Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικὸς Κανῶν Ὁσίων Διονυσίου τοῦ Ρήτορος καὶ Μητροφάνους

 Παρακλητικός Κανών εις τους Οσίους Πατέρας ημών Διονύσιο τον Ρήτορα και Μητροφάνη τον Πνευματικό

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου

Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας


Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς κοινωνοὶ τῶν ἀπ᾽ αἰῶνος ὁσίων, καὶ τοῦ ἀδύτου φωτισμοῦ κληρονόμοι, ὑπὲρ ἡμῶν πρὸς Κύριον πρεσβεύετε͵ πάτερ Διονύσιε καὶ Μητρόφανες μάκαρ, ὡς ἂν λυτρωθείημεν, πειρασμῶν καὶ κινδύνων, καὶ τῆς μελούσης δόξης καὶ χαρᾶς, τῇ προστασίᾳ ὑμῶν μετασχοίημεν.

Δόξα. Ὅμοιον.
Τὰς τοῦ βελίαρ καθ᾽ ἡμῶν ἐπιθέσεις, καὶ τῶν ἐν βίῳ πειρασμῶν τὰς ἐφόδους, τῇ ἀρωγῇ ὑμῶν ἐναποκρούσασθε, θλίψεων τὸ βάρος δέ, καὶ παθῶν τὰς ὀδύνας, δι᾿ ὦν ἡ ζωὴ ἡμῶν, χαλεπῶς δαπανᾶται, ταῖς ἱκεσίαις λύσατε ὑμῶν, καὶ τῷ ἡμᾶς οἰκειώσατε.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δυὰς ὁσίων δεινῶν με σώζοις. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυὰς τῶν ὁσίων θεοειδῆς, Τριάδι τῇ θείᾳ, καθικέτευε ἐκτενῶς, πταισμάτων συγχώρησιν δοθῆναι, τοῖς τῇ πρεσβείᾳ ὑμῶν καταφεύγουσιν.

Ὑψίστου θεράποντες ἱεροί, ἡμᾶς θεραπείας ἀξιώσατε ταχινῆς, τῆς κατὰ ψυχήν τε καὶ τὸ σῶμα, τῇ δεδομένῃ ὑμῖν θείᾳ χάριτι.

Ἀγάπην ἐν βίῳ εἰλικρινῆ, χρηστότητα πᾶσαν, καὶ ἐγκράτειαν ἀληθὴ, ἡμᾶς ἀξιώσατε πατέρες, ἐπιτελεῖν καὶ θερμῶς ἐπιδείκνυσθαι.

Θεοτοκίον.
Σαρκός μου τὸ ἄτονον ἀγαθή, καὶ τὴν τοῦ νοός μου, ἀῤῥωστίαν τὴν χαλεπήν, ἰάτρευσον μόνη ἡ τεκοῦσα, τὸν ἰατῆρα τοῦ κόσμου καὶ Κύριον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁλοτρόπως τῷ πλάνῳ ὑποταχθεὶς γέγονα, πλήρης ἀνομίας ἁπάσης, δουλεύων πάθεσιν· ἀλλ᾽ ὦ δυὰς ἐκλεκτή, τῶν θεοφόρων Πατέρων, εὐσεβῶς τὸν βίον μου διαῤῥυθμίσατε.

Σωτηρίας πρὸς τρίβον πρὸς ἀρετῶν ἔλλαμψιν, καὶ πρὸς ἐνταλμάτων τῶν θείων, θείαν ἀνάβασιν, ἡμᾶς εὐθύνατε, τῇ τῶν καλῶν ἐργασίᾳ, τοὺς ὑμᾶς γεραίροντας πατέρες Ὅσιοι.

Ἱερεῖς δεδειγμένοι καὶ λειτουργοὶ ἔνθεοι, καὶ ἱερομῦσται τῆς δόξης, τοῦ Παντοκράτορος, χάριν καὶ ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, ἡμῖν ἐξαιτήσασθε Πατέρες ὅσιοι.

Θεοτοκίον.
Ὡραιώθης τεκοῦσα δίχα φθορᾶς ἄχραντε, τὸν ὡραῖον κάλλει Παρθένε, καθάπερ γέγραπται· διὸ ὡράϊσον, τὸ εἰδεχθὲς τῆς ψυχῆς μου, καὶ βελῶν με λύτρωσαι, τοῦ πολεμήτορος.

Διάσωσον, τῶν θεοφόρων Πατέρων δυὰς ἁγία, τοὺς σοὺς ἱκέτας ἀπὸ παντοίας κακώσεως, καὶ ἐν εἰρήνῃ τελείᾳ ἡμᾶς συντήρει.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται ἡμῶν καὶ πρέσβεις πρὸς τὸν Κύριον, καὶ ἔργων καλῶν ἀρχέτυπα ὑπάρχοντες, παμμάκαρ Διονύσιε καὶ θεόφρον Μητρόφανες ὅσιε, μὴ παύσησθε ἀεὶ δυσωπεῖν, δοθῆναι ἡμῖν πταισμάτων ἄφεσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Νοσημάτων λυτρώσασθε, καὶ πολυειδὠν σκανδάλων τοῦ ὄφεως, καὶ ποικίλων περιστάσεων, τοὺς ὑμῖν Πατέρες καταφεύγοντας.

