μ.Χ.) ἀνεκόμισε αὐτὴ στὸ Ἕβδομο τῆς Κωνσταντινουπόλεως, ὅπου ἀνήγειρε μέγα καὶ περικαλλέστατο ναό. Βέβαια περὶ τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς ...

Οἱ Ἅγιοι Πάντες

  Πραγματικὰ εἶναι θαυμαστὸς ὁ Θεὸς μέσα στοὺς ἁγίους του. Γιατί ὅταν κανεὶς ἀναλογισθεῖ τοὺς ὑπερφυσικοὺς ἀγῶνες τῶν μαρτύρων, πὼς μὲ ἀσθενὴ σάρκα καταντρόπιασαν τὸν ἰσχυρὸ στὴ κακία, πὼς ἔμειναν ἀναίσθητοι στὶς ὀδύνες καὶ στὰ τραύματα, καθὼς ἀγωνίζονταν μὲ σώματα πρὸς φωτιά, πρὸς τὸ ξίφος, πρὸς ποικίλα καὶ θανατηφόρα εἴδη βασάνων καὶ ἀντιπαρατάσσονταν μὲ καρτερία, ἐνῶ τοὺς ἔκοβαν τὶς σάρκες, τοὺς διάλυαν τοὺς ἁρμοὺς καὶ τοὺς συνέτριβαν τὰ ὀστά, ὅμως διαφύλαξαν τὴν ὁμολογία τῆς πίστεως στὸ Χριστὸ σώα καὶ ἀδιάσπαστη, ἀκεραία καὶ ἀκλόνητη, ποὺ γι’ αὐτὸ τοὺς χαρίσθηκε καὶ ἡ ἀναντίρρητη σοφία τοῦ Πνεύματος καὶ ἡ δύναμη τῶν θαυμάτων. Ὅταν κανεὶς ἀναλογισθεῖ ἐπίσης τὴν ὑπομονὴ τῶν ὁσίων, πὼς ὑπέφεραν μὲ τὴ θέλησή τους σὰν ἀσώματοι τὶς πολυήμερες ἀσιτίες, τὶς ἀγρυπνίες, τὶς ἄλλες ποικίλες κακώσεις τοῦ σώματος, καὶ ἀντιτάχθηκαν ἕως τὸ τέλος πρὸς τὰ πονηρὰ πάθη, πρὸς τὰ τόσα εἴδη ἁμαρτίας, πρὸς τὸν ἐσωτερικό μας ἀόρατο πόλεμο, πρὸς τὶς ἀρχὲς καὶ ἐξουσίες, ἐνῶ ἔλειωναν καὶ ἀχρηστεύονταν ἐξω...

Κυριακὴ τῆς Σαμαρείτιδος (Ἁγίας Φωτεινής)

  Ὅλη αὐτὴ τὴ περίοδο ποὺ διανύουμε τώρα, ἐπεκτεινομένη σὲ πενήντα μέρες, ἑορτάζομε τὴν ἀπὸ τοὺς νεκροὺς ἀνάσταση τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτήρα μας Ἰησοῦ Χριστοῦ, δεικνύοντας μὲ αὐτὴ τὴν παράταση τὴν ὑπεροχὴ τῆς ἀπέναντι στὶς ἄλλες ἑορτές. Πραγματικὰ ὅλοι ὅσοι ἀναστήθηκαν ἀπὸ τοὺς νεκροὺς ἀναστήθηκαν ἀπὸ ἄλλους καί, ἀφοῦ πέθαναν πάλι, ἐπέστρεψαν στὴ γῆ. Ὁ δὲ Χριστός, ἀφοῦ ἀναστήθηκε ἀπὸ τοὺς νεκρούς, δὲν κυριεύεται πλέον καθόλου ἀπὸ τὸ θάνατο, γιατί δὲν ἐπέστρεψε πάλι στὴ γῆ, ἀλλὰ ἀνέβηκε στὸν οὐρανό, καθιστώντας τὸ φύραμά μας ποὺ εἶχε λάβει ὁμόθρονο μὲ τὸ Πατέρα ὡς ὁμόθεο. Εἶναι ὁ μόνος ποὺ ἔγινε ἀρχὴ τῆς μελλοντικῆς ἀναστάσεως ὅλων καὶ πρωτότοκος ἀπὸ τοὺς νεκροὺς καὶ πατέρας τοῦ μέλλοντος αἰῶνος. Καὶ ὅπως ὅλοι ἁμαρτωλοὶ καὶ δίκαιοι, πεθαίνουν στὸν Ἀδάμ, ἔτσι στὸ Χριστὸ θὰ ζωοποιηθοῦν ὅλοι, ἁμαρτωλοὶ καὶ δίκαιοι, ἀλλὰ ὁ καθένας στὴ τάξη του. Ὅταν καταργήσει κάθε ἀρχὴ καὶ ἐξουσία καὶ δύναμη καὶ θέσει ὅλους τους ἐχθρούς του κάτω ἀπὸ τὰ πόδια του, τελευταῖος ἐχθρὸς ποὺ θὰ καταργηθεῖ...