Δολερῶν ἐπιθέσεων, τοῦ τὴν ἅμαρτίαν ἡμῖν τεκτήναντος, ἀσινεῖς διατηρήσατε, ὅσιοι Πατέρες τὰς ψυχὰς ἡμῶν.

Ἐν τῇ ὥρᾳ τῶν θλίψεων, ἕτοιμοι προστάται καὶ ἀντιλήπτορες, Διονύσιε μακάριε, σὺν τῷ Μητροφάνει ἡμῖν φάνητε.

Θεοτοκίον.
Ἴασαί με σῇ χάριτι, τὸν συντεθλασμένον τοῖς παραπτώμασι, Θεοτόκε ἀειπάρθενε, τῶν ἁμαρτανόντων ἱλαστήριον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον ἡμῶν, ξυνωρὶς Πατέρων ἕνδοξε, τῶν παθῶν ἐπαναστάσεις χαλεπάς, καὶ πταισμάτων ἡμῖν αἴτησαι τὴν ἄφεσιν.

Ὡς ἱερουργοί, τοῦ Σωτῆρος ἱερώτατοι,͵ ἱερώσατε ἡμῶν τοὺς λογισμούς, καὶ τὸν νοῦν καὶ τὴν ψυχὴν καθαγιάσατε.

Νόμῳ τοῦ Θεοῦ, βελτιῶσαι δυσωπήθητε, τὴν ζωὴν ἡμῶν Πατέρες εὐκλεεῖς, ἀοράτῳ ἐπισκέψει ὑμῶν ἅγιοι.

Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε ἀειπάρθενε, βοηθείας με ἀξίωσον τῆς σῆς, τὸν δεινῶς ὑπὸ τοῦ πλάνου τυραννούμενον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐδόθητε, βοηθοὶ καὶ φύλακες, τοῖς ἐνταῦθα ἀσκουμένοις ἀξίως, θεομακάριστοι θεῖοι Πατέρες, σὺν Μητροφάνει σοφὲ Διονύσιε· διὸ τῆς χάριτος ὑμῶν, ἐντρυφῶντες Θεὸν μεγαλύνομεν.

Συνέχομαι, τῶν παθῶν τῷ κλύδωνι, καὶ δεινῶν περιστατοῦμαι τῷ σάλῳ· ἀλλ᾽ ὡς προστάται μοὺ θεῖοι καὶ ῥῦσται, καὶ κυβερνῆται Πατέρες πανάριστοι, ἰθύνατέ με ἀσφαλῶς, πρὸς λιμένα τοῦ θείου θελήματος.

Ὡς μέτοχοι, τοῦ Χριστοῦ καὶ σύμμορφοι, τῆς αὐτοῦ θεουργικῆς εὐκληρίας, συγκοινωνοὺς καὶ μετόχους Πατέρες, τοὺς προσιόντας ὑμῖν ἀναδείχθητε, μερίδος τῆς τῶν ἐκλεκτῶν, ἐν ἐσχάτῃ ἡμέρᾳ τῆς κρίσεως.

Θεοτοκίον.
Ζωώσασα, τοῦ Ἀδὰμ τὴν νέκρωσιν, τῆς ζωῆς τὸν ἀρχηγὸν τετοκυῖα, τὴν νεκρωθεῖσαν ψυχήν μου Παρθένε, τῇ ἐπηρείᾳ τοῦ πλάνου ἀνάστησον, καὶ ἴθυνόν με ἀσφαλῶς, πρὸς ζωῆς τὰς εἰσόδους καὶ σῶσόν με.

Διάσωσον, τῶν θεοφόρων Πατέρων δυὰς ἁγία, τοὺς σοὺς ἱκέτας ἀπὸ παντοίας κακώσεως, καὶ ἐν εἰρήνῃ τελείᾳ ἡμᾶς συντήρει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἧχος β΄. Προστασία τῶν Χριστιανῶν.
Παῤῥησίᾳ τῆς πρὸς τὸν Θεὸν ὑμῶν οἰκειώσεως, κεχρημένοι πάσης συμφορᾶς καὲὶ κακώσεως, μὴ παύσησθε ὡς συμπαθεῖς λυτροῦσθαι ἐσαεί, ὦ Διονύσιε σοφέ, σὺν Μητροφάνει τῷ κλεινῷ, τοὺς θερμῶς ὑμῖν κράζοντας· σπεύσατε οὐρανόθεν, καὶ λύσατε τῶν κινδύνων, τὰς χαλεπὰς ἐπιφοράς, ὡς ἡμῶν θεῖοι ὑπέρμαχοι.