Ὁ Ὅσιος Ἱερομόναχος Ἄνθιμος Ἀγιαννανίτης (†1913 – 28 Ἰουνίου 1996)

 Ὁ Ὅσιος Ἱερομόναχος Ἄνθιμος Ἀγιαννανίτης (†1913 – 28 Ἰουνίου 1996) Ἑορτάζει στὶς 28 Ἰουνίου. Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας Πίστεως.  «Τόν ἐν Ἄθωνι ὀφθέντα ἄρτι διαυγέστατον χαρίτων σκεῦος καί ἀστέρα εὐσεβείας νεόφωτον πανευλαβῶς εὐφημήσωμεν Ἄνθιμον ὡς ἀγωγῆς καθαρᾶς ἄνθος ἥδιστον πόθω κράζοντες· χορείας ἀγγέλων σύσκηνε, Χριστόν ὑπὲρ ἡμῶν δυσώπει πάντοτε.» Ὁ μητροπολίτης Φθιώτιδος Νικόλαος γράφει περὶ τοῦ ἀειμνήστου Γέροντος: «Ὁ Γέροντας Ἄνθιμος Ἀγιαννανίτης ἦταν ἀπὸ τοὺς τελευταίους παλαιοὺς Ἁγιορεῖτες, ποὺ στὸ πρόσωπό του συγκέντρωσε τὴν αὐστηρότητα τῆς ἀσκήσεως, τὴν ἐμμονὴ στὴ μοναχικὴ παράδοση καὶ τὴν ἀπαρέγκλιτη τήρηση τῆς ἐκκλησιαστικῆς τάξεως. Ἦταν ὁ ἐκφραστὴς τοῦ γνησίου Ἁγιορείτικού μοναχικοῦ πνεύματος...». Κατὰ κόσμον ὀνομαζόταν Κωνσταντῖνος Ζαφειρόπουλος τοῦ Χαραλάμπους καὶ τῆς Βασιλικῆς. Γεννήθηκε στὸ χωριὸ Καλλιάνοι τῆς Κορινθίας τὸ 1913. Μόλις πέντε ἐτῶν ἔμεινε ὀρφανὸς καὶ ἀπὸ τοὺς δύο γονεῖς. Φλεγόμενος ἀπὸ τὸν πόθο τῆς μοναχικῆς ἀφιερώσεως ἀναχώρησε γιὰ τὸ Ἅγιον ...