Προκείμενον.
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στίχος. Ἄσατε τῷ Κυρίῳ, ἄσμα καινόν.

Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17 – 23 ).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τῶν σῶν ὁσίων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δόξης ἀπολαύοντες, τῆς ὑπὲρ νοῦν τοῦ Σωτῆρος καὶ φωτὸς μετέχοντες, τοῦ ὑπὲρ κατάληψιν ἱερώτατοι, πειρασμῶν λύσαν τε τὰς ἐπαναστάσεις, καὶ παντοίων περιστάσεων, καὶ ἀναγκῶν ἡμᾶς, καὶ πειρατηρίων καὶ θλίψεων, ἀτρώτους διασώζετε, ἄφεσιν πταισμάτων αἰτούμενοι, ἡμῖν θεοφόροι, παμμάκαρ Διονύσιε σοφέ, σὺν Μητροφάνει τῷ μύστῃ σου, τῶν ἁγίων σύσκήνοι.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὀμβροφόρος νεφέλη, ἡμῖν γένοιτο πᾶσιν ἡ προστασία ὑμῶν, ὡς δρόσον οὐρανίαν, καὶ ὅμβρον σωτηρίας, ἐπομβρίζουσα ἅγιοι, τῆς προμηθείας ὑμῶν, ἡμῖν τὰς ἐκδηλώσεις.

Ἱλασμὸν τῶν πταισμάτων, καὶ διόρθωσιν βίου, καὶ φωτισμὸν τῇ ψυχῇ, αἰτεῖσθε θεοφόροι, τοῖς πίστει προσιοῦσι, τῇ σεπτῇ ὑμῶν χάριτι, καὶ αἰτουμένοις θερμῶς, ὑμῶν τὴν προστασία.

Συντριβεὶς τῇ κακίᾳ, ἀπεῤῥίφην ἐκτάδην ἐν τῇ τοῦ βίου ὁδῷ, καὶ γέλὼς καθορῶμαι, πᾷσι τοῖς παροῦσιν· ἀλλ᾽ ὑμεῖς θεραπεύσατε, τὰ ἔλκη μου τῆς ψυχῆς, Πατέρες θεοφόροι.

Θεοτοκίον.
Γνώσει θείᾳ τὸν νοῦν μου, καταλάμπρυνον Κόρη ὡς τῆς σοφίας πηγή, ὡς ἂν ἐν μετανοίᾳ, καὶ ἔργοις ἐναρέτοις, τὸν ὑπόλοιπον βίον μου, διατελέσω πιστῶς, ὁ πταίσας ὑπὲρ πάντας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν ὁμονοίᾳ, ἡμᾶς ἄνύειν τὸν βίον, ἀξιώσατε καὶ πράξεσιν ἐνθέοις, ἵνα θεοφόροι, Θεῷ οἰκειωθῶμεν.

Ῥύπον κακίας, τὴν ῥυπωθεῖσαν ψυχήν μου, ἐκκαθάρατε ὑμῶν τῇ μεσιτείᾳ, ἵνα θεοφόροι Χριστῷ εὐαρεστήσω.

Ἀκατακρίτους, ἐν τῇ ἡμέρᾳ τῆς δίκης, ταῖς λιταῖς ὑμῶν τηρήσατε Πατέρες, τοὺς πεπλουτηκότας θερμοὺς ὑμᾶς προστάτας.

Θεοτοκίον.
Σκηνὴ ἁγία, τῶν οὐρανῶν πλατυτέρα, οὐρανίου μὲ ἀξίωσον παστάδος, τὸν ὑπερυψοῦντα τὴν σὴν μεγαλωσύνην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱλύος ἁμαρτίας, ῥύσασθε Πατέρες, καὶ πολυπλόκων σκανδάλων τοῦ ὅφεως, τοὺς ἀδιστάκτῳ καρδίᾳ ὑμῖν προστρέχοντας.

Μετὰ τῶν ἐν τῷ Ἄθῳ, εὐκλεῶν ὁσίων, ὧν συναρίθμιοι ὅσιοι πέλοντες, ὑπὲρ ἡμῶν τῇ Τριάδι ἀεὶ πρεσβεύετε.

Ὁδῷ τῇ ἐν τῷ βίῳ, εὕροιμι προστάτας, καὶ ὁδηγοὺς ὑμᾶς θείους μακάριοι, πρὸς τὴν οὐράνιον πόλιν καθοδηγοῦντάς με.

Θεοτοκίον.
Ὑψώσασα τὸν νοῦν μου, ἐκ τῶν χαμαιζήλων, τῷ τοῦ Υἱοῦ σοῦ καρδίωσον ἔρωτι, θεοχαρίτωτε Κόρη τὸν σὲ δοξάζοντα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν ὁσίων θεία δυάς, οἱ τὸν Θεὸν Λόγον, ἀγαπήσαντες ἐκ ψυχῆς, σὺν τῷ Διονυσίῳ, Μητρόφανες τρισμάκαρ, τῶν εὐχλεῶν ὁσίων οἱ ἰσοστάσιοι.

Κόσμου ἀπωσάμενοι τὴν χλιδήν, Ἀγγέλων τὸν βίον, ἡρετίσασθε νουνεχῶς, καὶ ἐν ὄρει Ἄθῳ, ἀσκήσαντες ὁσίως, τῆς αἰωνίου δόξης κατηξιώθητε.

Σώματος νεκρώσαντες τὰς ὁρμάς, σκεῦη ἀπαθείας, ἀνεδείχθητε ἱερά, καὶ ἱερωσύνης, τὴν χλαίναν στολισθέντες, ἀμέμπτως τῷ Κυρίῳ ἱερατεύσατε.

Χαίροις Διονύσιε ἱερέ, ὁ δι΄ ἡσυχίας διαλάμψας ἀσκητικῶς· χαίροις θεοφόρε, Μητρόφανες θεόφρον, ἡμῶν πρὸς τὸν Δεσπότην, πρέσβεις ἄκοίμητοι.

Ὥρα τοῦ θανάτοῦ τῇ φοβερᾷ ἀρωγοὶ Πατέρες, φάνητέ μοι καὶ βοηθοί, καὶ ἡνίκα μέλλω, Κυρίῳ παραστῆναι, δικαίας καταδίκης μὲ ἐκλυτρώσασθε.

Τοὺς ὑμνολογοῦντας ὑμᾶς σεπτῶς, ἀπὸ πάσης βλάβης, καὶ ἀνάγκης καὶ συμφορᾶς, ἀνεπηρεάστους, διὰ παντὸς τηρεῖτε, Πατέρες θεοφόροι, ἡμῶν οἱ πρόμαχοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Χάριν δεδεγμένοι ἐκ Θεοῦ, πάσης τοῦ ἐχθροῦ ἐπηρείας, καὶ χαλεπότητος, καὶ παντοίων θλίψεων, ἐπερχομένων ἡμῖν, ἀσινεῖς διασώζετε, ἡμᾶς θεοφόροι, Πάτερ Διονύσιε σὺν Μητροφάνει ὁμοῦ, ὅπως εὐσεβῶς τὸν παρόντα, βίον διανύσαντες δόξης, τῆς ἐπουρανίου ἐπιτύχωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Πηγή https://www.proseyxi.com

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ: 7997 - Όταν ο Ηγούμενος της Ιεράς Μονής Δοχειαρίου Γέροντας Γρηγόριος συνάντησε τον παπα Τύχωνα τον Ρώσο στο κελλί του

  Ὡρισμένοι ἄνθρωποι εἶναι μόνον νὰ τοὺς βλέπουμε, ἀλλὰ να μὴν τοὺς ἀκοῦμε. Καὶ ἄλλοι μόνον νὰ τοὺς ἀκοῦμε, ἀλλὰ νὰ μὴν τοὺς βλέπουμε. Σπάνιοι αὐτοὶ ποὺ συνδυάζουν καὶ τὰ δυό: καὶ νὰ τοὺς βλέπουμε καὶ νὰ τοὺς ἀκοῦμε. Ἕνας ἀπὸ αὐτοὺς ἦταν ὁ μακαριστὸς Γέροντας Τύχων ὁ Ῥῶσος. Ἦταν σχετικὰ ὑψίκορμος ἄνδρας, μὲ μακριὰ γενειάδα, ποὺ τὴν εἶχε πάντοτε δεμένη κόμπο, γιὰ νὰ εἶναι πιὸ ἄνετος στὴν διακονία, καὶ δασιὰ φρύδια, ποὺ τοῦ σκέπαζαν τὸ ἥμισυ τῶν μεγάλων του ὀφθαλμῶν. Στὶς ἀρχὲς Ἰουλίου τοῦ 1967 ἔνας ταπεινὸς λευΐτης μᾶς ὡδήγησε στὴν Καλύβα τοῦ Γέροντος Τύχωνος. Ἦταν τὸ Κελλί του ἀληθινὸ ἀσκητήριο, κρυμμένο μέσα στὰ ἀδιαπέραστα δάση καὶ φυλλώματα τοῦ κατάσκιου Ἁγίου Ὄρους. Προσιτὸ μόνο σ’ αὐτοὺς ποὺ γνώριζαν. Ἤτανε στὴν κυριολεξία Καλύβα ἀπέριττη, ποὺ ἔδειχνε περισσότερο ἐρειπωμένη παρὰ κατοικημένη. Κρούσαμε τὴν θύρα βαστάζοντας τὴν ἀναπνοή μας. «Τί λογῆς ἀσκητὴς εἶναι αὐτός, ποὺ ἔπρεπε νὰ διανύσουμε τόσο δρόμο, γιὰ νὰ πάρουμε τὴν εὐχή του;» Ἄνοιξε ἡ πόρτα καὶ φάνηκε μία μεγαλοπρεπὴς ...