Ὁ Ἅγιος Μύρων ὁ Νεομάρτυρας ἀπὸ τὸ Ἡράκλειο Κρήτης 20 Μαρτίου

  Ὁ Ἅγιος Νεομάρτυς Μύρων καταγόταν ἀπὸ τὸ Μεγάλο Κάστρο τῆς Κρήτης, τὸ σημερινὸ Ἡράκλειο καὶ γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς. Ὁ πατέρας του ὀνομαζόταν Δημήτριος καὶ ἦταν δίκαιος καὶ ἐνάρετος ἄνθρωπος. Ὁ Ἅγιος ἦταν σεμνὸς καὶ σώφρων καὶ ἀγαποῦσε ὑπερβολικὰ τὴν παρθενία καὶ τὴν ἄσκηση. Ἐργαζόμενος ὡς ράπτης στὸ Ἡράκλειο συκοφαντήθηκε ἀπὸ τοὺς Τούρκους, οἱ ὁποῖοι τὸν φθονοῦσαν, ὅτι δῆθεν ἀποπλάνησε μία Τουρκοπούλα. Στὸ δικαστήριο ὁ Ἅγιος ἀπέρριψε ἀπολογούμενος τὴ συκοφαντία, ἀλλὰ ἐτέθη σὲ αὐτὸν δίλημμα τοῦ ἐξισλαμισμοῦ ἢ τοῦ θανάτου. Ὁ Μάρτυρας Μύρων ἀποκρίθηκε μὲ παρρησία ὅτι δὲν ἀρνεῖται τὴν πίστη του, ἀλλὰ εἶναι ἕτοιμος νὰ ὑποστεῖ κάθε βασανιστήριο γιὰ τὴν ἀγάπη τοῦ Χριστοῦ, καθ’ ὅσον γεννήθηκε Χριστιανὸς καὶ Χριστιανὸς θέλει νὰ πεθάνει. Γιὰ τὸν λόγο αὐτὸ τὸν χτύπησαν ἀνηλεῶς καὶ τὸν ἔριξαν στὴ φυλακή. Ὅταν τὸν ἔβγαλαν ἀπὸ αὐτή, τὸν ὁδήγησαν καὶ πάλι ἐνώπιον τοῦ κριτοῦ, ὅπου ὁ Ἅγιος ἐπαναλάμβανε συνεχῶς ὅτι θέλει νὰ πεθάνει ὡς Χριστιανός. Ἔτσι καταδικάσθηκε στὸν διὰ ἀγ...

Ἡ Ἁγία Ἀναστασία ἡ Πατρικία 10 Μαρτίου

  Ἡ Ἁγία Ἀναστασία ἔζησε στὴν Κωνσταντινούπολη κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ τοῦ Μεγάλου (527 – 565 μ.Χ.) καὶ καταγόταν ἀπὸ πλούσιους καὶ εὐγενεῖς γονεῖς. Ἦταν πρώτη Πατρικία τοῦ βασιλέως καὶ φοβούμενη τὸν Θεό. Οἱ ἀρετές της κίνησαν σὲ φθόνο τὴν βασίλισσα καὶ ἔτσι ἡ Ἁγία ἀναγκάστηκε νὰ παραλάβει μέρος τῆς περιουσίας της καὶ νὰ καταφύγει στὴν Ἀλεξάνδρεια, ὅπου ἔκτισε στὴν θέση ποὺ καλεῖται Πέμπτον μονή, ἡ ὁποία ὀνομάστηκε καὶ τῆς Πατρικίας καὶ ζοῦσε ἀσκητικά. Ὅταν πληροφορήθηκε ὅτι ὁ αὐτοκράτορας Ἰουστινιανὸς τὴν ἀναζητεῖ, ἐγκατέλειψε τὴν μονὴ καὶ προσῆλθε στὴν σκήτη τοῦ ἀββᾶ Δανιήλ, στὸν ὁποῖο ἐμπιστεύθηκε τὰ κατ’ αὐτήν. Ὁ ἀββᾶς τὴν ἔνδυσε μὲ ἀνδρικὰ ἐνδύματα καὶ τὴν μετονόμασε σὲ Ἀναστάσιο. Ὅρισε δὲ καὶ ἕναν ἀπὸ τοὺς ὑποτακτικοὺς τῆς σκήτης, γιὰ νὰ προσκομίζει σὲ αὐτὴν τὰ ἀπαραίτητα, ἔτσι ὥστε νὰ μὴν ἐξέρχεται ἀπὸ τὸ σπήλαιο μέσα στὸ ὁποῖο ἀσκήτευε. Ἐκεῖ ἡ Ἁγία Ἀναστασία παρέμεινε κλεισμένη ἐπὶ εἴκοσι ὀκτὼ ὁλόκληρα χρόνια. Ὅταν προεῖδε τὸ τέλος της, προσκάλεσε τὸν...