ΑΦΙΕΡΩΜΑ: Ο Άγιος Παΐσιος και οι νέοι Αγιορείτες Άγιοι της Εκκλησίας μας, Παπά – Τύχων και Χατζηγεώργης

  Πνευματική χαρά σκόρπισε στην Αθωνική Πολιτεία αλλά και σε όλο τον Ορθόδοξο κόσμο η αναγγελία της αναγραφής στις Αγιολογικές Δέλτους δύο μεγάλων ασκητικών μορφών του αγιορείτικου μοναχισμού, οι οποίοι, από την “έρημο της ησυχίας”, πλέον βρίσκονται στις τάξεις των Αγίων της Εκκλησίας μας.  Πρόκειται για τον Παπά – Τύχωνα, τον πνευματικό και τον Γεώργιο Χατζηγεώργη, τον αγιορείτη ασκητή του 19ου αιώνα με καταγωγή από την Καππαδοκία. Δύο ακόμη αγιοκατατάξεις επί των ημερών της Πατριαρχίας του Οικουμενικού Πατριάρχη κ.κ. Βαρθολομαίου Α’ ο οποίος – στα 35 έτη της Πρωθιεραρχικής του διακονίας στην Πρωτόθρονη Εκκλησία της Κωνσταντινουπόλεως – έχει ταυτίσει το όνομά του με αγιοκατατάξεις μεγάλων σύγχρονων Αγίων της εποχής μας. Εκτός από το προσωνύμιο του “πράσινου Πατριάρχη” δικαίως λαμβάνει και το προσωνύμιο του “αγιόφιλου Πατριάρχη”. Οι δύο νέοι Άγιοι της Εκκλησίας μας συνδέονται ωστόσο στενά και με έναν άλλο σύγχρονο Άγιο, τον Παΐσιο τον Αγιορείτη. Ο νέων Όσιος Τύχων υπήρξε πνευμ...

Ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα». Στὶς 14 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τὴν Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ. Τὴν Κυριακὴ 14 Σεπτεμβρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Τελετὴ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, Ἀρτοκλασία καὶ ἐν Συνεχείᾳ ἡ Θεία Λειτουργία εἰς τὸν Ἱερὸν Ναὸν Ἁγίου Γεωργίου στὸ Χωριὸ Ἅγιος Γεώργιος Τουρτοῦλοι Σητείας. Φωτογραφίες Μιχάλης Κάββαλος  

Οἱ Ἁγίες Ὀλυμπία καὶ Εὐφροσύνη οἱ Ὁσιομάρτυρες 11 Μαΐου

  Οἱ Ὁσίες Ὀλυμπία ἢ Ὀλυμπιὰς καὶ Εὐφροσύνη ἔζησαν τὸν 13ο αἰώνα μ.Χ. Ἡ Ἁγία Ὀλυμπία γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς, οἱ ὁποῖοι κατάγονταν ἀπὸ τὴν Κωνσταντινούπολη. Ὁ πατέρας της ἦταν ἱερέας καὶ ἡ μητέρα της θυγατέρα ἱερέως. Ἡ οἰκογένεια τῆς Ἁγίας ἔφυγε ἀπὸ τὴν Κωνσταντινούπολη καὶ κατοίκησε στὴν Πελοπόννησο. Σὲ ἡλικία δέκα ἐτῶν ἡ Ὀλυμπία ἔχασε τοὺς γονεῖς της καὶ οἱ οἰκεῖοι της τὴν ἔστειλαν στὴ μονὴ τῶν Καρυῶν τῆς Θέρμης Λέσβου, τὴ σημερινὴ μονὴ τοῦ Ἁγίου Ραφαήλ, στὴν ὁποία ἦταν ἡγούμενη ἡ θεία της, μοναχὴ Δωροθέα. Ἐκεῖ, σὲ ἡλικία δεκαεννέα ἐτῶν ἡ Ἁγία ἐκάρη μοναχὴ καὶ σὲ ἡλικία εἰκοσιπέντε ἐτῶν, ὅταν ἡ θεία της πέθανε, ἔγινε ἡγουμένη. Μετὰ παρέλευση δέκα ἐτῶν, τὸ 1235, πειρατὲς ἐπιτέθηκαν κατὰ τῆς μονῆς. Οἱ μοναχὲς διασκορπίσθηκαν καὶ ὅσες δὲν πρόλαβαν νὰ φύγουν, τὶς κακοποίησαν. Ἡ ἡγουμένη Ὀλυμπία καὶ ἡ μοναχὴ Εὐφροσύνη βασανίσθηκαν ἀνηλεῶς. Τὴν Εὐφροσύνη, ἀφοῦ τὴν κρέμασαν σὲ δένδρο, τὴν ἔκαψαν. Τὴν Ὀλυμπία τὴν ἔκαψαν σὲ ὅλο τὸ σῶμα μὲ λαμπάδες, διαπέρασαν τὰ αὐτιά ...

Εὕρεσις Τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννη 24 Φεβρουαρίου

  Ὅταν ἀποκεφαλίσθηκε ἀπὸ τὸν Ἡρώδη, ὁ Ἅγιος Ἰωάννης ὁ Πρόδρομος, ἡ τίμια κεφαλὴ αὐτοῦ τοποθετήθηκε μέσα σὲ ἀγγεῖο ἀπὸ ὄστρακο καὶ κρύφθηκε στὴν οἰκία τοῦ Ἡρώδη. Μετὰ ἀπὸ πολλὰ χρόνια, ὁ Ἅγιος Ἰωάννης φανερώθηκε στὸ ὄνειρο δύο μοναχῶν, οἱ ὁποῖοι εἶχαν ἀναχωρήσει γιὰ τὰ Ἱεροσόλυμα μὲ σκοπὸ νὰ προσκυνήσουν τὸν τάφο τοῦ Κυρίου, ἀγγέλλοντας σὲ αὐτούς, ποῦ βρίσκεται ἡ τίμια κεφαλή του. Καὶ ἐκεῖνοι, ἀφοῦ τὴν βρῆκαν, τὴν εἶχαν μὲ τιμές. Ἀπὸ αὐτοὺς τὴν παρέλαβε κάποιος κεραμεὺς καὶ τὴν μετέφερε στὴν πόλη τῶν Ἐμεσηνῶν. Ὅταν ὅμως πέθανε, τὴν κληροδότησε στὴν ἀδελφή του. Καὶ ἀπὸ τότε διαδοχικὰ περιῆλθε σὲ πολλούς, γιὰ νὰ καταλήξει στὰ χέρια κάποιου ἱερομονάχου ἀρειανοῦ ποὺ ὀνομαζόταν Εὐστάθιος καὶ φύλαξε τὴν τίμια κάρα σὲ σπήλαιο. Ἀπὸ ἐκεῖ μεταφέρθηκε, ἐπὶ Οὐάλεντος (364 – 378 μ.Χ.), στὸ Παντείχιον τῆς Βιθυνίας μέχρι ποὺ ὁ Θεοδόσιος ὁ Μέγας (379 – 395 μ.Χ.) ἀνεκόμισε αὐτὴ στὸ Ἕβδομο τῆς Κωνσταντινουπόλεως, ὅπου ἀνήγειρε μέγα καὶ περικαλλέστατο ναό. Βέβαια περὶ τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς ...

Οἱ Ἅγιοι Πάντες

  Πραγματικὰ εἶναι θαυμαστὸς ὁ Θεὸς μέσα στοὺς ἁγίους του. Γιατί ὅταν κανεὶς ἀναλογισθεῖ τοὺς ὑπερφυσικοὺς ἀγῶνες τῶν μαρτύρων, πὼς μὲ ἀσθενὴ σάρκα καταντρόπιασαν τὸν ἰσχυρὸ στὴ κακία, πὼς ἔμειναν ἀναίσθητοι στὶς ὀδύνες καὶ στὰ τραύματα, καθὼς ἀγωνίζονταν μὲ σώματα πρὸς φωτιά, πρὸς τὸ ξίφος, πρὸς ποικίλα καὶ θανατηφόρα εἴδη βασάνων καὶ ἀντιπαρατάσσονταν μὲ καρτερία, ἐνῶ τοὺς ἔκοβαν τὶς σάρκες, τοὺς διάλυαν τοὺς ἁρμοὺς καὶ τοὺς συνέτριβαν τὰ ὀστά, ὅμως διαφύλαξαν τὴν ὁμολογία τῆς πίστεως στὸ Χριστὸ σώα καὶ ἀδιάσπαστη, ἀκεραία καὶ ἀκλόνητη, ποὺ γι’ αὐτὸ τοὺς χαρίσθηκε καὶ ἡ ἀναντίρρητη σοφία τοῦ Πνεύματος καὶ ἡ δύναμη τῶν θαυμάτων. Ὅταν κανεὶς ἀναλογισθεῖ ἐπίσης τὴν ὑπομονὴ τῶν ὁσίων, πὼς ὑπέφεραν μὲ τὴ θέλησή τους σὰν ἀσώματοι τὶς πολυήμερες ἀσιτίες, τὶς ἀγρυπνίες, τὶς ἄλλες ποικίλες κακώσεις τοῦ σώματος, καὶ ἀντιτάχθηκαν ἕως τὸ τέλος πρὸς τὰ πονηρὰ πάθη, πρὸς τὰ τόσα εἴδη ἁμαρτίας, πρὸς τὸν ἐσωτερικό μας ἀόρατο πόλεμο, πρὸς τὶς ἀρχὲς καὶ ἐξουσίες, ἐνῶ ἔλειωναν καὶ ἀχρηστεύονταν ἐξω...

Κυριακὴ τῆς Σαμαρείτιδος (Ἁγίας Φωτεινής)

  Ὅλη αὐτὴ τὴ περίοδο ποὺ διανύουμε τώρα, ἐπεκτεινομένη σὲ πενήντα μέρες, ἑορτάζομε τὴν ἀπὸ τοὺς νεκροὺς ἀνάσταση τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτήρα μας Ἰησοῦ Χριστοῦ, δεικνύοντας μὲ αὐτὴ τὴν παράταση τὴν ὑπεροχὴ τῆς ἀπέναντι στὶς ἄλλες ἑορτές. Πραγματικὰ ὅλοι ὅσοι ἀναστήθηκαν ἀπὸ τοὺς νεκροὺς ἀναστήθηκαν ἀπὸ ἄλλους καί, ἀφοῦ πέθαναν πάλι, ἐπέστρεψαν στὴ γῆ. Ὁ δὲ Χριστός, ἀφοῦ ἀναστήθηκε ἀπὸ τοὺς νεκρούς, δὲν κυριεύεται πλέον καθόλου ἀπὸ τὸ θάνατο, γιατί δὲν ἐπέστρεψε πάλι στὴ γῆ, ἀλλὰ ἀνέβηκε στὸν οὐρανό, καθιστώντας τὸ φύραμά μας ποὺ εἶχε λάβει ὁμόθρονο μὲ τὸ Πατέρα ὡς ὁμόθεο. Εἶναι ὁ μόνος ποὺ ἔγινε ἀρχὴ τῆς μελλοντικῆς ἀναστάσεως ὅλων καὶ πρωτότοκος ἀπὸ τοὺς νεκροὺς καὶ πατέρας τοῦ μέλλοντος αἰῶνος. Καὶ ὅπως ὅλοι ἁμαρτωλοὶ καὶ δίκαιοι, πεθαίνουν στὸν Ἀδάμ, ἔτσι στὸ Χριστὸ θὰ ζωοποιηθοῦν ὅλοι, ἁμαρτωλοὶ καὶ δίκαιοι, ἀλλὰ ὁ καθένας στὴ τάξη του. Ὅταν καταργήσει κάθε ἀρχὴ καὶ ἐξουσία καὶ δύναμη καὶ θέσει ὅλους τους ἐχθρούς του κάτω ἀπὸ τὰ πόδια του, τελευταῖος ἐχθρὸς ποὺ θὰ καταργηθεῖ...

Ὁ Ὅσιος Ἱερομόναχος Ἄνθιμος Ἀγιαννανίτης (†1913 – 28 Ἰουνίου 1996)

 Ὁ Ὅσιος Ἱερομόναχος Ἄνθιμος Ἀγιαννανίτης (†1913 – 28 Ἰουνίου 1996) Ἑορτάζει στὶς 28 Ἰουνίου. Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας Πίστεως.  «Τόν ἐν Ἄθωνι ὀφθέντα ἄρτι διαυγέστατον χαρίτων σκεῦος καί ἀστέρα εὐσεβείας νεόφωτον πανευλαβῶς εὐφημήσωμεν Ἄνθιμον ὡς ἀγωγῆς καθαρᾶς ἄνθος ἥδιστον πόθω κράζοντες· χορείας ἀγγέλων σύσκηνε, Χριστόν ὑπὲρ ἡμῶν δυσώπει πάντοτε.» Ὁ μητροπολίτης Φθιώτιδος Νικόλαος γράφει περὶ τοῦ ἀειμνήστου Γέροντος: «Ὁ Γέροντας Ἄνθιμος Ἀγιαννανίτης ἦταν ἀπὸ τοὺς τελευταίους παλαιοὺς Ἁγιορεῖτες, ποὺ στὸ πρόσωπό του συγκέντρωσε τὴν αὐστηρότητα τῆς ἀσκήσεως, τὴν ἐμμονὴ στὴ μοναχικὴ παράδοση καὶ τὴν ἀπαρέγκλιτη τήρηση τῆς ἐκκλησιαστικῆς τάξεως. Ἦταν ὁ ἐκφραστὴς τοῦ γνησίου Ἁγιορείτικού μοναχικοῦ πνεύματος...». Κατὰ κόσμον ὀνομαζόταν Κωνσταντῖνος Ζαφειρόπουλος τοῦ Χαραλάμπους καὶ τῆς Βασιλικῆς. Γεννήθηκε στὸ χωριὸ Καλλιάνοι τῆς Κορινθίας τὸ 1913. Μόλις πέντε ἐτῶν ἔμεινε ὀρφανὸς καὶ ἀπὸ τοὺς δύο γονεῖς. Φλεγόμενος ἀπὸ τὸν πόθο τῆς μοναχικῆς ἀφιερώσεως ἀναχώρησε γιὰ τὸ Ἅγιον ...

Ὁ Ἅγιος Μύρων ὁ Νεομάρτυρας ἀπὸ τὸ Ἡράκλειο Κρήτης 20 Μαρτίου

  Ὁ Ἅγιος Νεομάρτυς Μύρων καταγόταν ἀπὸ τὸ Μεγάλο Κάστρο τῆς Κρήτης, τὸ σημερινὸ Ἡράκλειο καὶ γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς. Ὁ πατέρας του ὀνομαζόταν Δημήτριος καὶ ἦταν δίκαιος καὶ ἐνάρετος ἄνθρωπος. Ὁ Ἅγιος ἦταν σεμνὸς καὶ σώφρων καὶ ἀγαποῦσε ὑπερβολικὰ τὴν παρθενία καὶ τὴν ἄσκηση. Ἐργαζόμενος ὡς ράπτης στὸ Ἡράκλειο συκοφαντήθηκε ἀπὸ τοὺς Τούρκους, οἱ ὁποῖοι τὸν φθονοῦσαν, ὅτι δῆθεν ἀποπλάνησε μία Τουρκοπούλα. Στὸ δικαστήριο ὁ Ἅγιος ἀπέρριψε ἀπολογούμενος τὴ συκοφαντία, ἀλλὰ ἐτέθη σὲ αὐτὸν δίλημμα τοῦ ἐξισλαμισμοῦ ἢ τοῦ θανάτου. Ὁ Μάρτυρας Μύρων ἀποκρίθηκε μὲ παρρησία ὅτι δὲν ἀρνεῖται τὴν πίστη του, ἀλλὰ εἶναι ἕτοιμος νὰ ὑποστεῖ κάθε βασανιστήριο γιὰ τὴν ἀγάπη τοῦ Χριστοῦ, καθ’ ὅσον γεννήθηκε Χριστιανὸς καὶ Χριστιανὸς θέλει νὰ πεθάνει. Γιὰ τὸν λόγο αὐτὸ τὸν χτύπησαν ἀνηλεῶς καὶ τὸν ἔριξαν στὴ φυλακή. Ὅταν τὸν ἔβγαλαν ἀπὸ αὐτή, τὸν ὁδήγησαν καὶ πάλι ἐνώπιον τοῦ κριτοῦ, ὅπου ὁ Ἅγιος ἐπαναλάμβανε συνεχῶς ὅτι θέλει νὰ πεθάνει ὡς Χριστιανός. Ἔτσι καταδικάσθηκε στὸν διὰ ἀγ...

Ἡ Ἁγία Ἀναστασία ἡ Πατρικία 10 Μαρτίου

  Ἡ Ἁγία Ἀναστασία ἔζησε στὴν Κωνσταντινούπολη κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ τοῦ Μεγάλου (527 – 565 μ.Χ.) καὶ καταγόταν ἀπὸ πλούσιους καὶ εὐγενεῖς γονεῖς. Ἦταν πρώτη Πατρικία τοῦ βασιλέως καὶ φοβούμενη τὸν Θεό. Οἱ ἀρετές της κίνησαν σὲ φθόνο τὴν βασίλισσα καὶ ἔτσι ἡ Ἁγία ἀναγκάστηκε νὰ παραλάβει μέρος τῆς περιουσίας της καὶ νὰ καταφύγει στὴν Ἀλεξάνδρεια, ὅπου ἔκτισε στὴν θέση ποὺ καλεῖται Πέμπτον μονή, ἡ ὁποία ὀνομάστηκε καὶ τῆς Πατρικίας καὶ ζοῦσε ἀσκητικά. Ὅταν πληροφορήθηκε ὅτι ὁ αὐτοκράτορας Ἰουστινιανὸς τὴν ἀναζητεῖ, ἐγκατέλειψε τὴν μονὴ καὶ προσῆλθε στὴν σκήτη τοῦ ἀββᾶ Δανιήλ, στὸν ὁποῖο ἐμπιστεύθηκε τὰ κατ’ αὐτήν. Ὁ ἀββᾶς τὴν ἔνδυσε μὲ ἀνδρικὰ ἐνδύματα καὶ τὴν μετονόμασε σὲ Ἀναστάσιο. Ὅρισε δὲ καὶ ἕναν ἀπὸ τοὺς ὑποτακτικοὺς τῆς σκήτης, γιὰ νὰ προσκομίζει σὲ αὐτὴν τὰ ἀπαραίτητα, ἔτσι ὥστε νὰ μὴν ἐξέρχεται ἀπὸ τὸ σπήλαιο μέσα στὸ ὁποῖο ἀσκήτευε. Ἐκεῖ ἡ Ἁγία Ἀναστασία παρέμεινε κλεισμένη ἐπὶ εἴκοσι ὀκτὼ ὁλόκληρα χρόνια. Ὅταν προεῖδε τὸ τέλος της, προσκάλεσε τὸν...